Commentarius in Isaiam prophetam ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
{1ΛΟΓΟΣ Γʹ}1 9Λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς, καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν.9
ποιεῖσθαι τοῖς ποιμέσι τὴν ἔφοδον. Οὕτως, φησὶ, καταβήσεται Κύ- ριος ἐπιστρατεῦσαι ἐπὶ τὸ ὄρος τὸ Σιὼν, τοῦτ' ἔστι, τὴν Ἱερουσαλὴμ, ἐπὶ τὰ ὄρη αὐτῆς. Ὡς ὄρνεα πετό-μενα, οὕτως ὑπερασπιεῖ Κύριος ὑπὲρ Ἱερουσαλήμ. Νεοττοκομοῦσι μὲν γὰρ ἐν τοῖς ὄρεσι πτηνὰ, καὶ ἐν τοῖς δασέσι τῶν φυτῶν διαπήγνυνται καλιάς. Εἰ δὲ δή τις ἕτερος ὄρνις ἢ ὄφις ἀποσυλῆσαι βούλοιτο τῶν νεοττῶν, ὑπερμάχεται δεινῶς ἡ τεκοῦσα αὐτοὺς, καὶ τῆς ἐνούσης αὐτῇ φιλοστοργίας τὴν δύναμιν καθίστη- σιν ἐναργῆ, περιιπταμένη τε καὶ τρύζουσα καὶ μο- νονουχὶ πλείστην ὅσην τοῦ παραλύειν ἐθέλοντος ποιουμένη τὴν καταβολήν. Οὕτω, φησὶν, ὁ τῶν ὅλων Κύριος, ὑπερασπιεῖ τῆς Ἱερουσαλὴμ, καὶ ἐξελεῖται, καὶ περιποιήσεται, καὶ σώσει. Γέγονε δὲ ταῦτα πε- 70.700 πορθημένης τῆς Βαβυλῶνος, Κύρου τε ἀνέντος τῆς αἰχμαλωσίας τὸν Ἰσραήλ. Ὑπενόστησεν μὲν γὰρ, τὴν παρ' αὐτοῖς βασιλείαν διέποντος Ζοροβάβελ τοῦ Σαλαθιὴλ, ὃς ἦν ἐκ φυλῆς Ἰούδα, ἱερατεύοντος δὲ τοῦ Ἰησοῦ τοῦ Ἰωσεδὲκ τοῦ ἱερέως τοῦ μεγάλου. Ἐπειδὴδὲ ἀνατειχίζειν ἤθελον τὴν Ἱερουσαλὴμ, ἐπεφύοντο μὲν τῶν ὁμόρων τινὲς διακωλύειν ἐθέλοντες· νενίκηκε δὲ οὐδεὶς, Θεοῦ νευροῦντος τὸν Ἰσραήλ. Γέγονε δὲ τοιαύτη καὶ ἐφ' ἡμᾶς τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπι- κουρίας δύναμις. Εἷλε μὲν γὰρ αἰχμαλώτους ἅπαν- τας ὁ νομισθεὶς εἶναι Θεὸς τοῦ αἰῶνος τούτου· ἀλλ' ἐπεπήδησεν αὐτῷ Χριστὸς οἷά τις λέων, ἢ σκύμνος λέοντος, καὶ κατήργηκεν αὐτὸν τῷ ῥήματι τῆς δυνά- μεως αὐτοῦ. Κύριός ἐστι Σαβαώθ. Καὶ ἐπεστράτευ- σεν ἐπὶ τὸ ὄρος Σιὼν, τοῦτ' ἔστιν, ὑπερηγωνίσατο τῆς νοητῆς Σιὼν, ἥτις ἐστὶν Ἐκκλησία Θεοῦ ζῶντος, καὶ ὥσπερ τινὰ καλιὰν ἰδίαν σέσωκεν εὐσθενῶς. Ὁ μὲν γὰρ τῆς ἁμαρτίας πατὴρ ἐκ πολλῆς ἄγαν ὑπεροψίας ἔφασκε· Τὴν οἰκουμένην ὅλην καταλήψομαι τῇ χειρὶ ὡς νοσσιάν· καὶ ὡς καταλελειμμένα ὠὰ ἀρῶ, καὶ οὐκ ἔστιν ὃς διαφεύξεταί με, ἢ ἀντείπῃ μοι. Ὁ δέ γε τῶν ὅλων Σωτὴρ καὶ Κύριος συνήγαγε τοὺς πιστεύσαντας εἰς αὐτὸν, ὃν τρόπον ἐπισυνάγει ὄρνις τὰ νοσσία ἑαυτῆς ὑπὸ τὰς πτέρυγας, καὶ ἁπάσης ἔξω τέθεικεν ἐπιβουλῆς. Ἐξείλετο γὰρ, καὶ περιεποίησεν ἑαυτῷ τὴν σύμπασαν γῆν, καὶ σέσωκε τὴν ὑπ' οὐρανόν. 9Ἐπιστράφητε, οἱ τὴν βαθεῖαν βουλὴν βου- λευόμενοι, καὶ ἄνομον.9 Τοῦ Θεοῦ λέγοντος, ὡς ἐπιστρατεύσει μὲν ἐπὶ τὸ ὄρος Σιὼν, ἐφαλεῖται δὲ τοῖς ἀδικοῦσι τὸν Ἰσραὴλ, ἤτοι τοὺς πιστεύοντας εἰς αὐτὸν, ἀλκιμωτάτου λέοντος δίκην, προσεπάγοντος δὲ, ὅτι καὶ ὑπερασπιεῖ, καὶ περιποιήσεται, καὶ σώσει· πάλιν ὁ προφήτης κατα- κέκραγε τῶν πιστεύειν οὐκ ἀνεχομένων, ὅτι πανσθε- νής ἐστιν ἡ τοῦ Θεοῦ δεξιὰ, καὶ σώσει ῥᾳδίως, οὓς ἂν ἕλοιτο παρ' ἐχθρῶν. Ὦ τοίνυν, φησὶν, οἱ τὴν οὕτως αἰσχρὰν καὶ βδελυρωτάτην ἀπιστίαν νενοση- κότες, οἱ τὸν τῶν ὅλων καταλελοιπότες Θεὸν, καὶ τὰς ἐξ ἀνθρώπων ἐπικουρίας ἀσυνέτως ἐρανιζόμενοι, καὶ τὴν ἐπὶ τούτῳ σκέψιν ἄνομόν τε καὶ καταγέλαστον, οὐκ οἶδ' ὅπως, τετιμηκότες, ἐπιστράφητε πρὸς Θεὸν, βουλεύσασθε τὰ ἀμείνω, λέγετε καὶ ὑμεῖς· "6Κύριε ὁ Θεὸς τῶν δυνάμεων, μακάριος ἄνθρωπος ὁ ἐλπίζων ἐπὶ σέ."6 9Ὅτι τῇ ἡμέρᾳ ἐκείνῃ ἀφελοῦνται οἱ ἄνθρωποι τὰ χειροποίητα αὐτῶν τὰ ἀργυρᾶ, καὶ τὰ χρυσᾶ, ἃ ἐποίησαν αἱ χεῖρες αὐτῶν, καὶ πεσεῖται Ἀσ- σούρ. Οὐ μάχαιρα ἀνδρὸς, οὐδὲ μάχαιρα ἀνθρώ- που καταφάγεται αὐτὸν, καὶ φεύξεται οὐκ ἀπὸ προσώπου μαχαίρας. Οἱ δὲ νεανίσκοι ἔσονται εἰς ἥττημα, πέτρᾳ γὰρ περιληφθήσονται, ὡς χάρακι, καὶ ἡττηθήσονται· ὁ δὲ φεύγων ἁλώσεται.9 Ἐπάνεισι καὶ νῦν ὁ λόγος ἐπὶ τὸν αὐτῷ προτεθέν- τα σκοπόν. Ὑπερασπιεῖ μὲν γὰρ, φησὶν, ὁ Κύριος τῆς Ἱερουσαλὴμ, τοῦτ' ἔστιν, ὑπεραθλήσει τῆς ἑαυτοῦ Ἐκκλησίας, ἤτις ἐστὶν ἡ πόλις αὐτοῦ. Καὶ ἐξελεῖται τοὺς εἰς αὐτὸν πιστεύοντας, καὶ ἑαυτῷ περιποιήσει τούτους, καὶ ἴδιον καταλογιεῖται κλῆρον αὐτοὺς, καὶ πρός γε τούτῳ καὶ σώσει. Τίνα δὲ τρόπον; Ἀπαλλά- 70.701 ξουσι γὰρ ἑαυτοὺς τῆς βεβήλου καὶ βδελυρᾶς εἰδωλο- λατρίας, καὶ τοῖς ἔργοις τῶν ἰδίων χειρῶν οὐκ ἔτι λατρεύσουσιν, εἴτ' οὖν εἶεν χρυσᾶ καὶ ἀργυρᾶ, εἴτ' οὖν καὶ καθ' ἕτερόν τινα τρόπον πολυτελῶς ἐκπεποιη- μένα. Πρὸ μὲν γὰρ τῆς τοῦ Σωτῆρος