255
βαρυτέρα ἀμφοτέρων.» «Μὴ ἴσθι ἑταῖρος ἀνδρὶ θυμώδει, φίλῳ δὲ ὀργίλῳ μὴ συναυλίζου· μήποτε μάθῃς τῶν ὁδῶν αὐτοῦ, καὶ λάβῃς βρόχον τῇ σῇ ψυχῇ.» «Ἀνὴρ θυμώδης ὀρύσσει νεῖκος· ἀνὴρ δὲ ὀργίλος ἐξόρυξεν ἁμαρτίας.» «Οὐ λαλήσεις λόγον ἐν ὀργῇ ἐκ τοῦ στόματός σου.» «Χείλη ἄφρονος ἄγουσιν αὐτὸν εἰς κακά· τὸ δὲ στόμα αὐτοῦ τὸ θρασὺ, θάνατον ἐπικαλεῖται.» «Στόμα ἄφρονος συντρίβει αὐτὸν, τὰ δὲ χείλη αὐτοῦ παγὶς τῇ ψυχῇ αὐτοῦ.» «Ἀναιδὴς ἀνὴρ ἀναιδῶς ὑφίσταται προσώπῳ.» «Ἄνεμος βοῤῥᾶς ἐξεγείρει νέφη· πρόσωπον δὲ ἀναιδὲς γλῶσσαν ἐρεθίζει. Ὁ σκληρὸς τὴν καρδίαν ἐμπεσεῖται κακοῖς.» «Μὴ σπεύσῃς ἐν πνεύματί σου θυμοῦσθαι, ὅτι θυμὸς ἐν κόλπῳ ἀφρόνων ἀναπαύεται.» «Ὄψις πόρνης ἐγένετό σοι· ἀπηναισχύντησας πρὸς πάντας.» «Ψυχὴ τολμηρὰ ἐξαρθήσεται.» «Οὐ δυνήσεται θυμὸς ἄδικος δικαιωθῆναι. Ἡ γὰρ ῥοπὴ τοῦ θυμοῦ αὐτοῦ πτῶσις αὐτῷ.» «Ἀπόστησον θυμὸν ἀπὸ καρδίας σου.» «Ζῆλος καὶ θυμὸς ἐλαττοῦσιν ἡμέρας.» «Κύριε παντοκράτορ, ὁ Θεὸς τῆς σωτηρίας μου, ψυχῇ ἀνδρὸς ἀναιδοῦς μὴ παραδῷς με.» 96.268 «Πᾶς ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ εἰκῆ, ἔνοχος ἔσται τῇ κρίσει.» «Ὀργίζεσθε, καὶ μὴ ἁμαρτάνετε· ὁ ἥλιος μὴ ἐπιδυέτω ἐπὶ τῷ παροργισμῷ ὑμῶν, μηδὲ δίδοτε τόπον τῷ διαβόλῳ. Πᾶσα πικρία, καὶ ὀργὴ, καὶ βλασφημία ἀρθήτω ἀφ' ὑμῶν, σὺν πάσῃ κακίᾳ.» «Ὀργὴ ἀνδρὸς δικαιοσύνην Θεοῦ οὐκ ἐργάζεται.» Οὐαὶ οἱ μεθύοντες, οὐκ ἀπὸ οἴνου. Θυμὸς μέθη ἐστὶ ψυχῆς, ἔκφρονα αὐτὴν ποιῶν ὡς ὁ οἶνος. Λύπη μέθη ἐστὶ καὶ αὐτὴ, καταβαπτίζουσα διάνοιαν. Ἐννόησόν μοι τὸν ὀργιζόμενον, ὅπως μεθύει τῷ πάθει. Οὐκ ἔστιν αὐτὸς ἑαυτοῦ κύριος. Ἀγνοεῖ ἑαυτόν· ἀγνοεῖ τοὺς παρόντας. Ὥσπερ ἐν νυκτομαχίᾳ πάντων ἅπτεται, πᾶσι προσπταίει, ἀταμίευτα φθέγγεται, δυσκάθεκτός ἐστι, λοιδορεῖται, τύπτει, διόμνυται, βοᾷ, διαῤῥήγνυται. Φεῦγε ταύτην τὴν μέθην. Ἐπειδὰν ἅπαξ παρωσάμενον τοὺς λογισμοὺς τὸ πάθος τῆς ὀργῆς, τὴν δυναστείαν τῆς ψυχῆς παραλάβῃ, ἀποθηριοῖ παντελῶς τὸν ἄνθρωπον, καὶ οὐδὲ ἄνθρωπον εἶναι συγχωρεῖ, οὐκέτι ἔχοντα τὴν ἐκ λόγου βοήθειαν. Ὅπερ γὰρ τοῖς ἰοβόλοις ἐστὶν ἰὸς, τοῦτο τοῖς παροξυνθεῖσι θυμὸς γίνεται. Λυσσῶσιν ὥσπερ οἱ κύνες· ᾄττουσιν ὥσπερ οἱ σκορπίοι· δάκνουσιν ὥσπερ οἱ ὄφεις. Οἶδεν καὶ ἡ Γραφὴ τοὺς ὑπὸ τοῦ πάθους κεκρατημένους ταῖς τῶν θηρίων προσηγορίαις ἀποκαλεῖν. ∆ιὰ θυμὸν ἀχάλινοι γλῶσσαι, καὶ ἀπύλωτα στόματα, χεῖρες ἀκρατεῖς, ὕβρεις, ὀνείδη, κατηγορίαι, πληγαὶ, τὰ ἄλλα ὅσα οὐδὲ ἀριθμῆσαι ἔστιν. ∆ιὰ θυμὸν καὶ ξίφος ἀκονᾶται. ∆ιὰ τοῦτον ἀδελφοὶ μὲν ἀλλήλους ἠγνόησαν, γονεῖς δὲ καὶ τέκνα τῆς φύσεως ἐπελάθοντο· ἀγνοοῦσι μὲν ἑαυτοὺς πρῶτον οἱ ὀργιζόμενοι, ἔπειτα καὶ πάντας ὁμοίως τοὺς ἐπιτηδείους. Ὥσπερ δὲ αἱ χαράδραι πρὸς τὰ κοῖλα ῥεῦσαι τὸ προστυχὸν παρασύρουσιν, οὕτως αἱ τῶν ὀργιζομένων ὁρμαὶ βίαιοι καὶ ἀκάθεκτοι διὰ πάντων ὁμοίως χωροῦσιν. Οὐ πολιὰ τοῖς θυμουμένοις αἰδέσιμος· οὐκ ἀρετὴ βίου, οὐκ οἰκειότης γένους, οὐ προλαβοῦσαι χάριτες. οὐκ ἄλλο τι τῶν τοιούτων τίμιον παρ' αὐτοῖς ἐστί. Μανία τίς ἐστιν ὀλιγοχρόνιος ὁ θυμός. Ἐν ἁμίλλαις πονηραῖς ἀθλιώτερος ὁ νικήσας, διότι ἀπέρχεται τὸ πλέον ἔχων τῆς ἁμαρτίας. Μὴ τοίνυν γένῃ κακοῦ πληρωτὴς ἐράνου, μηδὲ πονηροῦ δανείου πονηρότερος ἐκτιστής. Ὕβρισεν· ὠργίσθη· στῆσον τῇ σιωπῇ τὸ κακόν. Σὺ δὲ ὥσπερ ῥεῦμα τὴν ἐκείνου ὁρμὴν εἰς τὴν ἰδίαν καρδίαν ὑποδεξάμενος, τοὺς ἀνέμους μιμῇ διὰ τῆς ἀντιπνοίας ἀντιδιδόντας τὸ ἐνεχθέν. Μὴ διδασκάλῳ χρήσῃ τῷ ἐχθρῷ, μηδὲ ὃ μισεῖς, τοῦτο ζηλώσῃς, μηδὲ γένῃ ὥσπερ κάτοπτρον τοῦ ὀργίλου, τὴν ἐκείνου μορφὴν ἐν σεαυτῷ δεικνύς. Ἐρυθρὸς ἐκεῖνος, σὺ δὲ οὐκ ἐφοινίχθης; ὀφθαλμοὶ 96.269 ὕφαιμοι· οἱ δὲ σοὶ γαληνὸν βλέπουσι; φωνὴ τραχεῖα· ἡ δὲ σὴ ἡπία; οὐδὲ ἐν ταῖς ἐρημίαις ἠχὼ οὕτως ἀνεκλάσθη ἀκεραία πρὸς τὸν φθεγξάμενον, ὡς ἐπὶ τῶν λοιδόρων αἱ ὕβρεις ἐναπαναστρέφουσιν. Μᾶλλον δὲ ὁ μὲν ἦχος ὁ αὐτὸς ἀπεδόθη, ἡ δὲ λοιδορία μετὰ προσθήκης ἐπάνεισιν. Τί ὀργῆς ἀφρονέστερον; ἐὰν μείνῃς ἀνόργητος, ᾔσχυνας τὸν ὑβρίσαντα, ἔργῳ τὴν σωφροσύνην ἐπιδειξάμενος. Ἐῤῥαπίσθης; καὶ γὰρ καὶ ὁ Κύριος. Ἐνεπτύσθης; ἀλλὰ