254
μάρτυς ἀκοῆς ἀξιοπιστότερος; Πῶς ἀπὸ φωνῶν ἁγίων; ὅτι που μὲν ὁ κορυφαῖος τῶν ἀποστόλων Πέτρος λέγει· ἐξένεγκον τὴν εἰκόνα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χρι-στοῦ καὶ ἐντύπωσον αὐτὴν ἐν τῷ πυργίσκῳ, ἵνα ἴδωσιν οἱ λαοὶ οἵαν μορφὴν ἀνέλαβεν ὁ υἱὸς τοῦ θεοῦ· ποὺ δὲ ὁ Μέγας Βασίλειος φάσκει· ἐγγραφέσθω τῷ πίνακι καὶ ὁ τῶν παλαισμάτων ἀγωνοθέτης Χριστός. οἷς συνομοφρονοῦσι δῆλα δὴ πάντες οἱ ἅγιοι. Πῶς ἀπὸ συνοδικῆς ἐκφωνήσεως; ὅτι ἡ μετὰ τὴν ἕκτην οἰκουμενικὴν σύνοδον συναθροισθεῖσα τάδε φησίν· ὁρίζομεν τοίνυν ἀπὸ τοῦ νῦν ἀντὶ τοῦ παλαιοῦ ἀμνοῦ ἀναστηλοῦσθαι τὴν εἰκόνα τοῦ Κυρίου ἡμῶν καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ. Εἰ δὲ λέγοιεν καὶ οἱ εἰκονομάχοι ταῖς αὐταῖς τέσσαρσιν ὑποθέσεσιν τὸ ἑαυτῶν κρατύνειν δόγμα, δειξάτωσαν οἷον ἐπὶ τοῦ πρώτου κεφαλαίου ὅπως τοῦτο. πότερον, σῶμα τοιοῦτον λέγουσιν οἷον ὑπέδειξεν ἡ ἀλήθεια ἢ οὔ; εἰ μὲν τοιοῦτον, καὶ μὴ βουλόμενοι συνομολογήσουσιν ἐξεικονίζεσθαι Χριστόν· εἰ δὲ οὐ τοιοῦτον, λειπόμενόν ἐστι πάντως λέγειν αὐτοὺς ἀναφές τε καὶ ἄχροιον· τούτων γὰρ μέσον οὐδέν, ὡς οὐδὲ ἐνύλου καὶ ἀύλου, ὁρωμένου τε καὶ ἀοράτου. τὸ δὲ τοιοῦτον ἀνειληφέναι τὸν Χριστὸν σῶμα λέγειν Μανιχαίων, δοκήσει καὶ φαντασίᾳ τὴν σωτήριον Χριστοῦ οἰκονομίαν φληναφούντων γεγενῆσθαι. ἐπὶ τοῦ δευτέρου, κἂν αὐτοὶ σιωπῶσιν τὴν ἀλήθειαν, οἱ λίθοι κεκράξονται τὴν ὑφ' ἡλίῳ τῇ εἰκόνι Χριστοῦ περιαστράπτε σθαι. ἐπὶ τοῦ τρίτου, οἱ τῷ κορυφαίῳ Πέτρῳ καὶ τῷ Μεγάλῳ Βασιλείῳ ἀντιδιατιθέμενοι τῆς αὐλῆς Χριστοῦ παντάπασιν ἀλλότριοι. ἐπὶ τοῦ τετάρτου, ἡ ἐν Βλαχέρναις παρ' αὐτοῖς λεγομένη σύνοδος κατὰ τῆς εἰκόνος Χριστοῦ πολὺ μεταγενεστέρα τῆς μετὰ τὴν ἕκτην συναθροισθείσης ὑπὲρ τῆς εἰκόνος Χριστοῦ· καὶ ἡ μὲν ἀποδεδεγμένη παρὰ τοῖς πέντε πατριάρχαις, ἡ δὲ ἀναθεματιζομένη παρὰ τοῖς τέσσαρσιν ὡς χριστομάχος. ἔπειτα καὶ ἡ ἐν Νικαίᾳ τὸ δεύτερον ὡς ὁμόφρων τῇ μετὰ τὴν ἕκτην συνόδῳ εὐπρόσιτος παρὰ τοῖς πέντε, ἡ δὲ νῦν ἀθροισθεῖσα ἐπὶ βεβαιώσει τῆς ἐν Βλαχέρναις κατὰ τῆς εἰκόνος Χριστοῦ ἀπόπτυστος ὡς κἀκείνη. Αὕτη τοιγαροῦν σύντομος ἀπόδοσις τῆς ἀληθείας καὶ ἔλεγχος τῶν ἐναντίων. 417 {1Ναυκρατίῳ τέκνῳ}1 Τὸ μὲν ἱερὸν γράμμα φησί· φωνὴ ἐν Ῥαμᾷ ἠκούσθη, θρῆνος καὶ ὀδυρμὸς πολύς, Ῥαχιὴλ κλαίουσα τὰ τέκνα αὐτῆς, καὶ οὐκ ἤθελε παρακληθῆναι· ἐγὼ δὲ ὁ τάλας μεθαρμόσας τὴν φωνὴν ἐκεῖνο εἰκότως φράσαιμι· χαρᾶς εὐαγγέλια ἠκουτίσθη ἡμῖν παρὰ τῆς τιμιότητός σου, ἐφ' ᾧ σκιρτᾶν ἔστιν οὐ τὴν πόλιν τήνδε ἢ τήνδε, ἀλλὰ σχεδὸν εἰπεῖν ἅπασαν τὴν ὑπ' οὐρανόν, ὅτι καθεῖλεν Κύριος οὐ τὸν Σηὼν βασιλέα τῶν Ἀμορραίων οὐδὲ τὸν Ὢγ βασιλέα τῆς Βασάν,βασιλεῖς μικροὺς καὶ μικρὸν μέρος τῆς οἰκουμένης ἐκθλίβοντας, ἀλλὰ τὸν νεοφανῆ καὶ μέγαν δράκοντα καὶ πολλὴν οἰκουμένην ληίζοντα, τὸν σκολιὸν ὄφιν καὶ συρίζοντα βλάσφημα, τὸ βδέλυγμα τῆς ἐρημώσεως, τὸ σκεῦος τῆς ὀργῆς, τὸν υἱὸν τοῦ Ταβεήλ, ἵνα μὴ λέγω Καβαλλίνου, τὸν ἀπόγονον τοῦ Ἀχαάβ, τὸ ἐξεμπλάριον Ἰου-λιανοῦ, τὸ πλήρωμα τοῦ πονηροῦ, τὸν ὑβριστὴν Χριστοῦ, τὸν ἐχθρὸν τῆς Θεοτόκου, τὸν ἀντίπαλον τῶν ἁπάντων ἁγίων. ὧν γὰρ τοὺς σεπτοὺς χαρακτῆρας ἐδίωξέ τε καὶ ἐξηφάνισεν, δῆλον ὅτι τούτων ὁλοτελῶς ἐχθρὸς καὶ διώκτης ἐχρημάτισεν. εὐφραινέσθωσαν οἱ οὐρανοὶ καὶ ἀγαλλιάσθω ἡ γῆ, ῥανάτωσαν τὰ ὄρη γλυκασμὸν καὶ οἱ βουνοὶ δικαιοσύνην. πέπτωκεν ὁ ἐχθρός, συνετρίβη ὁ κόπτων ἡμᾶς. ἐνεφράγη στόμα λαλοῦν ἄδικα, ἐπεσχέθη χεὶρ Ἀβεσσαλώμ, οἴχεται ὁ σκληροκάρδιος Φαραώ. καὶ οὔπω μοι καιρὸς καὶ τόπος ἐκφράσαι τὰ ἀκοῆς ἄξια τοῦ παγκακίστου δράκοντος. Ἐκεῖνο δὲ προσθείην τοῖς εἰρημένοις, ὅτι ἐχρῆν τὸν ἀποστάτην τοιούτῳ τρόπῳ, καθὰ γέγραφας, ἀπορρῆξαι τὴν ζωήν· ἔδει ἐν νυκτὶ τὸν τοῦ σκότους υἱὸν ἐπικαταλαβεῖν θάνατον, ἔδει τὸν τοὺς θείους ναοὺς ἐρημώσαντα ἐν ναῷ Κυρίου ἰδεῖν τὰ κατ' αὐτοῦ ξίφη γυμνούμενα, ἔδει προσφυγόντα τῷ θείῳ θυσιαστηρίῳ μὴ σωθῆναι τὸν τοῦτο ἀφανίσαντα, κατὰ τῆς εἰς τὰ ἅγια ἐκταθείσης χειρὸς τομὴν ἐπαχθῆναι, κατὰ τοῦ