255
καὶ προθυμίαν καὶ σπουδὴν πρὸς ὑμᾶς διεξελθὼν, οὐδέπω μέχρι νῦν ἔσχηκα κόρον τοῦ μὴ περὶ τῶν αὐτῶν ἀεὶ διεξιέναι. διὸ καὶ νυνὶ τὸν τὰ πάντα πρὶν γενέσθαι σαφῶς εἰδότα τῶν λεγομένων μάρτυρα ποιοῦμαι, ὡς οὐδὲ μέχρι διανοίας ἐμαυτῷ τι σύνοιδα τῶν ὀρθῶν 2.174 παρατραπέντι λογισμῶν, ἀλλὰ πᾶσαν πρόνοιαν ἐποιούμην καὶ σπουδὴν, οὐ μόνον τὰ Ῥωμαίων αὔξειν, ἀλλὰ καὶ βασιλίδι καὶ υἱῷ τὴν ἀρχὴν διασώζειν καὶ μηδένα, τό γε εἰς ἐμὲ ἧκον, ἀδικεῖν ἐᾷν. ἃ ἐχρῆν κἀκείνην συνορῶσαν, τἀληθῆ καὶ δίκαια λογίζεσθαι περὶ ἐμοῦ καὶ μὴ οὕτως ἐρήμην καταψηφίζεσθαι, ἀνθρώποις πεισθεῖσαν συκοφάνταις. ἐπεὶ δ' ἐκείνη τἀληθὲς παραδραμοῦσα προείλετο τὸ ψεῦδος, καὶ μηδὲν ἠδικηκότα, μήτε πρόφασιν πολέμου παρεσχημένον οὐδεμίαν, πολέμιον ἐψηφίσατο αὐτὴ καὶ πάσαις πόλεσιν ἐκήρυξε μὴ δέχεσθαι, ἀλλὰ παντὶ σθένει πολεμεῖν· ἃ ὑμῖν λυσιτελεῖν πρὸς τὰ παρόντα καὶ ἐμοὶ συνέδοξεν, ἀνάγκῃ συνελαυνόμενοι, ἐπράξαμεν. τῆς μὲν οὖν προθυμίας ἕνεκα καὶ τῆς περὶ ἐμὲ εὐνοίας χάριτας ὑμῖν πολλὰς ὁμολογῶ. δίκαιον δὲ ἡγοῦμαι, τὴν ἴσην καὶ αὐτὸν περὶ ὑμᾶς ἐπιδεικνύμενον κηδεμονίαν, ἃ συνοίσειν οἴομαι ὑμῖν ἑκάστῳ καὶ παραινεῖν καὶ ἐπιτρέπειν. οὐ γὰρ ἂν εἴη φιλοῦντος, εἰ τῶν ἰδίᾳ τι ἐμοὶ διαφερόντων ἕνεκα τῆς τῶν ἄλλων σωτηρίας ἀμελοίην. ὅσοις τοίνυν ὑμῶν ἐν αἷς οὐχ ὑπόκεινται πόλεσιν ἡμῖν ἢ κώμαις οἰκίαι τέ εἰσι καὶ τέκνα καὶ γυναῖκες καὶ ἡ ἄλλη τοῦ βίου ἀφορμὴ, οὐ χρὴ τῆς εἰς ἡμᾶς εὐνοίας ἕνεκα ἐνταῦθα καρτεροῦντας, τὰ οἰκεῖα ἀπολύειν. ἄτοπον γὰρ τὴν εἰς ἐμὲ φιλίαν μεγάλων αἰτίαν ὑμῖν ὀφθῆναι συμφορῶν. οὐ γὰρ ἀποσχήσονται οὐδενὸς δεινοῦ, οἱ πάντα οὗτοι τολμηταὶ καὶ πέρα τοῦ 2.175 μετρίου νεωτεροποιοί. ἀλλ' εἰς τὰς οἰκίας ἀπελθόντες, τὴν ἴσην εὔνοιαν διασώζετε ἡμῖν καὶ, καιροῦ καλοῦντος, ἐπιδείξασθε.» ἔπειτα τοῖς τῶν χρημάτων ἐκέλευε ταμίαις, τοῖς μὲν μισθοφόροις, εἴ τι τοῦ μισθοῦ ὠφείλετο, ἀποδιδόναι καὶ προσέτι ἐπεδαψιλεύετο· τοῖς δ' ἄλλοις, ὅσοι ἐκ χωρίων τὰς προσόδους εἶχον, καὶ αὐτοῖς χρυσίον διανείμας ἱκανὸν, ἀπέπεμπε πρὸς τὰς οἰκίας, πολλὰς καὶ μεγάλας τῆς κηδεμονίας ἕνεκα τὰς χάριτας ὁμολογοῦντας καὶ ὡς, ἢν λάβωνται καιροῦ, τῆς εὐεργεσίας ἄξιοι φανεῖσθαι ἐπαγγελλομένους. ὅσοις δὲ μὴ γυναῖκες ἦσαν καὶ τέκνα, κατεῖχε παρ' αὐτῷ, καὶ εἴ τις ἕτερος ἑκὼν εἶναι ὑπελείπετο. μετὰ δὲ τοῦτο στρατιὰν ἀπολεξάμενος ἐκ τῆς παρούσης εἰς τάγματα ἑκκαίδεκα, καὶ στρατηγοὺς ἐπιστήσας τόν τε πιγκέρνην Ἰωάννην καὶ τὸν γυναικὸς ἀδελφὸν Ἀσάνην τὸν Μανουὴλ, ἐκέλευεν εἰς Βυζάντιον ἐμβαλόντας καὶ περὶ τὸν Μέλανα ποταμὸν στρατοπεδευσαμένους εἴργειν τὴν ἐκ Βυζαντίου στρατιὰν, ὅπως μὴ ἐξίοιεν ἐπὶ τὰς αὐτῷ προσχωρησάσας πόλεις. αὐτὸς δὲ παρεσκευάζετο ὡς ἅμα τοῖς ἐπιλοίποις στρατιώταις διὰ Πειρίνθου καὶ Σηλυβρίας ἦσαν γὰρ ἐπαμφοτερίζουσαι καὶ μηδετέρῳ βασιλέων καθαρῶς προσέχουσαι, διελθὼν καὶ ὑποποιησάμενος, ἅμα πιγκέρνῃ καὶ Ἀσάνῃ τοῖς στρατηγοῖς ἄχρι Βυζαντίου τῶν τειχῶν ἔλθῃ ἀποπειρασόμενος, εἰ προσχωροίη. ἐν Ἀδριανουπόλει δὲ ἐπεὶ τοῦ Καντακουζηνοῦ βασιλέως ἥκει 2.176 γράμματα, ὥσπερ κἀν ταῖς ἄλλαις πόλεσι κελεύοντα αὐτῷ προσέχειν ἤδη βασιλεῖ γεγενημένῳ, οἱ δυνατοὶ μὲν τῶν πολιτῶν ἐδέξαντο προθύμως καὶ ἐκέλευον τὰ γράμματα ἀναγινώσκεσθαι ἐπ' ἐκκλησίας. ὁ δῆμος δὲ οὐχ ἡδέως εἶχε, καὶ δῆλοι ἦσαν ὡς νεωτερίσοντες· οἱ δέ τινες αὐτῶν καὶ φανερῶς ἀντεῖπον. οὓς ἀπήλαυνον πρὸς ὀργὴν οἱ δυνατοὶ οὐ λοιδορίαις μόνον, ἀλλὰ καὶ μάστιγι χρησάμενοι. οἱ δὲ τέως μὲν πρὸς τὴν ὕβριν τῶν δυνατῶν διεκαρτέρουν, δεδιότες τε αὐτοὺς οὐκ ὀλίγους ὄντας, καὶ δημαγωγῶν οὐκ ὄντων ἔτι, οἳ πρὸς ὀργὴν διερεθίσουσιν. ἐπεὶ δὲ ἐπεγένετο ἡ νὺξ, Βράνος τις τοὔνομα τοῦ δήμου εἷς, σκαπάνῃ προσέχων καὶ χερσὶ καὶ γλίσχρως ἐκ τούτων ποριζόμενος τὸν βίον, καὶ δύο προσεταιρισάμενός τινας ἑτέρους, οἳ Μουγδουφὴς καὶ Φραγγόπουλος προσηγορεύοντο, νυκτός τε τῶν δημοτῶν τὰς οἰκίας περιιόντες καὶ πείσαντες μὴ ῥᾳθυμεῖν, ἀλλ' ἐπανίστασθαι τοῖς δυνατοῖς, ὡς οὐκ ἀπαλλαξόμενοι μόνον τῆς ὕβρεως ἐκείνων, ἀλλὰ καὶ τὰς οὐσίας διαρπάσοντες, καὶ χεῖρα οὐκ ὀλίγην