256
ἁμαρτία τῆς μητρὸς αὐτοῦ μὴ ἐξαλειφθείη." Πατέρων ἀρετὴ πολλάκις καὶ πλημ 80.1760 μελήσαντας ὤνησε παῖδας, ὡς τοὺς Ἰουδαίους τοῦ Ἀβραὰμ ἡ πίστις, ὡς τὸν Σολομῶντα τοῦ ∆αβὶδ ἡ εὐσέβεια. Πονηρία δὲ πατέρων τοῖς ὁμοίοις παισὶν ἐπαύξει τὴν τιμωρίαν· οὐδεμία γὰρ οὐδαμόθεν εὑ ρίσκεται φειδοῦς ἀφορμή. Τοῦτο τοίνυν καὶ ὁ προ φητικὸς ἔφη λόγος, ὅτι Ἰουδαῖοι τὴν πανωλεθρίαν ὑπομένοντες πρὸς ταῖς οἰκείαις ἀσεβείαις τῇ μνήμῃ τῶν πατρῴων κακῶν φανήσονται βδελυρώτεροι. Πα τέρας δὲ αὐτῶν καλεῖ τοὺς ἐν τῇ ἐρήμῳ τῇ δυσσε βείᾳ χρησαμένους, τοὺς ἐπὶ τῶν Κριτῶν, τοὺς ἐπὶ τῶν Βασιλέων, τοὺς μετὰ τὴν ἀπὸ Βαβυλῶνος ἐπάν οδον παρανομίᾳ συζήσαντας· μητέρα δὲ τὴν Ἱερουσαλὴμ ἔφη· ἐν ᾗ τῆς κατὰ τοῦ ∆εσπότου Χριστοῦ μιαιφονίας ἐτολμήθη τὸ μύσος. Τοῦτο γὰρ ὁ Κύριος ἐν τοῖς Εὐαγγελίοις ἔφη· "Ὅπως ἂν ἐπέλθῃ ἐπὶ τὴν γενεὰν ταύτην πᾶν αἷμα ἀθῶον ἐκχυνόμε νον ἐπὶ τῆς γῆς, ἀπὸ τοῦ αἵματος Ἄβελ τοῦ δι καίου, ἕως τοῦ αἵματος Ζαχαρίου, οὗ ἐφόνευσαν με ταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου." Πάντων γὰρ κατὰ ταυτὸν τίσουσι δίκας. ιεʹ. "Γενηθήτωσαν ἐναντίον Κυρίου διαπαντὸς, καὶ ἐξολοθρευθείη ἐκ γῆς τὸ μνημόσυνον αὐτῶν." Πάντα γὰρ, φησὶ, τὰ ὑπ' αὐτῶν τολμηθέντα παρά νομα ἀεὶ θεώμενος ὁ Θεὸς, οὐδεμιᾶς αὐτοὺς ἀξιώσει φειδοῦς, ἀλλὰ πανωλεθρίᾳ παραδώσει. Καὶ ἐντεῦθεν μέντοι δῆλον, ὡς οὐ περὶ μόνου τοῦ Ἰούδα, ἀλλὰ περὶ πάντων ἠπιστηκότων ταῦτα διῆλθεν. Ἀπὸ γὰρ ἑνικοῦ προσώπου, ἐπὶ τὸ πληθυντικὸν τὸν λόγον μετήνεγκεν. Οὐκέτι γὰρ εἶπεν αὐτοῦ, ἀλλ' αὐτῶν. ιʹ, ιζʹ. "Ἀνθ' ὧν οὐκ ἐμνήσθη ποιῆσαι ἔλεος. Καὶ κατεδίωξεν ἄνθρωπον πένητα, καὶ πτωχὸν, καὶ κατανενυγμένον τῇ καρδίᾳ τοῦ θανατῶσαι." Ταῦτα δὲ, φησὶ, πείσονται, ἀπηνῶς καὶ θηριωδῶς τῇ μιαι φονίᾳ χρησάμενοι, καὶ τὸν πάσῃ χρησάμενον με τριότητι καὶ πραότητι μέχρι θανάτου διώξαντες. Τούτοις καὶ Ἀπόστολος μαρτυρεῖ λόγοις, καὶ αὐτὸς ὁ ∆εσπότης· ὁ μὲν Ἀπόστολος βοῶν· "Ὃς δι' ἡμᾶς ἐπτώχευσε πλούσιος ὢν, ἵνα ἡμεῖς τῇ ἐκείνου πτω χείᾳ πλουτήσωμεν·" καὶ πάλιν· "Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών·" ὁ δὲ Κύ ριος νῦν μέν φησι· "Μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι, καὶ ταπεινὸς τῇ καρδίᾳ καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν·" νῦν δέ· "Αἱ ἀλώπεκες φωλεοὺς ἔχουσι, καὶ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις· ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ." ιηʹ. "Καὶ ἠγάπησε κατάραν, καὶ ἥξει αὐτῷ, καὶ οὐκ ἠθέλησεν εὐλογίαν, καὶ μακρυνθήσεται ἀπ' αὐ 80.1761 τοῦ." Ἐνταῦθα σαφῶς τὸ εὐκτικὸν μεταβέβληκε σχῆμα, καὶ προαγορευτικῶς ἀμφότερα τέθεικεν, ὅτι καὶ τὴν κατάραν ἣν ἠγάπησαν λήψονται, καὶ τῆς εὐλογίας, ἣν λαβεῖν οὐκ ἠθέλησαν, στερηθήσονται. "Καὶ ἐνεδύσατο κατάραν ὡς ἱμάτιον." Ἀντὶ τοῦ, ταύτῃ πανταχόθεν περιεστοίχισται. "Καὶ εἰσῆλθεν ὡσεὶ ὕδωρ εἰς τὰ ἔγκατα αὐτοῦ." Οὐ γὰρ μόνον ἔξωθεν, ἀλλὰ καὶ ἔνδοθεν περίκεινται τὰ κακὰ, καὶ ὑπὸ τούτων δίκην ὕδατος περικλύζονται. Εἶτα ἐπειδὴ τὸ ὕδωρ ἀρδεύει μὲν τὸ σῶμα καὶ βρέχει, οὐκ ἔχει δὲ μόνιμον τὴν ὑγρότητα, ἐπήγαγεν· "Καὶ ὡσεὶ ἔλαιον ἐν τοῖς ὀστέοις αὑτοῦ." Τὸ γὰρ ἔλαιον ἐπὶ πλεῖστον ἐπιμένει τῷ σώματι. Ὃ δὲ λέ γει τοιοῦτόν ἐστιν· Ἐπενεχθήσεται φορὰ κακῶν, τοῦ μὲν ὕδατος τὴν σφοδρότητα, τοῦ δὲ ἐλαίου μι μουμένη τὸ μόνιμον. ιθʹ. "Γενηθήτω αὐτῷ ὡς ἱμάτιον, ὃ περιβάλλε ται· καὶ ὡσεὶ ζώνη, ἣν διαπαντὸς περιζώννυται." Πανταχόθεν, φησὶ, τοῖς προειρημένοις κακοῖς, καὶ ὡς ἐσθῆτι καλυπτέσθω, καὶ ὡς ζωστῆρι σφιγγέ σθω. κʹ. "Τοῦτο τὸ ἔργον τῶν ἐνδιαβαλλόντων με παρὰ Κυρίου." Οἱ δὲ ἄλλοι, τῶν ἀντικειμένων, ἡρ μήνευσαν. "Καὶ τῶν λαλούντων πονηρὰ κατὰ τῆς ψυχῆς μου." Τούτους τρυγήσουσι τοὺς καρποὺς, καὶ οἱ τὸ πρὸς ἐμὲ μῖσος ἀναδειξάμενοι, καὶ ὁ τού τοις ὑπουργήσας προδότης. Ἐπειδὴ γὰρ ἀντίθεον αὐτὸν καὶ παράνομον ἐκάλουν, εἰκότως εἶπε· "Τῶν ἐνδιαβαλλόντων με παρὰ Κυρίου." καʹ. "Καὶ σὺ, Κύριε, Κύριε, ποίησον μετὰ ἐμοῦ ἕνεκεν τοῦ ὀνόματός σου, ὅτι χρηστὸν τὸ ἔλεός σου." Καὶ ταῦτα ἀνθρωπίνως εἴρηκεν ὁ ∆εσπότης Χρι στός· πάντα