256
ὑπήνης ἁψάμενος τοῦ ἀνδρὸς κατῆγε ταύτην βαθεῖαν ουσαν· ὁ δὲ τῇ βακτηρίᾳ τὴν κεφαλὴν ἐκείνου ἐπάταξε. καὶ ὁ βάρβαρος σπασάμενος τὴν μάχαιραν τὸν ανδρα κατέκτει2.155 νεν. ουτω δὲ καὶ τοὺς λοιποὺς ἀνῄρουν προσπεσόντες οἱ βάρβαροι, καὶ τὰς οἰκίας ἐπόρθουν καὶ κατεπίμπρασαν. ειτα καὶ τῷ Καπιτωλίῳ προσέβαλον· ὡς δ' ἐπὶ πολλὰς ἐπιχειροῦντες ἡμέρας οὐδὲν ηνυον, οἱ μὲν ἐφρούρουν τὸ Καπιτώλιον, οἱ δὲ τὴν χώραν κατέτρεχον τροφὰς ποριζόμενοι, σκιδνάμενοι καὶ σποράδην ἐπιόντες, ἀλλ' οὐχ ὁμοῦ, ατε μέγα φρονοῦντες τῷ εὐτυχήματι, καὶ ὑπὸ μέθης ἐσφάλλοντο· οινῳ γὰρ ἐντυχόντες πολλῷ ἀκρατέστερον ἐχρῶντο αὐτῷ, μήπω πρότερον πόματος τοιούτου γευσάμενοι. Ουτω δ' εχοντας ὁρῶν τοὺς Γαλάτας ὁ Κάμιλλος, ἐπεὶ καὶ τὴν τῶν ̓Αρδεατῶν ἐληίζοντο χώραν, αὐτοὺς δὲ τοὺς ̓Αρδεάτας πλήθει μὲν ἱκανοὺς οντας, τόλμης δὲ δεομένους δι' ἀπειρίαν καὶ τὸ πρὸς μάχας ἀνάσκητον, λόγον πρὸς τοὺς νεωτέρους ἐνέβαλεν ὡς οὐκ ἀνδρείᾳ τῶν βαρβάρων τὴν εὐπραγίαν αὐτῶν ἐπιγράφεσθαι δεῖ, ἀλλ' ἀτυχίᾳ ̔Ρωμαίων, καὶ εἰ προθυμοῖντο καὶ θαρροῦσιν αὐτοί, ἀκινδύνως νικήσειν τοὺς πολεμίους διισχυρίζετο. ουτω πείσας τοὺς νέους, ειτα καὶ τοὺς λοιπούς, ωπλισε τοὺς ἐν ἡλικίᾳ, καὶ νυκτὸς βαθείας μεθύουσιν αὐτὸς μετὰ τῶν ̓Αρδεατῶν τοῖς βαρβάροις προσέμιξε. καὶ τοὺς πλείονας ἐκεῖ κατέκοψεν, εἰ δέ τινες καὶ φυγεῖν ἠδυνήθησαν ἐν τῷ σκότει, μεθ' ἡμέραν διέφθειρον ἱππεῖς αὐτοὺς καταλαμβάνοντες. Τῆς δὲ φήμης ταχὺ κηρυξάσης ἁπανταχοῦ τὸ κατόρθωμα, οσοι τῶν ̔Ρωμαίων φυγόντες ἐκ τῆς πρώτης πρὸς τοὺς Γαλάτας μάχης ἐσώζοντο, τὰ οπλα λαβόντες ἀπῄεσαν πρὸς τὸν Κάμιλλον, δέχεσθαι δεόμενοι τὴν ἀρχὴν αὐτῶν. ὁ δ' οὐκ εφη πεισθήσεσθαι, 2.156 μὴ πρότερον τῶν ἐν τῷ Καπιτωλίῳ σωζομένων ψηφισαμένων αὐτῷ τὴν ἀρχήν. ην δὲ ἀπορία τοῦ ταῦτα διαγγελοῦντος τοῖς εἰς τὸ Καπιτώλιον. εις δέ τις τῶν νέων Κομίνιος Πόντιος, δόξης ἐρῶν, ὑπέστη τὸν αθλον, καὶ λαθὼν διὰ μέσων διέβη τῶν πολεμίων, καὶ τῷ λόφῳ τοῦ Καπιτωλίου προσπελάσας καὶ χαλεπῶς ἀνερπύσας μόλις τε ἀναρριχησάμενος πρὸς τοὺς ἐν τέλει τῶν ̔Ρωμαίων παρὰ τῶν φυλαττόντων εἰσήχθη, καὶ τήν τε νίκην τοῦ Καμίλλου κατήγγειλε, καὶ τὰ δόξαντα τοῖς στρατιώταις εἰπὼν βεβαιῶσαι τῷ Καμίλλῳ τὴν ἀρχὴν παρεκάλει. οἱ δὲ δικτάτωρα τὸν Κάμιλλον ἐψηφίσαντο. καὶ ος τοὺς εξω οντας ̔Ρωμαίους περὶ δισμυρίους συναγαγὼν καὶ ἀπὸ τῶν συμμάχων πολλούς, παρεσκευάζετο πρὸς ἐπίθεσιν. οἱ δὲ βάρβαροι μεθ' ἡμέραν διιόντες, καὶ καταμαθόντες οθεν ὁ Πόντιος προσέβη τῷ Καπιτωλίῳ, τοῦτο δ' ὑπετόπασαν εκ τε τῶν ἀπερρωγότων τῆς πέτρας θραυσμάτων καὶ τῆς πόας, η πολλὴ ἐπ' αὐτῆς ην, τῆς μὲν ἀνεσπασμένης, τῆς δὲ συμπεπιλημένης, ἐκεῖθεν ἀναβῆναι νυκτὸς καὶ αὐτοὶ ἐβουλεύσαντο. καὶ ἐπεχείρησαν τῷ εργῳ, καὶ δυσχερῶς μέν, ἀνῄεσαν δ' ομως, καὶ ελαθον αν ἡμμένοι τοῦ προτειχίσματος καὶ τοῖς φύλαξιν ἐπιθέμενοι, εἰ μὴ χῆνες ησαν περὶ τὸν νεὼν τῆς Ηρας τρεφόμενοι, οι φύσει οντες εὐαίσθητοι καὶ ψοφοδεεῖς, ταχὺ τῶν Γαλατῶν τὴν εφοδον ῃσθοντο, καὶ ταραχώδει κλαγγῇ φερόμενοι πρὸς τοὺς φύλακας ἐπήγειραν απαντας. ουτω δὲ τοῖς ἀνιοῦσιν οἱ ̔Ρωμαῖοι προσμίξαντες τοὺς μὲν ἀπέκτειναν, τοὺς δὲ κατὰ τῆς πέτρας ἀπώσαντο, καὶ τὸν κίνδυνον ἐκπεφεύγασιν. ̓Εντεῦθεν ησαν οἱ Κελτοὶ ἀθυμότεροι, ἐφ' ἑπτὰ μησὶ τῇ πολιορκίᾳ ταλαιπωρούμενοι. διὸ καὶ περὶ 2.157 συμβάσεων ο τε τῶν βαρβάρων βασιλεὺς Βρέννος καὶ ὁ τῶν ̔Ρωμαίων χιλίαρχος ὁ Σουλπίκιος διειλέχθησαν. καὶ συνέδοξε χιλίας λίτρας χρυσίου τοῖς Γαλάταις τοὺς ̔Ρωμαίους καταβαλεῖν, τοὺς δὲ τὸ χρυσίον λαβόντας αὐτίκα τῆς πόλεως καὶ τῆς χώρας ἀπαναστῆναι. κομισθέντος δὲ τοῦ χρυσίου, καὶ τῶν βαρβάρων περὶ τὸν σταθμὸν κακουργούντων λάθρᾳ, ὁ Βρέννος τὸ ξίφος αμα καὶ τὸν ζωστῆρα λύσας ἐπέθηκε τοῖς σταθμοῖς. πυθομένου δὲ τοῦ χιλιάρχου τί τὸ γινόμενον, "τί αλλο" ειπεν "η τοῖς νενικημένοις ὀδύνη;" ἐν τούτοις ὁ Κάμιλλος αγων τὸν στρατὸν ταῖς πύλαις ἐπέστη τῆς πόλεως· καὶ μαθὼν τὰ γινόμενα πρὸς τοὺς ̔Ρωμαίους ἐπειγόμενος ἐπορεύετο. καὶ ἐλθὼν τὸ μὲν χρυσίον