255
τήνπερ κατουλάδα κικλήσκουσι. Καυμασία. καυμελαύκιον η καυμελαύχιον. διὰ τὸ πρὸς τὸ καῦμα ἐπιτήδειον. ̓Αντίπατρος ἐν ἐπιγράμματι· Καυσίη ἡ τοπάροιθε Μακηδόσιν ευκολον οπλον, kappa.1158 καὶ σκέπας ἐν νιφετῷ καὶ κόρυς ἐν πολέμῳ. κυρίως καλυμαύκιον λέγεται ἀπὸ τοῦ καλύπτειν τὸν αὐχένα. Καταχήνη. ἡ χάσμησις. παρὰ τὸ χαίνω ῥῆμα χήνη καὶ καταχήνη. Κακίαν. τὴν τοῦ κακῶσαι τὸν πέλας σπουδήν. ουτως Παῦλος ὁ ̓Απόστολος κακοήθειαν τὴν κακοτροπίαν λέγει. †Καρχηδών. ἐπὶ τῆς Λιβύης.† †Καλχηδών. ἡ ἐν Βυζαντίῳ, η καὶ Χαλκηδὼν λέγεται.† (Οὐδέτερον.) Κάγκανον. ξηρόν. Καθῆκον. πρέπον. Καθ' αὑτό. τὸ πρώτως καὶ κατ' οὐσίαν προσὸν τινὶ καὶ μὴ κατὰ συμβεβηκός. ωσπερ τὸ λογικὸν, τοῦτο γὰρ οὐσιωδῶς πρόσεστι τῷ ἀνθρώπῳ. Κακόν. τὸ δι' ἑαυτοῦ φευκτὸν, καὶ πρὸς ετερον βλαβερόν. Καλλιέρημα. θυσία εὐπρόσδεκτος. Καλώδια. σχοινία. Καλλίπνοα. εὐώδη. †Κάλαιον. τὸ γένειον.† kappa.1159 Καλοπόδιον. σκυτοτομικὸν ἐργαλεῖον. Καλτίκια. τὰ καλλίγια. Καλόν. οπερ ἀγαθόν ἐστι καὶ ἡδύ. καλὸν φύσει ἐστὶν, ο ἀεὶ καὶ πᾶσι τοιοῦτόν ἐστιν, ο μὴ αλλου τινὸς ενεκεν αἱρετὸν, ἀλλ' αὐτὸ δι' αὐτὸ ἐπιθυμητὸν ἀεὶ καὶ ὡσαύτως εχον καὶ οὐδέποτε ἀμβλυνόμενον κόρῳ. Καμελαύκιον. ̔Ρωμαία ἡ λέξις· ῥηθείη δ' αν καὶ ἑλληνιστὶ παρὰ τὸ καῦμα ἐλαύνειν καυμελαύκιον. Κανοῦν. τὸ κανίσκιον. Καπιτώλιον. ἱερὸν η παλάτιον η ἀγορά. καπιτωλεῖον δὲ ὁ ἀγὼν, δίφθογγον. Κάποσ. τὸ πνεῦμα. Καππαδόκιον τέρασ. Κάππα. τὸ στοιχεῖον. οτι Κάπιος ἐστὶν ευρεμα. η κάππα τὶ ον τὸ εχον οπα, ο ἐστι φωνήν· τὰ γὰρ ψιλὰ ἀπὸ κάτω τῆς γλώσσης εχει τὴν προφορὰν τῆς φωνῆς. Κάλανδα. ἡμέραι, η μηνῶν ἀρχαὶ κατὰ ̔Ρωμαίους. Καρφαλέον. τὸ ξηρόν. kappa.1160 Κάρφοσ. ξύλον ξηρόν. Καρχαλέον. κατάξηρον. τραχύ. Κάρχαρον. τραχὺ η ὀξύ. Κάρσιον. πλάγιον. Καρυκεύματα. τραγήματα. η πολυτελῆ ἀρτύματα. Καρχήσιον. τὸ ακρον τοῦ ἱστοῦ. Καρμεντάλια. ἑορτή. Καταδεέστερον. ταπεινότερον. Καταθύμιον. κατὰ νοῦν. Καταγώγιον. τὸ κατάλυμα. τὸ οικημα. Κάταντεσ. τὸ κατωφερές. Κατάῤῥυτον. ἀρδεύσιμον. Κατωμοτικόν. τὸ μεθ' ορκου βεβαιωτικόν. οιον· νὴ τὸ σκῆπτρον τοῦτο. Κατὰ κάθετον. τὸ ἀπὸ υψους εἰς βάθος διάστημα. Καταχρηστικόν. πᾶν τὸ μὴ ὁριστικῶς, ἀλλ' ἐν ἀφελότητι καὶ ἀκακίᾳ εἰρημένον ὑπό τινος. ατινα οὐδὲ εἰς νόμον η ορον ἀναφέρεσθαι δύνανται, οιόν ἐστι τὸ εἰρημένον· οτι τότε ἐνέπτυσαν εἰς τὸ πρόσωπον αὐτοῦ. οὐ γὰρ τοῦkappa.1161 το δυνάμεθα πρόσωπον ἰδικὸν εἰπεῖν τὸ αγιον σῶμα αὐτοῦ, ἀλλὰ φύσιν. Καυνάκιον. στρῶμα. Καινοτάφια. μεθ' ων ἐλίσσεται ὁ νεκρός. Καίριον. ἀπὸ τοῦ κὴρ, ο σημαίνει τὴν θανατηφόρον μοῖραν, γίνεται καρὸς καὶ καίριον, ηγουν τὸ θανάσιμον καὶ ἐπικίνδυνον. Κάλλυντρον. κόσμιον. παρὰ τὸ κορῶ, ο σημαίνει τὸ σαίρω, τὸ καλλύνω. Κάγκανα. τὰ ξηρὰ ξύλα καὶ εἰς καῦσιν ἐπιτήδεια, οἱονεὶ κατάκανα τινὰ οντα. παρὰ τὸ καίνειν, τὸ κόπτειν. καὶ συγκοπῇ καὶ πλεονασμῷ τοῦ ˉγ κάγκανα. η ωσπερ ἀπὸ τοῦ τέκω γίνεται τέκανον, καὶ κατὰ συγκοπὴν τέκνον, ουτω καὶ παρὰ τὸ καίω ῥῆμα γίνεται κάνον καὶ κατὰ ἀναδιπλασιασμὸν καὶ πλεονασμὸν τοῦ ˉγ κάγκανον. ενθ' επειθ' οἱ μὲν ξύλα κάγκανα-. Κάλλη. κυρίως τὰ βεβαμμένα ερια. Καλῴδιον. σὺν τῷ ˉι γράφεται· συνεξηκολούθησε γὰρ τὸ λαγῴδιον, στῴδιον, κῴδιον. σημαίνει τὸ στῴδιον τὴν στοάν. kappa.1162 Κανὸν καὶ κανοῦν. τὸ κανίσκιον. παρὰ τὸ χαίνειν χανοῦν καὶ κανοῦν, ἀπὸ τοῦ κεχηνέναι. Κάρηνα. ἀκρόπολις. ἐξοχαί. ἀπὸ τοῦ κάρα κάρηνα. σημαίνει δὲ καὶ τὴν κεφαλήν. -τῇ ῥα μάλιστα ἀνδρῶν πίπτε κάρηνα-. Κάρητοσ. τῶν εἰς ˉαˉρ οὐδετέρων τὰ μὲν ὑπὲρ δύο συλλαβὰς απαντα διὰ τοῦ τος κλίνονται. ονειαρ, ὀνείατος. ουτως ουν κάρηαρ, καρήατος, καὶ κατὰ συγκοπὴν κάρητος. τῶν δὲ δισυλλάβων τὰ μὲν φύσει μακρὰ διὰ τοῦ ˉτˉοˉς κλίνονται, οιον ηπαρ, ηπατος. τὰ δὲ βραχέα η θέσει μακρὰ παραλήγοντα διὰ τοῦ ρος κλίνονται. οιον θέναρ, θέναρος, υπαρ, υπαρος· σημαίνει δὲ τὸ ἀληθὲς ἐνύπνιον, τὴν λεγομένην ὀπτασίαν· εαρ, εαρος καὶ κατὰ κρᾶσιν ηρος, κέαρ, κεάρος καὶ κῆρος, αλκαρ, αλκαρος, ο