256
οὐρανὸν ἀπ' αὐτοῦ τοῦ ἀποστολικοῦ κηρύγματος, ὡς μαρτυρεῖ καὶ ἡ ὄψις δι' ἱστορίας καὶ ἡ ἀκοὴ διὰ λογογραφίας, τὴν ἁγίαν εἰκόνα Χριστοῦ, τῆς Θεοτόκου, τῶν ἀγγέλων (ἐπειδὴ σωματογραφοῦνται καὶ οὗτοι θεοκελεύστως, καίπερ ὄντες ἀσώματοι), τῶν κατὰ καιρὸν ἁγίων ἔν τε τοῖς θείοις ναοῖς καὶ ἱεροῖς σκεύεσι φέρουσά ἐστιν καὶ προσκυνοῦσα, κἂν ἄρτι ἡ καθ' ἡμᾶς ἐκκλησία, διαρραγεῖσα τῶν τεσσάρων πατριαρχῶν, ἠνόμησεν διακενῆς. Ἀλλὰ νῦν καιρὸς εὐπρόσδεκτος, δέσποτα φιλοχριστότατε, νῦν ἡμέρα σωτηρίας, καταλλαγῆναι ἡμᾶς Χριστῷ τῇ μεσιτείᾳ καὶ εὐδοκίᾳ τῆς εἰρηνάρχου σου βασιλείας, ἑνωθῆναι ἡμᾶς τῇ κορυφῇ τῶν ἐκκλησιῶν τοῦ θεοῦ Ῥώμῃ καὶ δι' αὐτῆς τοῖς τρισὶ πατριάρχαις, ἵνα ὁμοθυμαδὸν ἐν ἑνὶ στόματι δοξάζωμεν τὸν θεὸν καὶ πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ σὺν τῷ υἱῷ καὶ Πνεύματι Ἁγίῳ, μεγαλύνοντες καὶ τὴν ὑμετέραν εὐσεβεστάτην καὶ πολύευκτον βασιλείαν. 419 {1Στεφάνῳ ἀδσηκρῆτισ}1 Σὺ μέν, ὦ φιλότης, προσηγόρευσας ἡμᾶς πάλαι διὰ φωνῆς τοῦ φρουροῦντος ἡμᾶς (οὗ ῥυσθείημεν ἀμφότεροι τῆς μανίας, ἐπείπερ ἐστὶν ὑπερβαλλόντως πνέων ἀπειλῆς καὶ θυμοῦ εἰς τοὺς εὐσεβεῖς, δεσμῶν τε καὶ φρουρῶν, αἰκίζων τε καὶ πορθῶν τὰς ἐκκλησίας τοῦ θεοῦ σὺν πάσῃ βλασφημίᾳ καὶ παροινίᾳ ὡς οὐκ οἶδ' εἴ τις τ' ἄλλος τῶν ἐν ἀσεβείᾳ κατεγνωσμένων), ἐγὼ δέ σου ἐπαινῶ τὸ φιλόσοφον, καὶ μάλα εἰκότως· φιλόσοφον γὰρ τὸ ῥῆξαί σε φωνὴν ἐπὶ τοῦ κράτους ἣν οἶδας τά τε λοιπά σου λαλήματά τε καὶ σπουδάσματα ὑπὲρ ἀνακλήσεως τῆς πεπτωκυίας καθ' ἡμᾶς ἐκκλησίας. καὶ ὄντως ἔδει τὸν σοφὸν ἄνδρα καὶ διεγνωσμένον ἐν εὐσεβείᾳ τοῦτο δρᾶν πρός τε τὸ οἰκεῖον συμφέρον καὶ τοῦ ὅλου σώματος Χριστοῦ· ὃ διέτεμεν ὁ δράκων ὁ μέγας, ὁ ἀποστάτης, ὁ σκολιὸς ὄφις, τὸ προεισόδιον τοῦ Ἀντιχρίστου, ἡ μιαρὰ καὶ βλάσφημος γλῶσσα, ὁ ὑπεραιρόμενος ἐπὶ πάντα ναὸν θεοῦ, ὁ νοῦς ὁ Ἀσσύριος, τὸ βαρβαρικὸν ἔκτρωμα, ἡ Ῥαψακοειδὴς χείρ, ἡ θεοκατάρατος καρδία, ὁ ὁλόσωμος τοῦ σατανᾶ ὑπηρέτης, καὶ οὐκ οἶδ' ὅ τι φράσω ἐπάξιον τοῦ ἀλιτηρίου κωμῴδημα διὰ τὴν πολυώνυμον τοῦ ἐξαγίστου ἀσέβειαν. Πλὴν ἄλλου χρόνου τὸ ταῦτα διαστείχειν. νῦν δέ μοι τοῦτο λέξον, ὦ τριπόθητε, πῶς τοῦ χειμῶνος παρελθόντος οὐ τέλεον ἔαρ ἀλλ' ἢ μόνον καλλιωρία τις καὶ ἀπαυγασμὸς εὐπλοήσεως. τὸ πῦρ ἔσβεσται, τί ἔτι καπνῶδες ὑπολέλειπται; κινήθητι ἔτι, πόθημα ἐμόν, διαγώνισαι μᾶλλον, μέλος Χριστοῦ· οὐχ ὁρᾶτε τὸν ἀσεβοκαύστην οἷον πέπτωκεν ἐξαίσιον καὶ λαλούμενον καὶ ἀκουόμενον; ἐὰν ὁ τοῦδε ὄλεθρος οὐ σωφρονίσῃ ἡμᾶς, φησὶν ὁ χρυσορρήμων, τίς λοιπὸν ἐλεήσει ἡμᾶς; οὐκ ἀνανήψομεν; οὐκ ἐννοήσομεν ὅτι, εἰ μὴ Χριστὸς ἤρνητο ἀθετουμένης αὐτοῦ τῆς ἁγίας εἰκόνος, οὐκ ἂν τὸν ταύτης ὑβριστὴν οὕτως ὠλεθρίωσεν; Ἀκούσατε ταῦτα πάντα τὰ ἔθνη, ἐνωτίσασθε πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην τί γέγονεν ἐν Γραικοῖς. πρὸ τοῦ Ἀντιχρίστου Ἀντίχριστος, ἤρθη ἀφ' ἡμῶν τὸ σημεῖον τῆς βασιλείας τοῦ Χριστοῦ· εἰ γὰρ μὴ τοῦτο, ὅπερ ἐστὶ τὸ ἴνδαλμα τοῦ σωματικοῦ αὐτοῦ χαρακτῆρος, ἐμφανίζοιτο ἐν ἡμῖν καρηφοροῦν τὸν τύπον τοῦ σταυροῦ, ἀλλὰ τὸ μὲν ἐκρίπτοιτο, τὸ δὲ προσείληπται, μεμέρισται Χριστὸς ἢ μᾶλλον ὁ βασιλεὺς ἀπέπτυσται ὁ κτείνας τὸν διάβολον, τὸ δόρυ δέ, δι' οὗ τὸν ἐχθρὸν ἔσφαξεν, τὸ τοῦ κράτους ἀνεδήσατο διάδημα, ἐφ' ἴσῃ νίκῃ τοῦ σφαγέντος ὑποτάξαν ὡς ἐχθρὸν τὸν κατασφάξαντα. ἄκουε, οὐρανέ, καὶ ἐνωτίζου, γῆ· τί ἡ ἔκστασις αὕτη, ἣν ἐξέστη ὁ λαὸς τοῦ θεοῦ; ἄκουε, ἀνατολὴ καὶ δύσις, ὅπως ἐξετυφλώθη ἡ Βυζαντίς, ὅπως κεκώφευται, φωνῆς ὑμῶν ἐλεγκτικῆς οὐκ ἀκούσασα, ὑποδεικτικῆς ὑμῶν μαρτυρίας οὐκ ἐμβλέπουσα, ἀλλ' Ἰαννοῦ καὶ Ἰαμβροῦ, τῶν ἀντιστατῶν Χριστοῦ, τῆς ὀλεθρίου δυάδος, ἣν εὖ οἶδ' ὅτι ἡ Τριὰς ἐν τάχει καταλύσειεν, ὡς ἂν σὺν τοῖς προολεσθεῖσι δυσὶν ἀσεβέσιν ἀπαχθεῖεν καὶ αὕτη ἡ δυάς, τὸ τετρακέφαλον τοῦ διαβόλου ἅρμα. ∆εῦρο δή, δεῦρο, ἀδελφέ, καταβαλοῦ ἔτι ἀγῶνας, Κύριος κελεύει, λάλησον ἀγαθὰ εἰς τὰς τιμίας ἀκοὰς τοῦ εὐσεβοῦς βασιλέως ἡμῶν· μιμησάσθω