256
καὶ ὁ ∆εσπότης ἡμῶν. Οὐ γὰρ ἀπέστρεψε τὸ πρόσωπον ἀπὸ αἰσχύνης ἐμπτυσμάτων. Ἐσυκοφαντίσθης; καὶ γὰρ καὶ ὁ Κριτής. Περιέῤῥηξέ σου τὸν χιτωνίσκον; ἀπέδυσάν σου καὶ τὸν Κύριον, καὶ διεμερίσαντο τὰ ἱμάτια αὐτοῦ. Ἐκεῖ τὸν θυμὸν μετάθες, ἐπὶ τὸν ἀνθρωποκτόνον, τὸν τοῦ ψεύδους πατέρα, τὸν ἐργάτην τῆς ἁμαρτίας. Τῷ δὲ ἀδελφῷ καὶ συμπάθησον, ὅτι ἐὰν ἐπιμείνῃ τῇ ἁμαρτίᾳ, μετὰ τοῦ διαβόλου δοθήσεται τῷ αἰωνίῳ πυρί. Παῦσαι τοίνυν ἀπὸ ὀργῆς, καὶ ἐγκατάλιπε θυμὸν, ἵνα φύγῃς τῆς ὀργῆς τὴν πεῖραν, τῆς ἀποκαλυπτομένης ἀπ' οὐρανοῦ ἐπὶ πᾶσαν ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπων. Μὴ οὖν ἐπεισάγωμεν κακὸν τοσοῦτον, ἀῤῥωστίαν ψυχῆς, σκότωσιν λογισμῶν, ἀπὸ Θεοῦ ἀλλοτρίωσιν, οἰκειότητος ἄγνοιαν, ἀρχὴν πολέμου, συμφορῶν πλήρωμα, δαίμονα πονηρὸν αὐταῖς ἡμῶν ταῖς ψυχαῖς ἐντικτόμενον, καὶ ὥσπερ τινὰ ἔνοικον ἀναιδῆ προκατέχοντα ἡμῶν τὰ ἔνδον, καὶ τῷ ἁγίῳ Πνεύματι τὴν πάροδον ἀποκλείοντα. Ὅπου γὰρ ἔχθραι, ἔρεις, θυμοὶ, ἐρίθειαι, φιλονεικείαι, θορύβους ἀσιγήτους ταῖς ψυχαῖς ἐμποιοῦνται, ἐκεῖ τὸ πνεῦμα τῆς πραότητος οὐκ ἀναπαύεται. Θυμώδης εἶ; κατάστειλον τὸν θυμόν. Θυμώδης, φησὶν, ἀνὴρ οὐκ εὐσχήμων. Μάθε τῆς Γραφῆς· κάτοπτρον γινέσθω τοῦ προσώπου σου ἡ Γραφή. Ἐκεῖ μάθε. Ἐπειδὴ γὰρ ὁ ἀσεβὴς λογισμὸς σκοτώσας οὐκ ἐᾷ λογίσασθαί σε ἡλίκον ἁμάρτημά ἐστιν ὁ θυμὸς, ἡ Γραφή σοι λέγει, ὅτι ἀνὴρ θυμώδης οὐκ εὐσχήμων. Ὀργή σου τὸν λογισμὸν κατεκράτησε, καὶ ἐκφέρει ὑπὸ θυμοῦ πρός τε ῥήματα ἀπρεπῆ, καὶ πράξεις χαλεπὰς, καὶ θεριώδεις; ἐὰν προσέχῃς σεαυτῷ, καταστελεῖς μὲν τὸν θυμὸν, ὥσπερ τινὰ πῶλον ἀπειθῆ, καὶ δυσήνιον, τῇ πληγῇ τοῦ λόγου, οἱονεί τινι μάστιγι καθαπτόμενος. Πῶς ἀσχημονεῖ ὁ θυμώδης! Ἀποτίθεται τὸ σχῆμα τὸ ἀνθρώπινον, καὶ θηρίου σχῆμα μεταλαμβάνει. Ἐννόησόν μοι τὸν θυμούμενον Ἐπέζεσεν αὐτῷ ὁ θυμὸς, καὶ οἱ ὀφθαλμοὶ ὑπηλλάγησαν· οὐκ εἰσὶν οἱ αὐτοὶ ὀφθαλμοί, πῦρ βλέπει· ἀνέδραμεν αὐτοῦ τὸ αἷμα· περιέζεσε τὴν καρδίαν· ὑπέδραμε τοὺς χιτῶνας τῶν ὀφθαλμῶν. Ἐγένετο ὕφαιμος ἐκχωρῶν 96.272 τῷ πάθει· ἠλλοίωσεν αὐτοῦ τοὺς ὀφθαλμούς. Ἀνὴρ θυμώδης οὐκ εὐσχήμων. Ἐὰν ἴδῃς τὸν θυμούμενον τοὺς ὀδόντας παραθήγοντα, ἐνθυμήθητι ὅτι συῒ ἔοικεν ὁ τοιοῦτος, τὸν ἔνδον θυμὸν διὰ τῆς τῶν ὀδόντων παρατρίψεως ὑπεκφαίνων. Ἐὰν ἴδῃς τὸν θυμούμενον ἀφρίζοντα, ἄσημα φθεγγόμενον ἐν τῇ καρδίᾳ· ἐὰν ἴδῃς τὸν θυμούμενον, πατρὸς μὲν ἐπιλανθανόμενον, παιδὸς δὲ ἀγνοοῦντα σῶμα, διὰ πάντων ἀφειδῶς χωροῦντα, ἵνα πληροφορήσῃ αὐτοῦ τὴν ὁρμὴν, βλέπεις τὴν ἀσχημοσύνην τοῦ πράγματος. Ἐν ἀλλοτρίῳ κακῷ σεαυτὸν θεράπευσον, ἵνα μὴ τὴν ἐκείνου ἀσχημοσύνην καὶ αὐτὸς λάβῃς. Ἀνὴρ γὰρ θυμώδης οὐκ εὐσχήμων. Φεῦγε τὰς μετ' αὐτοῦ διατριβάς· ἀνάγκη γάρ σε μαθεῖν τῶν ἐκείνου ὁδῶν. Εἶπέν τι ὑβριστικόν; ἐκίνησεν καὶ τὸν ἐν σοὶ θυμόν; Ὥσπερ κυνὸς ὑλακὴ προσκαλεῖται ἑτέρου κυνὸς θόρυβον, καὶ τὸν ἐν σοὶ θυμὸν τέως κοιμώμενον καὶ ἡσυχάζοντα ἡ ἐκείνου φωνὴ διήγειρεν· καὶ γεγόνατε ἀλλήλοις καθυλακτοῦντες. Οἷα γὰρ ἀλλήλοις ἐφυβρίζοντες ἀντιφθέγξονται; ἕως ἂν αὐτοῖς αἱ ὕβρεις τοξεύματα ἐκλείπωσιν; Εἶτα ἐπειδὰν πᾶσαν λοιδορίαν διὰ τῆς γλώσσης ἐκσφενδονήσωσιν, οὕτως λοιπὸν πρὸς τὴν διὰ τῶν χειρῶν χωροῦσιν ἄμυναν. Θυμὸς μὲν γὰρ ἐγείρει μάχην, μάχη δὲ λοιδορίας, αἱ λοιδορίαι πληγὰς, πληγαὶ δὲ τραύματα καὶ φόνους. Θυμὸν χαλίνου, μὴ φρενῶν ἔξω πέσῃς. Ὁ θυμὸς ἔστω σοι κατὰ μόνου τοῦ ὄφεως δι' ὂν ἐξέπεσας. Καθαροὶ θυμοῦ ὦμεν. Οὐ γὰρ κατοικεῖ τὸ Πνεῦμα τὸ ἅγιον ἔνθα θυμός. Ἐπικατάρατος ὁ θυμός. Οὐκ ἔστι γὰρ οὐδὲν ὑγιὲς προελθεῖν ὅθεν θυμὸς ἔξεισιν. Ὁ θυμὸς οὐκ ἀφίησιν ἰδεῖν ἄλλα, καθάπερ ἐν νυκτομαχίᾳ πάντα συνδήσας, καὶ ὀφθαλμοὺς, καὶ ὦτα, οὕτως ἄγει, ὅπουπερ ἂν θέλῃ. Οὐδὲν οὕτως καθαρότητα νοῦ καὶ τὸ διειδὲς θολοῖ τῶν φρενῶν, ὡς θυμὸς ἄτακτος, καὶ μετὰ πολλῆς τῆς ῥύμης φερόμενος. Ἔθος τοῖς πολλοῖς τῶν ἀνθρώπων, ὅταν ὑπὸ ὀργῆς καταχωθῶσι καὶ λύπης, κἂν μὴ τοὺς αἰτίους λάβωσι τῶν παθῶν, εἰς τοὺς ἐμπίπτοντας ἁπλῶς καὶ ὑπόπτως ἀφιέναι τὴν ὀργήν. Ἐπειδὰν ἅπαξ ἀπερυθριᾶσαι ψυχὴ βιασθῇ, εἰς