255
λάρυγγος τοῦ ἐρευξαμένου ἄθεα μάχαιραν διελάσαι, κατὰ τοῦ ὤμου τοῦ παλλομένου ἐφ' ὕβρει Χριστοῦ καιρίαν πληγὴν ὑποδῦναι, ὑπὲρ ἐκχύσεως αἱμάτων δικαίων αἷμα ἄδικον χεθῆναι, ἀντὶ κοπῆς καὶ ξεσμῶν μελῶν καὶ νώτων μέλη κοπῆναι θεοστυγῆ, ἀντὶ θανάτου ὁσίου ἀνόσιον θάνατον ἀποδειχθῆναι καὶ ἀντὶ πορφυρίδος ῥάκος ἐνδύσασθαι τὸ ἄτιμον σπέρμα. Καὶ οὐκ ἐπιχαιρόμενος τῷ πτώματι τοῦ ἀσεβοῦς (ἐπεὶ καὶ στένων καὶ κλαίων) κωμῳδῶ τὸν τρόπον τοῦ θανάτου, ἀλλ' ὅτι κακὸς κακῶς ἀπολεῖται, ὡς ἡ τοῦ ἀψευδοῦς ἀπόφασις, καὶ πᾶς νεανιευόμενος κατὰ θεοῦ ἐφάμιλλα ὧν ἔδρασεν ἀπολήψεται κἀνταῦθα· οὔπω γὰρ λέγω τὸ μέλλον καὶ τελευταῖον πῦρ, ᾧ δοκιμασθήσεται πᾶς ἀσεβὴς καὶ παράνομος. τί οὖν πρὸς ταῦτα; νέου Ἰωσίου χρεία, εἰ δὲ βούλει, Ἰοβιανοῦ τινος ἢ ἄλλου τῶν τοιούτων· ὃς ζηλῶν τῷ Κυρίῳ σπεύσειεν ἀνορθῶσαι τὰ κατερραγμένα, συνάψαι τὰ διεστῶτα, ἀποδοῦναι θεῷ τὰ τοῦ θεοῦ, τὸ δὴ λεγόμενον, ἀναστῆσαι τὴν εἰκόνα Χριστοῦ, τῆς Θεοτόκου καὶ ἑκάστου τῶν ἁγίων· οὐχ ὅτι πέπτωκέν ποτε ἡ Χριστοῦ εἰκών, ἄπαγε, ἀλλ' ἵνα οἱ πεσόντες ἡμεῖς τῇ ἀσεβείᾳ ἀνασταθείημεν. Τοιοῦτον ἐπευχόμεθα οἱ ἁμαρτωλοὶ καὶ φανῆναι καὶ ἔσεσθαι τὸν εὐσεβέστατον βασιλέα καὶ θεοπρόβλητον. καὶ εἰ μὲν οὕτως, ἄριστον καὶ εἰς αἰῶνας ὑμνούμενον· εἰ δὲ κατὰ τὰς ἁμαρτίας μου οὐχ οὕτως, ἀλλά γε ἡμεῖς οὕτως ἐν τῇ ὁμολογίᾳ Χριστοῦ, μὴ ὀλιγωροῦντες τὴν ἁγίαν αὐτοῦ φυλακὴν μηδέ τι ὑποπτήσσοντες μηδὲ φοβούμενοι ἄλλο τι πρὸ θεοῦ, ὡς αὐτὸς θεὸς ἐγγυᾶται. Ταῦτα ὑπόδειξον τοῖς συνομολογηταῖς σου, οὓς καὶ περὶ ἡμῶν προσαγόρευσον, ἐπεὶ καὶ φίλους καὶ εὐσεβεῖς οὓς δοκιμάζοις. ἀξιωθείημεν καὶ ἐπὶ τῆς κατ' ὀφθαλμοὺς ὁμιλίας ἐλθεῖν· εἰ δὲ οὐ θελητὸν Κυρίῳ, χρῶ, ἀδελφέ μου, τῷ γράμματι, θεωρῶν ἐντεῦθεν καὶ θεωρούμενος. ὁ ἀδελφός σου Νικόλαος θερμῶς προσαγορεύει. 418 {1Μιχαὴλ αὐτοκράτορι βασιλεῖ}1 ∆ίκαιόν ἐστιν ὅτι μάλιστα ἐν τῷ παρόντι καιρῷ ἐκ στόματος ἁπάντων τῶν δεδιωγμένων καταρτίζεσθαι αἶνον, προηγουμένως μὲν Χριστῷ τῷ παμβασιλεῖ, ἔπειτα τῷ ὑμετέρῳ θεοπροβλήτῳ κράτει, δι' οὗ ἐσχήκαμεν τὴν ἀπολύτρωσιν οἱ πεπεδημένοι, τὴν ἄφεσιν οἱ πεφυλακισμένοι, τὴν παράκλησιν οἱ τετρυχωμένοι, τὴν ὑγιείαν οἱ τετραυματισμένοι, τὴν παρρησίαν οἱ κατακεκρυμμένοι, τὴν ὑποστροφὴν οἱ πεφυγαδευμένοι. καί γε νομίζω καλῶς ὑπολαμβάνειν ὡς ὑποτύπωσιν Χριστοῦ τὸ τῆς ὑμετέρας βασιλείας πάθος προϋπάρξαι, ὡς ἂν τῷ ὁμοίῳ τὸ ὅμοιον δράσασα εἴποιεν καὶ αὐτὴ σὺν Χριστῷ καὶ μετὰ Χριστοῦ τοῖς ἐν δεσμοῖς· ἐξέλθετε, καὶ τοῖς ἐν τῷ σκότει· ἀνακαλύπτεσθε. καὶ εὐλογητὸς Κύριος ὁ θεὸς τοῦ Ἰσραήλ, ὅτι ἤγειρεν κέρας σωτηρίας ἡμῖν, τὸν νέον ∆αυίδ, τὸν δεύτερον Ἰωσίαν, τὸν τῆς εἰρηναρχίας βασιλέα, ὃς ποιῶν ποιήσοι τὰ ἀρεστὰ θεῷ, ὃς τὰ πεπτωκότα ἀναστήσειεν, τὰ διατμηθέντα συνάψειεν μοτώσει καὶ ὑγιάσει καὶ τῇ τρίτῃ ἡμέρᾳ προφητικῶς εἰπεῖν ἀναστήσειεν· ἐπειδή, βασιλεῦ χριστομίμητε, οἱ φθάσαντες ἐν τῇ αἱρέσει τελευτῆσαι ἐν μερίδι ἀπωλείας ᾤχοντο, Χριστὸν ἠρνημένοι τῇ τῆς εἰκόνος αὐτοῦ ἀρνήσει, κἂν χριστιανοὶ ὀνομάζωνται. τὸ γάρ τοι πιστεύειν εἰς Χριστὸν οὐδὲν ἕτερόν ἐστιν ἢ ὅτι ὁ υἱὸς τοῦ θεοῦ καὶ πατρός, ἄνθρωπος γεγονὼς τέλειος, ἐξεικονίζεται καθ' ὁμοίωσιν ἡμῶν, ἵνα μὴ ἄλλο τι εἴη παρ' ἡμᾶς, μένων ὁ αὐτὸς ἀπερίγραπτος σὺν πατρί τε καὶ πνεύματι, καθό ἐστι θεὸς ἀληθινός. οὕτως οὖν νοοῖτο μεσίτης θεοῦ καὶ ἀνθρώπων, ὡς ἀμφοτέρων ἀμφότερα ἔχων καὶ ἐν ἑκατέρῳ οὐδ' ὁτιοῦν λειπόμενος, καθὼς ἅπας ὁ τῶν θεοφόρων χορὸς βοᾷ. καὶ ὥσπερ ἐπὶ τοῦ ὑμετέρου κράτους ἡ παραδοχὴ τῆς τυπουμένης εἰκόνος ὁμολογία ἐστὶ τοῦ βασιλεύειν ὑμᾶς, καθάπερ καὶ τὸ ἔμπαλιν, οὕτω καὶ ἐπὶ Χριστοῦ τοῦ βασιλέως πάσης τῆς γῆς τὸ αὐτό ἐστι λαβεῖν καὶ πολλῷ μᾶλλον, ὅτι τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος. εἰ οὖν ἐν τῇ ἀρνήσει τῆς εἰκόνος Χριστοῦ αὐτὸν ἠρνῆσθαι Χριστὸν ἀποδέδεικται πάσῃ ἀληθείᾳ, δῆλον ὅτι καὶ ἐν τῇ ἀθετήσει τῆς προσκυνήσεως αὐτῆς αὐτὸς Χριστὸς ἠθέτηται προσκυνεῖσθαι. καὶ διὰ τοῦτο ἡ ὑπ'