256
συστησάμενοι δημώδη, ἐπιτίθενται τοῖς δυνατοῖς καὶ πάντων κρατοῦσι, πλὴν ὀλίγων, οἳ τὴν ἐπιβουλὴν αἰσθόμενοι, τὸν κίνδυνον διέφυγον, κατακρύψαντες ἑαυτούς. κατακλείσαντες δὲ ἐν τοῖς πύργοις τῆς πόλεως καὶ ἐπιστήσαντες φρουρὰς, ἐπεὶ καὶ ἡμέρα ἤδη ἦν, πανδημεὶ ταῖς οἰκίαις τῶν ἑαλωκότων ἐπελθόντες, τάς τε οὐσίας διήρπαζον, ἔπειτα καὶ τὰς οἰκίας καθῄρουν, οὐ μόνον τὰς ξυλώσεις περιαιροῦντες, ἀλλ' ὑπὸ μανίας καὶ τοίχους ἄχρι 2.177 θεμελίων διαλύοντες. καὶ οὐδὲν ἦν ὅ, τι δεινὸν μὴ ἐτολμᾶτο κατὰ τῶν τὰ Καντακουζηνοῦ τοῦ βασιλέως ᾑρημένων. πολλοὶ δὲ καὶ ἰδίων ἕνεκα διαφορῶν παραπήλαυσαν τῆς τοῦ δήμου φορᾶς· ἄλλοι δὲ καὶ χρημάτων σφίσιν ὀφειλομένων, ὑπὸ τῶν λαβόντων ᾐτιάθησαν Καντακουζηνισμόν. οὕτω χαλεπὴ στάσις ἐξαρχῆς εὐθὺς ἀνήφθη. ἔδοξε δὴ καὶ μᾶλλον χαλεπωτέρα ἐκ τοῦ πρώτη παρ' αὐτοῖς γενέσθαι, ἐπεὶ ὕστερόν γε καὶ πᾶν τὸ Ῥωμαϊκὸν εἰς ὠμότερα πολλῷ καὶ χαλεπώτερα ἐξετράπη, τῶν μὲν ἑκασταχοῦ δήμων τὸν βασιλέα Παλαιολόγον δεῖν οἰομένων ἑαυτοῖς δεσπότην ἐπιφημίζειν, τῶν ἀρίστων δὲ ἢ τῇ ἀληθείᾳ τῷ Καντακουζηνῷ προσκειμένων βασιλεῖ, ἢ τῶν ἀπόρων καὶ νεωτερίζειν βουλομένων τὴν ἴσην αἰτίαν ἐπαγόντων οὐκ ἔκ τινος ἐλέγχου. ῥᾷσται δὲ αὐτοῖς ἐγίνοντο αἱ ἐπαγωγαὶ χρήματά τε ἔχουσιν, ἃ ἔδει τοὺς ἀπόρους διαρπάζειν, καὶ μὴ βουλομένοις τοῖς ἄλλοις ὁμοίως συνασχημονεῖν. καὶ οἵ τε δῆμοι καὶ πρότερον πρὸς τοὺς ἀρίστους ἐκ τοῦ παρ' αὐτῶν ἄγεσθαι καὶ φέρεσθαι ἐν τῆς εἰρήνης τοῖς καιροῖς πολλὴν ἔχοντες ἀπέχθειαν, ἄλλως τε καὶ διαρπάζειν τὰς οὐσίας αὐτῶν ἐλπίζοντες πολλὰς οὔσας, ἕτοιμοι ἦσαν πρὸς τὰς στάσεις καὶ ἐξ ἐλαχίστης προφάσεως καὶ τὰ δεινότατα ἐτόλμων. οἵ τε στασιασταὶ ὡς ἐπιπολὺ τῶν ἀπορωτάτων καὶ λωποδυτῶν καὶ τοιχωρύχων ὄντες, αὐτοί τε ὑπὸ τῆς πενίας ἀναγκαζόμενοι οὐδὲν εἴασαν ἀτόλμητον, καὶ τοὺς δήμους ἐνῆγον πρὸς τὰ ἴσα, 2.178 τὴν πρὸς βασιλέα τὸν Παλαιολόγον εὔνοιαν ὑποκρινόμενοι. διὸ καὶ πιστοτάτους ἑαυτοὺς προσηγορεύκασιν. ὕστερον δὲ ὥσπερ τι νόσημα κακόηθες καὶ δεινὸν τὴν πᾶσαν ἀρχὴν ἐπινεμόμενον Ῥωμαίων, καὶ τῶν πρότερον δοκούντων μετρίων καὶ ἐπιεικῶν πρὸς τὴν ὁμοίαν ὕβριν ἐξεκαλέσατο πολλούς. ἐν μὲν γὰρ εἰρήνῃ καὶ πολέμων ἀπουσίᾳ αἵ τε πόλεις καὶ οἱ ἰδιῶται ἀμείνους ἔχουσι τὰς γνώμας καὶ πρὸς αἰσχρὰς καὶ φαύλας πράξεις ἥκιστα ἂν ἐξάγοιντο διὰ τὸ μὴ ἐς ἀκουσίους ἀνάγκας περιπίπτειν. ὁ δὲ πόλεμος τὴν καθημέραν ἀπορίαν ὑφαιρούμενος, βίαιος διδάσκαλος καὶ τῶν πρότερον δοκούντων ἀτολμήτων γίνεται. ἐστασίαζον οὖν αἱ πόλεις πᾶσαι κοινῇ πρὸς τοὺς ἀρίστους, καὶ οἱ ὑστερίζοντές που πύστει τῶν προγεγενημένων πολλὴν ἐπεδείκνυντο ὑπερβολὴν καὶ μέχρι φόνων ἐχώρησαν, καὶ τούτων ἀπανθρώπων, καὶ ἥ, τε ἀλόγιστος ὁρμὴ ἀνδρία ἐνομίσθη καὶ ἡ ἀναλγησία πρὸς τὸ συγγενὲς καὶ ἀσυμπάθεια βεβαία πρὸς τὸν βασιλέα πίστις· καὶ ὁ μὲν πρὸς βασιλέα τὸν Καντακουζηνὸν χαλεπαίνων καὶ πρὸς ὕβρεις ἐξαγόμενος αἰσχρὰς καὶ χαλεπὰς, πιστὸς ἐδόκει, ὁ σωφρονῶν δὲ καὶ γλώσσης κρατῶν καὶ τὸ προσῆκον ἦθος διασώζων ὕποπτος ἦν εὐθύς. ὁμοίως δὲ καὶ τὸ ἐπιβουλεῦσαι καὶ ψεύδη καὶ συκοφαντίας πλάσασθαι δόκησιν συνέσεως παρεῖχε. καὶ ἡ προδοσία τῶν οἰκειοτάτων ὥσπερ τι τῶν ἀγαθῶν ἐπετηδεύετο μετὰ ὀνόματος εὐπρεποῦς. οὕτω πᾶσα 2.179 ἰδέα κακοτροπίας διὰ τὰς στάσεις ταῖς πόλεσι τότε ἐπεδείχθη καὶ οὐδὲν ἦν, ὅ, τι μὴ οἱ ἐπιεικέστεροι ὑπέμενον. οἱ μὲν γὰρ ἄριστοι αὐτίκα διεφθείροντο, ἢ τὴν προτέραν πρὸς βασιλέα τὸν Καντακουζηνὸν εὔνοιαν ἐπικαλούμενοι, ἢ τὸ μὴ ἐν τῷ αὐτίκα ἐκείνῳ πολεμεῖν· οἱ μέσοι δὲ τῶν πολιτῶν, ἢ ὅτι οὐ συνηγωνίζοντο τοῖς στασιάζουσιν, ἢ φθόνῳ τοῦ περιεῖναι. καὶ ἡ ἀνθρωπεία φύσις εἰωθυῖα καὶ παρὰ τοὺς νόμους ἀδικεῖν ἀεὶ, τότε μᾶλλον ἔδοξεν ἀκρατὴς μὲν οὖσα πρὸς ὀργὴν, ἢν μὴ ὑπὸ τῶν ἀρχόντων σωφρονίζηται, κρείσσων δὲ τοῦ δικαίου, τῶν περὶ τούτου νομίμων ἀνῃρημένων, πολεμία δὲ τοῦ κρείττονος, ἂν περιγίνεσθαι ἐξῇ. κθʹ. Ὁ μέντοι ἐν Ἀδριανουπόλει δῆμος ἐπεὶ τοὺς δυνατοὺς αὐτῶν δεσμώτας εἰς Βυζάντιον