255
τῷ Καμίλλῳ παρέδοσαν, τὴν ητταν ἀγαπῆσαι πρὸ τῆς ἐλευθερίας διὰ τὴν δικαιοσύνην αὐτοῦ λέγοντες. Χρήματα ουν λαβὼν καὶ σπεισάμενος ἀνεχώρησεν. οἱ δὲ στρατιῶται, διαρπάσειν προσδοκήσαντες τοὺς Φαλερίους, ὡς μισοδήμου κατηγόρουν αὐτοῦ. φθονηθεὶς δ' ἐπὶ πλέον κατηγορήθη ὡς μηδὲν τὸ δημόσιον ἐκ τῶν Τυρρηνικῶν ὠφελήσας χρημάτων, αὐτὸς δ' ἐκ τούτων σφετερισάμενος. ουτω δὲ ὠργίζοντο κατ' αὐτοῦ ὡς μηδ' οικτον αὐτοῦ τινα λαβεῖν ἐπὶ τῇ συμβάσῃ αὐτῷ συμφορᾷ· τέθνηκε γὰρ αὐτοῦ νοσήσας ὁ ετερος τῶν υἱῶν. δεόμενος δὲ τῶν φίλων μὴ περιιδεῖν αὐτὸν ἀδίκως κατακρινόμενον, ἐπείπερ ἐκεῖνοι πρὸς μὲν τὴν ψῆφον αὐτῷ βοηθήσειν ἀπείπαντο, τὴν δὲ ζημίαν οφλοντι συνεκτίσειν ὑπέσχοντο, οὐκ ἀνασχόμενος εγνω φυγεῖν ἐκ τῆς πόλεως. καὶ ἐξιὼν ηυξατο, εἰ μὴ δικαίως, υβρει δὲ δήμου ἐκπίπτει καὶ φθόνῳ, ταχὺ τοὺς αὐτοὺς πολίτας αὐτοῦ δεηθῆναι καὶ ζητῆσαι αὐτόν. ̓Εκεῖνος μὲν ουν πρὸς ̔Ρουτούλους μετέστη, ἐρήμην δ' ἑάλω, καὶ ψῆφος ἠνέχθη κατ' αὐτοῦ τίμημα μυρίων καὶ πεντακισχιλίων ἀσσαρίων εχουσα, ο γί2.153 νεται πρὸς ἀργυρίου λόγον δραχμαὶ χίλιαι πεντακόσιαι. οἱ δ' Εὐρωπαῖοι Γαλάται, ων οἱ ̓Ασιᾶται νομίζονται αποικοι, Κελτικὸν οντες γένος, λιπόντες τὴν ἑαυτῶν ὡς οὐκ αὐτάρκη τρέφειν αὐτούς, οἱ μὲν ἐπὶ τὰ ορη τὰ ̔Ριπαῖα ὡρμήκεσαν, οἱ δὲ τῶν Αλπεων ἱδρυθέντες ἐγγὺς χρόνον ἐκεῖ διήγαγον πλείονα. τότε δὲ οινου κομισθέντος ἐξ ̓Ιταλίας, τούτου γευσάμενοι καὶ ὑπερθαυμάσαντες, ἀράμενοι τὰ οπλα καὶ γονέας ἐπαγόμενοι τὴν γῆν ἐκείνην ἐζήτουν, η τοιοῦτον καρπὸν ἀναδίδωσι. καὶ πρὸς πόλιν Τυρρηνίδα Κλούσιον καλουμένην στρατεύσαντες ἐπολιόρκουν αὐτήν. οἱ δὲ Κλουσῖνοι πρὸς τοὺς ̔Ρωμαίους κατέφυγον αἰτοῦντες βοήθειαν. πρέσβεις δ' ἐκ ̔Ρώμης πρὸς ἐκείνους ἐπέμφθησαν· ους οἱ Γαλάται διὰ τὸ τῶν ̔Ρωμαίων ονομα ἐντίμως ἐδέξαντο, καὶ τοῦ τειχομαχεῖν παυσάμενοι εἰς λόγους συνεληλύθασιν. ἐν τούτοις δὲ λοχήσαντες οἱ Κλουσῖνοι μετὰ τῶν ἐκ ̔Ρώμης πρέσβεων ἐπέθεντο τοῖς Γαλάταις. ὁ δὲ τῶν Γαλατῶν βασιλεὺς Βρέννος ὀργισθεὶς ἐπὶ τούτῳ, τῶν Κλουσίνων ἀμελήσας εὐθὺς ὡς ειχε τὸ στράτευμα κατὰ τῆς ̔Ρώμης ἐκίνησεν, ἐπεὶ μὴ ἐπὶ τιμωρίᾳ οἱ πρέσβεις αὐτῷ ἐξεδίδοντο· καὶ τοσούτῳ τάχει ἐχρήσατο ωστ' ἐπελθεῖν αὐτοὺς τῇ πόλει μὴ προμαθόντων ̔Ρωμαίων τὴν εφοδον. τὸ μέντοι δαιμόνιον προαγγεῖλαι αὐτοῖς τὴν εφοδον λέγεται. Μάρκος γὰρ Καίδικος νυκτός ποι βαδίζων φωνῆς ηκουσε λεγούσης "Γαλάται ερχονται." εἰρηκότος δὲ τοῦτο Μάρκου τῷ δήμῳ καὶ τῇ βουλῇ, ἐν παιδιᾷ τὸν λόγον 2.154 ἐποιοῦντο καὶ γέλωτι, εως αὐτάγγελοι οἱ Γαλάται σφῶν πλησίον ἐγένοντο. τότε δὲ σπουδῇ ἐξελθόντες καὶ ἀτάκτως ἀγωνισάμενοι αἰσχρότατα ηττηντο. καὶ πολλοὶ μὲν ἐν τῇ μάχῃ πεπτώκασι, πολλοὶ δὲ φεύγοντες εθνησκον καταλαμβανόμενοι, πλεῖστοι δὲ καὶ εἰς ποταμὸν τὸν Τίβεριν συνωθήθησαν καὶ ἐφθάρησαν· οἱ δὲ λοιποὶ σκεδασθέντες οἱ μὲν εἰς τὴν ̔Ρώμην ἐλθεῖν ἠδυνήθησαν, οἱ δὲ ἀλλαχοῦ. Οἱ δ' ἐν τῇ ̔Ρώμῃ γνόντες τὸ γεγονὸς ἐν ἀμηχανίᾳ ἐγένοντο, καὶ ἀπογνόντες ουτε τῶν τειχῶν φυλακὴν εθεντο ουτε τῆς πόλεως τὰς πύλας εκλεισαν, ἀλλ' οἱ μὲν αὐτὴν ἐκλιμπάνοντες εφευγον, οἱ δὲ σὺν γυναιξὶ καὶ τέκνοις ἀνέδραμον εἰς τὸ Καπιτώλιον. μόνοι δὲ ὀγδοήκοντα ανδρες, ους οἱ μὲν ἱερεῖς ειναί φασιν, οἱ δὲ τοὺς πρώτους ̔Ρωμαίων καθ' ἡλικίαν καὶ πλοῦτον καὶ γένος, ἐνδύντες ἱερὰς η πολυτελεστάτας στολάς, ἐν ἀγορᾷ ἐπὶ τῶν ἐλεφαντίνων δίφρων ἐκάθηντο, τὴν ἐπιοῦσαν προσμένοντες τύχην. οἱ δὲ Γαλάται τῇ ὑστεραίᾳ ηλθον μὲν ἐπὶ τὴν ̔Ρώμην, ἰδόντες δὲ τὰς πύλας ἠνεῳγμένας καὶ τὸ τεῖχος ἀφύλακτον, ἐπέσχον καὶ οὐκ εἰσῄεσαν, ἐνέδραν ὑποτοπήσαντες. τῇ δὲ τρίτῃ θαρσήσαντες εἰσεπήδησαν καὶ ειλον τὴν πόλιν. καὶ τῷ μὲν Καπιτωλίῳ φρουρὰν ὁ τῶν βαρβάρων ἐπέστησε βασιλεύς, αὐτὸς δὲ διιὼν τὴν ἀγορὰν ἐθαύμαζε τοὺς προκαθημένους ἐκείνους ανδρας, ὁρῶν ἐν κόσμῳ αὐτοὺς ἀτρεμοῦντας καὶ σιωπῇ. τοὺς δὲ Γαλάτας ειχεν εκπληξις πρὸς τὸ ατοπον, ωκνουν τε αὐτοῖς προσελθεῖν. ὀψὲ δὲ τολμήσας τις ἑνὶ παρέστη, καὶ τῆς