15 [λγʹ.] Τοῦ αὐτοῦ εἰς τὸ εὐαγγελικόν· «Μαρία· στραφεῖσα ἐκείνη λέγει αὐτῷ»
23 μβʹ. Ἐκ τοῦ πρώτου λόγου τοῦ Περὶ υἱοῦ, εἰς τὸ «τρεῖς αἱ ἀνωτάτω δόξαι περὶ θεοῦ»
48 ξγʹ Ὑμεῖς μὲν τὸ «πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς» ἠρωτήκατε, ὅ τι ποτὲ σημαίνει
82 Ἐκ τῆς πρὸς Φιλιππησίους εἰς τὸ «ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος».
105 Ἐκ τοῦ «πάλιν Ἰησοῦς ὁ ἐμός», εἰς τὸ «πατὴρ ὁ πατὴρ καὶ {οὐκ} ἄναρχος» .
110 Σύντομοι ἀλληγορίαι τῶν παρὰ τοῖς Ἰουδαίοις νομίμων τε καὶ ἐθῶν
μόνος γὰρ οὗτος παρὰ τοὺς ἄλλους ἀκριβεστέραν τὴν πραγματείαν πεποίηται περὶ τὸν θεῖον διάκοσμον.
καταντήσεις τὸ πρῶτον πλάσμα καὶ δημιούργημα, ὃ δὴ ἐξ οὐκ ὄντων γεγένηται. Ἐπεὶ δὲ ταῖς τοιαύταις προθέσεσι καὶ ἡ καθ' ἡμᾶς θεολογία ἐπὶ ταῖς θείαις ὑποστάσεσι κατεχρήσατο, Πλατωνίζοντές τινες τῶν δοκούντων ἀπὸ τῆς ἡμετέρας τυγχάνειν αὐλῆς, ἐπειδή φασι τὰ θεῖα λόγια ἐκ τοῦ πατρὸς γεγενῆσθαι τὰ ὄντα διὰ τοῦ υἱοῦ, διὰ μὲν τῆς «ἐξ» προθέσεως προσκειμένης τῷ πατρὶ ποιητικὸν τοῦτον εἰσάγουσιν αἴτιον, διὰ δὲ τῆς «διὰ» προσκειμένης τῷ υἱῷ εἰς ὀργάνου μοῖραν ἀποκληροῦσι τὸν μονογενῆ λόγον, πέλεκύν τινα τοῦτον (ἀλλ' ἵλεως ἡμῖν εἴης, λόγε θεοῦ) ἢ λαξευτή ριον ἢ ἄλλο τι τῶν χαλκευτικῶν ὀργάνων κατονομάζοντες. εἰσὶ δ' οἳ καὶ ἀναισχυντότερον βλασφημήσαντες τὸν μὲν πατέρα ὕλην εἰρήκασι διὰ τὴν Ἀριστοτελικὴν περὶ τῆς «ἐξ» προθέσεως διάταξιν, τῇ ὕλῃ ταύτην ἀπο κληρώσασαν. Οἱ μὲν οὖν ἔξω θεολόγοι τε καὶ φιλόσοφοι, τὸ πᾶν τῆς θεολογίας ἐν ταῖς λέξεσιν εἶναι τιθέμενοι, οὕτω ταῦτα διεῖλον καὶ διηκρίβωσαν· οἱ δὲ καθ' ἡμᾶς θεοφόροι πατέρες, ἐν τοῖς πράγμασιν ἔχοντες τὴν ἀκρίβειαν, ἧττον τῶν ὀνομάτων φροντίζουσι. διὰ τοῦτο τὴν «ἐξ» πρόθεσιν ποτὲ μὲν ἐπὶ τῆς ὕλης τιθέασιν, ὡς τὸ «ποιήσεις τὴν λυχνίαν ἐκ χρυσίου καθαροῦ», καὶ αὖθις τὴν κιβωτὸν πρὸς τὸν Νῶέ φησιν ὁ θεὸς «ἐκ ξύλων» ἀσήπτων, καὶ «ἐκ πηλοῦ διήρτισαι σύ, ὡς κἀγώ» ἐν τῷ Ἰώβ ἐστι κείμενον, καὶ «ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκός» (ἁπανταχοῦ γὰρ ἡ πρόθεσις αὕτη τὴν ὕλην δηλοῖ), ποτὲ δὲ τὴν αὐτὴν καὶ ἐπὶ «τοῦ ἐπὶ πάντων» τιθέασι «θεοῦ», ἐκ τοῦ θεοῦ τὰ πάντα γεγενῆσθαι διαταττόμενοι. εἰ μὲν οὖν αἱ προθέσεις αὗται ἀποκληρωτικῶς ταῖς ὑποστάσεσιν ἔκειντο, οὐδ' οὕτω μὲν ἂν εἶχεν αὐτοῖς χώραν τὸ καθ' ἡμῶν δυσσεβές· ἐπεὶ δὲ καὶ αἱ τάξεις ἀμείβονται, ὡς πρῶτον μὲν ἐν τούτῳ κεῖσθαι τὴν «διά», εἶτα τὴν «ἐξ οὗ», ἐν ἄλλοις δὲ τὴν «ἐξ οὗ», εἶτα τὴν «διά», καὶ αἱ προθέσεις ἐπὶ τῶν προσώπων ἐναλ λαττόμεναι φαίνονται, πῶς οὗτοι κυριολογοῦντες τὰ διάφορα ὡς ἀλη θεύοντες δεχήσονται παρ' ἡμῶν; Τὰς μὲν οὖν χρήσεις τῶν τε μεταλήψεων καὶ τῶν ἐναλλαγῶν ἀφθόνως σοι δώσει ὁ μέγας Βασίλειος, εἴ γε ταῖς πρὸς Ἀμφιλόχιον ὁμιλήσαις περὶ τούτων διατυπώσεσιν· ἡμῖν δὲ δεικτέον, ὅπως ἐφ' ἑνὸς προσώπου αἱ διῃρημέναι συνῆλθον προθέσεις. «ἐξ αὐτοῦ» γάρ φησιν ὁ ἀπόστολος «καὶ δι' αὐτοῦ καὶ εἰς αὐτὸν τὰ πάντα»· πῶς γὰρ τὸ αὐτὸ πρόσωπον καὶ ποιητικὸν δύναται εἶναι κατὰ Πλάτωνα διὰ τὴν «ἐξ» πρόθεσιν ἢ καὶ ὑλικὸν κατὰ τὸν Ἀριστοτέλην, καὶ ὀργανικὸν διὰ τὴν «διά», καὶ τελικὸν διὰ τὴν «εἰς ὅ»; ἀλλὰ τοῦτο μᾶλλον ἐνδεικτικόν ἐστι τοῦ ἀπὸ τοῦ θεοῦ τὰ πάντα παρῆχθαι καὶ πρὸς τὸν θεὸν ἔχειν τὴν ἐπιστροφήν· πᾶν γὰρ τὸ γεννώμενον, ὡς ἡ πρεσβυτέρα θεολογία φησίν, ἐκεῖθεν ἐπιστρέφει ὅθεν τὴν γένεσιν ἔσχηκε. τὸ μὲν οὖν «ἐξ αὐτοῦ» τὴν ἐκ τοῦ θεοῦ σημαίνει τῶν ὅλων ἀπογέννησιν, τὸ δὲ «εἰς αὐτὸν» τὴν τῶν γεννηθέντων ἐπιστροφήν, τὸ δὲ «δι' αὐτοῦ», μέσον κείμενον, τὴν ποιητικὴν τῶν ὄντων δηλοῖ ἐνέρ γειαν. ἵνα γὰρ μὴ τὴν ὕλην νοήσωμεν διὰ τῆς «ἐξ» προθέσεως, ἥτις ἀπο γεννᾷ μέν, οὐδὲν δὲ παρὰ τὴν γέννησιν ἐνεργεῖ, διὰ τοῦτό φησιν ὁ ἀπόστο λος, «ἐξ αὐτοῦ καὶ δι' αὐτοῦ καὶ εἰς αὐτόν», ὅτι τε, φησίν, ἐξ αὐτοῦ τὸ πᾶν προελήλυθε καὶ διὰ τῆς ἐνεργοῦς αὐτοῦ ποιήσεως ἀποτετέλεσται καὶ εἰς αὐτὸν αὖθις ἐπέστραπται. «αὐτῷ ἡ δόξα», κατ' αὐτὸν φάναι τὸν θεῖον ἀπόστολον, «εἰς τοὺς αἰῶνας, ἀμήν».
114 Περὶ τῆς κατὰ Χριστὸν γενεαλογίας ἀπὸ Ἀδάμ
∆εῖ τὸν φιλόσοφον παντοδαπὸν εἶναι καὶ φιλοτιμεῖσθαι μὴ μόνον ἐπιστήμας καὶ τέχνας εἰδέναι, ἐξ ὧν σοφία καὶ φρόνησις τὸ συναγόμενον πέφυκεν, ἀλλὰ καὶ ἱστορίαν συλλέγειν καὶ γεωγραφίας ἔχεσθαι καὶ τῆς ἄλλης μουσικῆς μὴ ἀπείρως ἔχειν· μουσικὴν