255
ἐτύρευσαν θάνατον. "Καὶ ἐπολέμησάν με δωρεάν. [δʹ.] Ἀντὶ τοῦ ἀγαπᾷν με, ἐνδιέβαλλόν με." Οὐ γὰρ μόνον κακοῦ τινος οὐκ ἐπειράθησαν παρ' ἐμοῦ, ἀλλὰ καὶ μυρίων ὅσων ἀπήλαυσαν ἀγαθῶν· ὑπὲρ ὧν ἀγαπᾷν ὀφεί λοντες, τὰ δυσμενῶν ἔδρασαν. "Ἐγὼ δὲ προσηυχό μην." Καὶ τούτου μάρτυς τῶν ἱερῶν Εὐαγγελίων ἡ ἱστορία. Τῷ ἰκρίῳ γὰρ σταυροῦ προσηλωμένος ἐβόα· "Πάτερ, ἄφες αὐτοῖς· οὐ γὰρ οἴδασι τί ποιοῦ σιν." εʹ. "Καὶ ἔθεντο κατ' ἐμοῦ κακὰ ἀντὶ ἀγαθῶν, καὶ μῖσος ἀντὶ ἀγαπήσεώς μου." Ἐγὼ μὲν οὖν αὐτοὺς εὐεργεσίαις ἐπέκλυσα· αὐτοὶ δέ με τοῖς ἐναντίοις ἠμείψαντο. ʹ. "Κατάστησον ἐπ' αὐτὸν ἁμαρτωλὸν, καὶ διά βολος στήτω ἐκ δεξιῶν αὐτοῦ." Τὸ κατάστησον, ἀντὶ τοῦ καταστήσεις· καὶ στήτω, ἀντὶ τοῦ στα θήσεται· καὶ τοῦτο σαφῶς ἡμᾶς ὁ θεῖος ἐδίδαξεν εὐαγγελιστής. Ὁ μὲν γὰρ θεσπέσιος ἤρετο Ἰωάννης, τίς εἴη ὁ προδότης· ὁ δὲ Κύριος εἶπεν· "Ὧ ἐὰν ἐμβάψας τὸ ψωμίον ἐπιδώσω, αὐτός ἐστι· καὶ βά ψας, φησὶν, ἀπέδωκεν αὐτὸ Ἰούδᾳ· καὶ μετὰ τὸ ψωμίον εἰσῆλθεν εἰς αὐτὸν ὁ Σατανᾶς," εὐτρε πεῖς εὑρὼν τὰς εἰσόδους. Αὐθαίρετος γὰρ πρὸς Ἰουδαίους ἀπελθὼν, τῆς προδοσίας ἐποιήσατο τὰς συνθήκας, καὶ πολλαῖς μετὰ ταῦτα εὐεργεσίαις ἐπικλυσθεὶς ἀγνώμων μεμένηκεν. Ἑκὼν τοιγαρ οῦν σύνοικον ἐδέξατο τὸν πολέμιον. ζʹ. "Ἐν τῷ κρίνεσθαι αὐτὸν, ἐξέλθοι καταδεδι κασμένος [ἀντὶ τοῦ, ἐξελεύσεται]. Καὶ ἡ προσευχὴ αὐτοῦ γενέσθω εἰς ἁμαρτίαν [ἀντὶ τοῦ, γενήσεται]." Πάσης γὰρ ἀπολογίας ἔρημος ὁ προδότης. ∆ιὸ κρι νόμενος κατακρίνεται, καὶ ἡ προσφερομένη ὑπ' αὐτοῦ προσευχὴ* τὴν κατηγορίαν αὔξει. Οὐ γὰρ ἠγνόει τὸν εὐεργέτην, ἀλλὰ καὶ τῶν θείων ἀπήλαυσε 80.1757 λόγων, καὶ θαυμάτων μεγίστων οὐ μόνον αὐτόπτης, ἀλλὰ καὶ αὐτουργὸς ἐγένετο, παρ' αὐτοῦ τὴν ἐξου σίαν λαβών. ηʹ. "Γενηθήτωσαν αἱ ἡμέραι αὐτοῦ ὀλίγαι, καὶ τὴν ἐπισκοπὴν αὐτοῦ λάβοι ἕτερος." Καὶ αὕτη ἡ πρόῤῥησις τὸ τέλος ἐδέξατο· αὐτὸς γὰρ παραχρῆμα τὸν διὰ τῆς ἀγχόνης ὑπέμεινε θάνατον, καὶ ὁ Ματθίας ἀντὶ ἐκείνου ταχθεὶς τὸν τῶν ἀποστόλων ἐπλήρωσεν ἀριθμόν. θʹ. "Γενηθήτωσαν οἱ υἱοὶ αὐτοῦ ὀρφανοὶ, καὶ ἡ γυνὴ αὐτοῦ χήρα." Ταῦτα οὐ τῷ Ἰούδᾳ μόνον, ἀλλὰ καὶ πᾶσι τοῖς ἀπίστοις συνέβη Ἰουδαίοις. Ὀλίγων γὰρ μετὰ τὸν σταυρὸν διελθόντων ἐτῶν, ἀνάστατον ἅπαν τὸ γένος ἐγένετο· καὶ οἱ μὲν ἀνῃρέθησαν, αἱ δὲ τούτων γυναῖκες μετὰ τῶν παίδων ἐξηνδρα ποδίσθησαν. Τοῦτο μὲν καὶ ὁ προφητικὸς ηὔξατο λόγος. ιʹ. "Σαλευόμενοι μεταναστήτωσαν οἱ υἱοὶ αὐ τοῦ, καὶ ἐπαιτησάτωσαν, καὶ ἐκβληθήτωσαν ἐκ τῶν οἰκοπέδων αὑτῶν." Ἢ κατὰ τοὺς ἄλλους, ἐκ τῶν ἐρειπίων αὑτῶν. Καυθεισῶν γὰρ τῶν οἰκιῶν, καὶ οἰκοπέδων, ἢ ἐρειπίων γενομένων, οἱ μὲν ἀν ηρέθησαν τῶν οἰκητόρων, οἱ δὲ ἀπηνέχθησαν δορυ άλωτοι. ιαʹ. "Ἐξερευνησάτω δανειστὴς πάντα ὅσα ὑπάρχει αὐτῷ." Ὁ δὲ Σύμμαχος οὕτως· Συγκρού σαι πράκτωρ πάντα τὰ ὑπάρχοντα αὐτῷ. Πρά κτορες δὲ καὶ οἱ Ῥωμαίων βασιλεῖς, τὸν ἐπικείμε νον εἰσπραττόμενοι φόρον. Οὗτοι δὲ τὰ Ἰουδαίων διήρπασαν ἅπαντα, ἀκριβῶς ἐρευνήσαντες, ὡς καὶ τὰ κεκρυμμένα εὑρεῖν τε καὶ σφετερίσασθαι. "Καὶ διαρπασάτωσαν ἀλλότριοι τοὺς πόνους αὐ τοῦ. [ιβ.] Μὴ ὑπαρξάτω αὐτῷ ἀντιλήπτωρ, μηδὲ γενηθήτω οἰκτίρμων τοῖς ὀρφανοῖς αὐτοῦ." Τούτων δὲ γινομένων, καὶ τῶν πολεμίων τὰ τούτοις προσ ήκοντα διανεμομένων, οὐδεὶς αὐτοῖς ἐπίκουρος ἔσται, οὐδὲ φειδοῦς αὐτῶν οἱ παῖδες ἀξιωθήσον ται. ιγʹ. "Γενηθήτω τὰ τέκνα αὐτοῦ εἰς ἐξολόθρευ σιν, ἐν γενεᾷ μιᾷ ἐξαλειφθείη τὸ ὄνομα αὐτοῦ." Τεσσαράκοντα γὰρ οὐ διελθόντων ἐνιαυτῶν, παν ωλεθρίαν ὑπέμεινεν ὁ Ἰουδαίων λαὸς, καὶ οὐκ ἔτι καθ' ἑαυτοὺς πολιτεύονται, οὐδὲ οἰκείους ἔχουσι βα σιλεῖς τε καὶ ἄρχοντας, οὐδὲ πολυθρύλλητον ἐκείνην μητρόπολιν, οὐδὲ τὴν κατὰ νόμον ἐπιτελοῦσι λα τρείαν, ἀλλὰ φροῦδα πάντα ἐκεῖνα, καὶ ἡ κιβωτὸς, καὶ αἱ πλάκες, καὶ τὰ τῶν Χερουβὶμ ἐκτυπώματα, καὶ τὸ ἱλαστήριον, καὶ ἡ λυχνία, καὶ τὸ θυσιαστή ριον, καὶ ἡ ἀρχιερατικὴ στολὴ, καὶ τὰ ἄλλα πάντα ὅσα θεόσδοτα παρ' αὐτοῖς καὶ περίβλεπτα. ιδʹ. "Ἀναμνησθείη ἡ ἀνομία τῶν πατέρων αὐτοῦ ἔναντι Κυρίου, καὶ ἡ