15 [λγʹ.] Τοῦ αὐτοῦ εἰς τὸ εὐαγγελικόν· «Μαρία· στραφεῖσα ἐκείνη λέγει αὐτῷ»
23 μβʹ. Ἐκ τοῦ πρώτου λόγου τοῦ Περὶ υἱοῦ, εἰς τὸ «τρεῖς αἱ ἀνωτάτω δόξαι περὶ θεοῦ»
48 ξγʹ Ὑμεῖς μὲν τὸ «πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς» ἠρωτήκατε, ὅ τι ποτὲ σημαίνει
82 Ἐκ τῆς πρὸς Φιλιππησίους εἰς τὸ «ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος».
105 Ἐκ τοῦ «πάλιν Ἰησοῦς ὁ ἐμός», εἰς τὸ «πατὴρ ὁ πατὴρ καὶ {οὐκ} ἄναρχος» .
110 Σύντομοι ἀλληγορίαι τῶν παρὰ τοῖς Ἰουδαίοις νομίμων τε καὶ ἐθῶν
μόνος γὰρ οὗτος παρὰ τοὺς ἄλλους ἀκριβεστέραν τὴν πραγματείαν πεποίηται περὶ τὸν θεῖον διάκοσμον.
δέ φημι οὐ τὴν ἐν καθαπτοῖς ὀργάνοις μελοποιίαν καὶ χρῆσιν ἁπλῶς, ἀλλὰ πᾶσαν τὴν ἐκ λόγων συναγο μένην ἱστορίαν τε καὶ παιδείαν καὶ τὴν ἄλλην ἁπλῶς εὐμάθειάν τε καὶ πολυμάθειαν. διὰ ταῦτα κἀγὼ νῦν μὲν τῶν ἐπιστημῶν τοὺς λόγους ὑμῖν ἀναπτύσσω, νῦν δ' ἄλλο τι ποιῶν φαίνομαι· ὥσπερ ἐνταῦθα τὴν τοῦ παντὸς αἰῶνος ἀφ' οὗπερ γεγόνασιν ἄνθρωποι ἱστορίαν ἐν βρ[αχεῖ] σαφηνίσαι προῄρημαι, οὐ διαιρῶν τὸν πάντα χρόνον ἐτῶν περιόδοις ἀφ ωρισμένοις, ὥσπερ τινὲς πεποιήκασιν, οὐδὲ ταῖς λεγομέναις κατατέμνων ἀρχαῖς (πολὺς γὰρ ὁ περὶ τούτων λόγος, καὶ ἡ περὶ τῶν καθ' ἕκαστα πραγμάτων ἀκρίβεια τῷ αὐτο[σχ]εδ[ίῳ λ]όγῳ παρὰ πολὺ ἠναντίωται)· ἀλλά μοι ὁ λόγος ἐστὶ κεφαλαιωδῶς παραδοῦναι τὸ μετὰ τὸν Ἀδὰμ γ[ένος], ὅθεν ὁ κύριος ἡμῶν γενεαλογεῖται κατὰ τὴν ἐξ ἀνθρώπου γένεσιν, κατὰ βραχύ τε τὸν χρόνον διακριβώσασθαι καθ' ὃ[ν ἐγεγ]έννητό τε καὶ ἀναδέδεικται, ἐπιμνησθῆναί τε κατὰ τὸ πάρεργον καὶ βασιλειῶν τινων ὅσαι τῷ ὑπομνήματι προσαρμόσουσι καὶ καταπαῦσαι τὸν λόγον ἄχρι τῆς Ῥωμαϊκῆς βασιλείας, ἀναμνησθέντα καὶ τῶν ἐν ταύτῃ διαλαμψάντων τινῶν.
Ἴσ[τε μ]οι γὰρ ὡς ἀφ' ἑνὸς τῶν υἱῶν Ἀδάμ, φημὶ δὴ τοῦ Σήθ, ὃν τῷ σλʹ ἔτει τῆς αὐτοῦ ἡλικίας ὁ γενάρχης γεννᾷ, τὸ κατὰ Χριστὸν γενεαλογεῖται μυστήριον. ἀπὸ μὲν γὰρ τῆς ὀσφύος Σὴθ Ἐνώς, ἐκ δὲ τούτου Καϊνὰν προελήλυθε· καὶ Καϊνὰν μὲν Μαλελεήλ, Μαλελεὴλ δὲ Ἰάρεδ, Ἰάρεδ Ἐνώχ, οὗτος τὸν Λάμεχ, Λάμεχ δὲ γεννᾷ τὸν Νῶε, ἐφ' οὗ κατακλυσμῷ τὴν γῆν ἠφάνισεν ὁ θεός. ἀπὸ δὲ Νῶε τριῶν γεγονότων υἱῶν, Σὴμ Χὰμ Ἰάφεθ, μόνος ὁ Σὴμ τὰς ἀρχὰς τῆς κατὰ Χριστὸν γενέσεως εἰς ἑαυτὸν ἀνηρτήσατο. Σὴμ γὰρ τὸν Ἀρφαξάθ, καὶ οὗτος τὸν Καϊνάν, καὶ οὗτος τὸν Σάλαμ, [καὶ ἐ]κεῖνος τὸν Ἔβερ γεννᾷ, ἀφ' οὗ τινες καὶ παρωνομάσθαι τοὺς Ἑβραίους φασίν. ἐκ δὲ Ἔβερ Φάλεκ προελήλυθεν, ἐφ' οὗ δὴ ὁ τῆς γῆς ἐγένετο μερισμός· καὶ γὰρ καὶ τῇ Ἑβραΐδι φωνῇ τοῦτο δὴ τὸ ὄνομα μερισμὸν σημαίνει. ἀπὸ [δὲ] Φάλεκ Ῥαγάβ, καὶ ἀπὸ τούτου Σερούχ, μεθ' ὃν Ναχώρ, εἶτα Θάρρα, Θάρρα δὲ γεννᾷ τὸν Ἀβραάμ. καὶ ἵνα τοὺς κα[θ' ἕ]να τῶν γεννηθέντων χρόνους ἀφῶ, ἀπὸ τῆς τῶν κατὰ μέρος ἀκριβοῦς συμψηφίσεως ἀπὸ Ἀδὰμ μέχρις Ἀβραὰμ τέσσαρα καὶ εἴκοσι σὺν τρισχιλίοις καὶ τριακοσίοις ἔτεσιν ὁ σύμπας ἀριθμός. Εἶτα Ἀβραὰμ γεννᾷ τὸν Ἰσαάκ, καὶ οὗτος τὸν Ἰακώβ, μεθ' ὃν Λεβί, καὶ μετὰ Λεβὶ Κάαθ, καὶ μετὰ τοῦτον Ἄβραμ, οὗτος δὲ γεννᾷ τὸν Μωυσῆν, ὃς παρὰ θεοῦ ἐπὶ δημαγωγίαν τοῦ Ἰσραὴλ προβάλλεται καὶ ἐξάγει τὸ ἔθνος ἐξ Αἰγύπτου καὶ ξεναγεῖ ἐπὶ τῆς ἐρήμου ἔτη τεσ[σα]ράκοντα. τούτου τετελευτηκότος ἡγεῖται τοῦ λαοῦ ὁ τοῦ Ναυῆ Ἰησοῦς, μεθ' ὃν οἱ πρεσβύτεροι τοῦ λαοῦ, εἶτα ἀλλόφυλοι, μεθ' [οὓς] ὁ Γοθονιὴλ Ἰουδαῖος, καὶ αὖθις ἀλλόφυλοι, καὶ πάλιν ἕτερος ἐκ τοῦ γένους, μεθ' ὃν ἔθνος ἀλλότριον, εἶτα Βαρὰκ [καὶ ∆ε]βόρρα, οὓς Μαδιηναῖοι διαδεξάμενοι παρὰ Γεδεὼν ἀφῃρέθησαν τὴν ἀρχήν· ἐπὶ τούτου Ἀβιμέλεχ καὶ Θ[ωλὰ] καὶ Ἰαήρ, μεθ' οὓς Ἀμανῖται, καὶ μετ' ἐκείνους Ἰεφθάε, Ἐσβών, Αἰγλών, Λαβδών, ἐφ' οἷς ἀλλόφυλοι, μ[εθ' οὓς] Σαμψών, εἶτα Ἠλεὶ ὁ ἱερεύς, καὶ τέλος Σαμουὴλ ὁ προφήτης, εἰς ὃν ἡ τῶν κριτῶν ἐξουσία κατέληξεν. Ἐπεὶ δὲ καὶ [ὑπὸ] βασιλεῖ ταχθῆναι ὁ τῶν Ἰουδαίων λαὸς ᾑρετίσατο, καθίσταται αὐτοῖς πρῶτος βασιλεὺς ὁ Σαοὺλ ἀπὸ φυλῆς Βενιαμίτιδος, εἶθ' ἑξῆς ὁ περιβόητος ∆αυίδ, μεθ' ὃν ὁ ἐκείνου υἱὸς Σολομῶν, καὶ αὖθις ὁ τούτου υἱὸς Ῥοβοάμ, ἐφ' [οὗ αἱ] δώδεκα φυλαὶ διῃρέθησαν, καὶ δύο μὲν φυλαὶ τοῖς ἀπὸ Ῥοβοὰμ τὸ γένος ἔχουσι συνετάχθησαν, δέκα [δὲ τῷ] Ἱεροβοάμ. γεννᾷ δὲ Ῥοβοὰμ τὸν Ἀσσά, οὗτος τὸν Ἰωσαφάτ, ἐφ' οὗ Μιχαίας καὶ Ἠλίας καὶ Ἐλισσαῖος τῷ τῆς προ[φητείας] φωτὶ κατηυγάζοντο. Ἰωσαφὰτ γεννᾷ τὸν Ἰωράμ, οὗτος τὸν Ὀχοζίαν, κἀκεῖνος τὸν Ἰωάς, καὶ οὗτος τὸν Ἀμεσ[ίαν, καὶ Ἀ]μεσίας τὸν Ἀζαρίαν καὶ Ἰωσίαν, ὁπηνίκα Ἀμὼς καὶ Ἡσαΐας καὶ Ὠσηέ,