256
σημαίνει τὴν βοήθειαν. σεσημείωται τὸ φρέαρ, φρέατος, καὶ στέαρ, στέατος, οτι βραχέα παραλήγεται, καὶ διὰ τοῦ ˉτˉοˉς ἐκλίθη. λέγει δὲ ὁ ̔Ηρωδιανός· τὰ εἰς ˉαˉρ οὐδέτερα παραληγόμενα τὸ ω ακλιτά εἰσιν. οιον· μῶμαρ· σημαίνει δὲ τὸν μῶμον· kappa.1163 βῶβαρ· σημαίνει δὲ τὸν μέγαν· νῶκαρ· σημαίνει δὲ *τὸν ἀσθενῆ, καὶ* τὴν στέρησιν τῆς ψυχῆς. Καῦμα. τὸ κεκαυμένον αημα. Κατώτερα μέρη τῆς γῆσ. τὸν θάνατον λέγει ὁ ̓Απόστολος. ( ̔Ρῆμα.) Κατηρτισμένα. τέλεια. καὶ ὁ ̓Απόστολος· σκεύη ὀργῆς κατηρτισμένα. Καγχάζων. ἀσέμνως γελῶν. Καγχαλόων. χαίρων. Καββαλεῖν. ἀντὶ τοῦ καταβαλεῖν. Καθωσιωμένοσ. ἀνατεθειμένος τῷ θεῷ. kappa.1164 Καθικνεῖσθαι. καθάπτεσθαι. Καθέξει. κρατήσει. Καθεῖναι. χαλάσαι. καὶ καθείς. Καθεῖρκτο. ἐγκέκλειστο. Καθῆστο. ἐκαθέζετο. Καθυφῆκεν. ἐνέδωκεν. Καθεδοῦμαι. καθεσθήσομαι. Καθαπτόμενοσ. ἐπιπλήττων. Καθιεροῖ. θεῷ ἀνατίθησι. Καθίδρυσεν. ἐστήριξε. Καθίστησι. προχειρίζεται. Καθαιρήσετε. ἀντὶ τοῦ καθελεῖτε. ουτως Θουκυδίδης καὶ τῶν αλλων οἱ πλεῖστοι. kappa.1165 Καθαιρήσονται. καταλήψονται. Καθελών. ἀντὶ τοῦ καταβιβάσας. ∆ημοσθένης δὲ καὶ Στησίχορος καὶ Σοφοκλῆς ἀντὶ τοῦ ἀνελὼν, ητοι ἀποκτείνας. Καθεσταμένοσ. ἀντὶ τοῦ ἐπιτεταγμένος. Καθεστῶτα. ἠρεμοῦντα. Καθεστώτων. ὡρισμένων. καθεστώτων τῶν νόμων. Καθεῖντο. ἐκρέμαντο. kappa.1166 Καθῆκαν. προεβάλλοντο. οἱ δὲ ἐπ' ἐξαπάτῃ ̔Ρωμαίων καθῆκαν τὸν λόγον. Καθηκούσαισ. πρεπούσαις, καὶ ἀντὶ τοῦ διεκτρεχούσαις. Ξενοφῶν· ἐν πέτραις καθηκούσαις ἐπ' αὐτὸν τὸν τόπον. Καθίδρυσαν. ἀσφαλῶς κατῴκισαν. Καθιδρύσασθαι. βεβαιῶσαι. Καθίεσαν. κατῆλθον. Καθίζεσθε. καταπήξατε. kappa.1167 Καθίει. ἐπεχείρει. ἐνέβαλεν. ὁ δὲ καθίει πεῖραν ἐς τὸν ανδρα, οἰόμενος αὐτὸν εξειν κοινωνὸν ων ωρμηται. Καθιείσ. ἐπιπέμπων. Καθικόμενοι. καθαψάμενοι. Καθιππάζεσθαι. συνελαύνειν, *συντρέχειν,* ἐρίζειν. Καθίστα. ἑτοίμαζε. Καθιστάμενοσ. πρὸς τὸ βέλτιον μετάγων. Καθυφίεντο. ἀντηλλάττοντο. Καθαγιάζεται. ἀφιεροῦται. Καθαγιάσω. καύσω. καθιερώσω. Καθαλλόμενοσ. καταπηδήσας. ὁ δὲ καθαλλόμενος τοῦ ιππου καὶ τὸ ξίφος ἑλκύσας, παίει αὐτόν. kappa.1168 Καθελεῖν. καταβαλεῖν. Καθηγεῖσθαι. ἀντὶ τοῦ ἡγεῖσθαι παρὰ ̔Ηροδότῳ· φησὶ γοῦν, οτι καθηγέοντο οἱ Σκύθαι ἐς τῶν ἀνδροφάγων τοὺς χώρους. χρῶνται δὲ καὶ οἱ ̓Αττικοὶ τῷ καθηγεῖσθαι καὶ ἀφηγεῖσθαι. εστι δὲ καὶ τὸ προηγεῖσθαι παρ' αὐτοῖς. Κάθου καὶ κάθησο. αμφω ̔Ελληνικά. ̓Αριστοφάνης·* οὐχ οτι σ' ἐκεῖνο λάχεν οἰμώζων κάθου. Κρατῖνος· τὴν χεῖρα μὴ ἐπίβαλλε, μὴ κλάων κάθῃ. λέγει γὰρ τὸ ὑποτακτικὸν ἀπὸ τοῦ κάθημι καὶ κάθῃ καὶ κάθηται ὁριστικῶς. ̓Αριστοφάνης· ἰδοὺ κάθημαι. καὶ ̔Υπερίδης· ἀπόκριναί μοι, ̔Ερμεία, ωσπερ kappa.1169 κάθῃ. τὸ δὲ κάθισον οὐκ ετι, ἀλλ' ἀντὶ τοῦ καθίζου. σὺ δ' ω τέκνον τέως καθίζου μοὐνθαδί. λέγουσι δὲ καὶ καθίζανε. Φερεκράτης· δεῖπνον παρασκεύαζε, σὺ δὲ καθίζανε. Αρχιππος· φέρε καθίζωμεν ἐνθαδί. Κρατῖνος· εἰ πρῶτος ελθοις, καν καθίζεσθαι λάβοις. καὶ καθίζοντας, καθίζηται, καθιζόμενον· καθήμαθα, καὶ σὺν τῷ ε, ἐκαθήμεθα. Αἰσχίνης· ἀλλ' εἰ μέν που χρήματ' ἀναλώσει, προκαθιζήσει. καὶ Πλάτων· ἀλλὰ ποῦ δὴ δοκεῖ καθιζόμενοι ἀναγνῶμεν. καὶ προελθών· ἐς οπη αν δόξῃ, ἐν ἡσυχίᾳ καθιζησόμεθα. καὶ πολὺ καθέζεσθαι. kappa.1170 Καθεδοῦμαι. τὸ καθεδοῦμαι καὶ καθεδῇ καὶ καθεδεῖται, ̔Ελληνικά. τὸ δὲ καθεσθήσομαι καὶ ἐκαθέσθην καὶ καθεσθῆναι, εκφυλα. ̓Αριστοφάνης· κᾳτα καθεδεῖ δῆτα μοι- καὶ ἐν ̓Αχαρνεῦσι καθεδεῖται. καὶ πάλιν· καθεδῶ δικαστάς. φησί. καὶ Τηλεκλείδης· καθεδοῦμαι. καὶ Φερεκράτης· καθεστέον. καὶ Μένανδρος· καθεδοῦμαι ἐνθαδὶ τὸν Λοξίαν αὐτὸν καταλαβών. καὶ Πλάτων· πρόαγε δὴ καὶ σκόπει αμα, οπου καθεδούμεθα. καὶ χωρίσαι χωρὶς μὲν τοὺς ὁπλίτας, χωρὶς δὲ τοὺς ἱππέας. καὶ καθέσαι, καὶ καθῆσθαι, καὶ καθιεῖ, καὶ καθίζειν, οὐ kappa.1171 καθιζάνειν. καὶ καθῆστο, καθοίμην, καθήkappa.1171 μην, κάθηντο. Καθηλωκυῖα. κατηλοκυῖα δέ. Κακύνειν. ὑβρίζειν. κακύνειν τὸν πηλὸν, ο ἐστι τὸν αξιον υβρεως ὑβρίζειν. καὶ κακύνειν ἀντὶ τοῦ