ἠνομεῖτο οὕτως, ἄλλα δ' οὔ, ἢ ἐκεῖνα μὲν ἐπὶ πλέον, εἰς δ' ἔλαττον ἕτερα, ἀλλ' ὁμοθυμαδὸν πάντα παρὰ πάντων ἀνωσιουργεῖτο τὰ παναθέμιτα. πάνυ δ' ἂν ἐφείσαντο γυναικῶν εὐλαβῶν καὶ κορίων ἐπιγάμων ἢ τῶν θεῷ ἀνακειμένων καὶ παρθενεύειν ἑλομένων οἱ κατὰ τῶν θείων οὕτω λυττήσαντες; ἐπὶ πᾶσιν ἐργῶδες ἦν καὶ δυσμήχανον τὸ μειλίξασθαι λιταῖς ἢ ὁπωσοῦν εὔνουν θέσθαι τὸ βάρβαρον, οὕτω μὲν εὐπαρόξυντον ὄν, οὕτω δ' ἐρευξίχολον ἀκριβῶς καὶ πρὸς πᾶσαν ἀκοὴν ἀθέλητον. πάντα δ' ἐκρίνετο θυμοῦ ὑπεκκαύματα καὶ ἄνοιαν ὠφλίσκανε καὶ γέλων. καὶ ὡς τὴν γλῶτταν ἀταμίευτος ἐπεπλήττετο, ἐν πολλοῖς δὲ καὶ τὸ παραξιφίδιον εἶχεν ἐπ' αὐτὸν σπώμενον ὁ καὶ μικρὸν ἀντειπὼν ἢ πρὸς τὰ θυμήρη σφίσιν ἀναδυόμενος. Ὅθεν ἦν εἰς πόνον ἅπασα κεφαλή, ἐν στενωποῖς θρῆνοι καὶ οὐαὶ καὶ κλαυθμοί, ἐν τριόδοις ὀδυρμοί, ἐν ναοῖς ὀλοφυρμοί, ἀνδρῶν οἰμωγαί, γυναικῶν ὀλολυγαί, ἑλκυσμοί, ἀνδραποδισμοί, διασπασμοὶ καὶ βιασμοὶ σωμάτων συναφῶν πρότερον. οἱ τῷ γένει σεμνοὶ γυμνοὶ περιῄεσαν, οἱ τῷ γήρᾳ γεραροὶ γοεροί, οἱ πλούσιοι ἀνούσιοι. οὕτως ἐν πλατείαις, αλεχ5.575 οὕτως ἐν γωνίαις, οὕτως ἐν τεμένεσιν, οὕτως ἐν καταδύσεσιν· οὐδὲ γὰρ ἦν τις τόπος ἀνεξερεύνητος ἢ ἀσυλίαν τοῖς προσρυομένοις διδούς. Χριστὲ βασιλεῦ τῆς τότε θλίψεως καὶ συνοχῆς τῶν ἀνθρώπων. ὁ δ' ἦχος ὁ θαλάττιος, ὁ δὲ τοῦ ἡλίου σκοτασμὸς καὶ ἡ ζόφωσις, ἡ δὲ τῆς σελήνης εἰς αἷμα μεταστροφή, οἱ δὲ τῶν ἀστέρων ἔξεδροι, ὅπῃ καὶ ὅπως οὐ τὰ τελευταῖα ταῦτα κακὰ προεσήμαναν; καίτοι τὸ βδέλυγμα τῆς ἐρημώσεως τεθεάκαμεν ἑστὼς ἐν τόπῳ ἁγίῳ καὶ πορνικὰ στρογγυλίζον λογάρια καὶ τἆλλα, κἂν μὴ ἐπίπαν, ἀλλ' ἐκ τοῦ δήπουθεν μεταβάντα πρὸς τὸ ἀντίστροφον, ὅσα παρὰ Χριστωνύμοις σεμνὰ καὶ τὸν τῆς πίστεως λόγον ἐξευγενίζοντα. Τοιαῦθ', ὡς ἐκ πολλῶν βραχέα δοῦναι τῇ ἱστορίᾳ, οἱ ἐξ ἑσπέρας στρατοὶ κατὰ τῆς Χριστοῦ κληρονομίας παρηνομήκασιν, ἐπ' οὐδενὶ τῶν ὅλων τὸ φιλάνθρωπον ἐνδειξάμενοι, ἀλλὰ πάντας ἀποξενώσαντες χρημάτων καὶ κτημάτων, οἰκημάτων τε καὶ ἐσθημάτων, καὶ μηδενὸς τῶν πάντων μεταδόντες τοῖς ἔχουσι. ταῦτα ὁ χαλκοῦς αὐχήν, ἡ ἀλαζὼν φρήν, ἡ ὀρθὴ ὀφρύς, ἡ ἀεὶ ξυριῶσα καὶ νεανισκευομένη παρειά, ἡ φιλαίματος δεξιά, ἡ ἀκροχολῶσα ῥίν, ὁ μετέωρος ὀφθαλμός, ἡ ἄπληστος γνάθος, ἡ ἄστοργος γνώμη, ἡ τορὴ καὶ τροχαλὴ λαλιὰ καὶ μόνον οὐκ ἐπορχουμένη τοῖς χείλεσι, μᾶλλον δὲ οἱ παρ' ἑαυτοῖς ἐπιστήμονες καὶ σοφοί, οἱ εὔορκοι καὶ φιλαλήθεις καὶ μισοπόνηροι καὶ τῶν Γραϊκῶν ἡμῶν εὐσεβέστεροί τε καὶ δικαιότεροι καὶ τῶν Χριστοῦ διαταγμάτων φύλακες ἀκριβέστεροι, τὸ δὲ πλέον, οἱ τὸν σταυρὸν ἐπ' ὤμων ἀράμενοι καὶ πολλάκις κατὰ τούτου καὶ τῶν θείων λογίων ἐπομοσάμενοι τὰς μὲν τῶν Χριστωνύμων χώρας παρελθεῖν ἀναιμωτί, μὴ προσνεύσαντες ἀριστερά, μηδ' ἐκκλίναντες δεξιά, κατὰ δὲ Σαρακηνῶν ὁπλίσαι τὰς χεῖρας καὶ τὰ ξίφη πορφυρῶσαι τοῖς αἵμασιν, οἳ τὴν Ἱερουσαλὴμ ἐξεπόρθησαν, μηδ' ἀνδρίσασθαι γυναιξὶν ἢ καθ' ὁμιλίαν αὐταῖς συνελθεῖν ἐφ' ὅσον ἂν χρόνον τὸν σταυρὸν ἐπωμάδιον φέρωσιν ὡς ἡγνισμένοι θεῷ καὶ τὴν αὐτοῦ πορείαν στελλόμενοι. αλεχ5.576 Ὄντως λογοποιοὶ ἐξεφάνθησαν καὶ τοῦ θείου τάφου διφῶντες ἐκδίκησιν κατὰ Χριστοῦ προδήλως ἐλύττησαν καὶ μετὰ σταυροῦ τὴν τοῦ σταυροῦ κατάλυσιν ἠνομήκασιν, ὃν ἐπινώτιον ἔφερον, τοῦτον πρὸ ποδῶν τιθέναι μὴ φρίττοντες διὰ χρυσίον βραχὺ καὶ ἀργύριον. καὶ μαργαρίτας ἐγκολπιζόμενοι τὸν πολύτιμον μαργαρίτην Χριστὸν ἠθετήκασι, τοῖς ἐναγεστάτοις τῶν ζώων τὸν παναγέστατον διασπείραντες. οἱ δ' ἐξ Ἰσμαὴλ οὐχ οὕτως, ὅτι μὴ καὶ πάνυ φιλανθρώπως καὶ προσηνῶς τοῖς ἐκ τοῦ γένους αὐτῶν προσηνέχθησαν τῆς Σιὼν κατισχύσαντες. οὔτε γὰρ γυναιξὶ Λατινίσιν ἐπεχρεμέτισαν, οὔτε τὸ Χριστοῦ κενήριον πολυάνδριον πεσόντων ἔδειξαν, οὐδὲ κάθοδον ἐς ᾅδου τὴν πρὸς τὸν ζωηφόρον τάφον εἴσοδον, οὐδὲ θάνατον τὴν ζωήν, οὐδὲ πτῶσιν τὴν ἀνάστασιν, ἁπαξάπασι δ' ἀνέντες τὴν ἔξοδον χρυσίνοις ἀριθμῷ κατ' ἄνδρα βραχέσιν ἀφώριζον τὰ ζωάγρια, τὰ λοιπὰ τοῖς κεκτημένοις παρέντες, κἂν ψάμμῳ ἦσαν