257
παρέπεμψαν, δείσαντες, μὴ ἐγγὺς βασιλεὺς διατρίβων ὁ Καντακουζηνὸς ἀθρόον αὐτοῖς ἐπιστρατεύσῃ καὶ οὐχ οἷοίτε ἀμύνεσθαι ὦσι διὰ τὸ τοὺς στρατευομένους μικροῦ δεῖν ἅπαντας τοὺς μὲν ἑαλωκέναι, τοὺς δὲ μηδὲ τῶν οἰκιῶν προκύπτειν, ἐν αἷς κατεκρύπτοντο, τολμᾷν, ἄλλως τε μηδ' ἐκ Βυζαντίου βοήθειάν τινα σφίσι προσδοκῶντες ἥξειν· ᾔδεσαν γὰρ ἐκεῖ τὴν Καντακουζηνοῦ τοῦ βασιλέως στρατιὰν ἐστρατοπεδευμένην· πρὸς βασιλέα τῶν Μυσῶν πέμπουσι πρεσβείαν, δεόμενοι σφίσι κατὰ τάχος βοηθεῖν. Ἀλέξανδρος δὲ, ὥσπερ ἦν εἰκὸς, οὐ διὰ τὴν στάσιν μόνον, ἀλλὰ καὶ χρήμασι νομίσας, εἰ διαφθείρειε 2.180 τοὺς ἄρχοντας τῆς πόλεως, πείσειν αὐτῷ ῥᾳδίως προσχωρήσειν, ἧκεν εἰς Ἀδριανούπολιν οὐδὲν μελλήσας. τῶν μὲν οὖν μελετωμένων ἤνυσεν οὐδέν. οἱ γὰρ τὴν πόλιν ἄγοντες σύμμαχον ἔφασαν, οὐ δεσπότην κεκληκέναι. βασιλέα δὲ τὸν Καντακουζηνὸν οὐ τὰ τυχόντα ἔβλαψεν ἡ ἐκείνου ἄφιξις, νομισθεῖσα παρὰ πᾶσιν ὡς ὑπὲρ βασιλίδος ἐγεγόνει. ἥτε γὰρ πρὸς τὸν Μέλανα ποταμὸν ἀπεσταλμένη παρ' ἐκείνου στρατιὰ καὶ οἱ στρατηγοὶ, μὴ νομίσαντες λυσιτελεῖν ἐνταῦθα διακινδυνεύειν, τοῦ βασιλέως σφίσι πολιορκουμένου παρὰ τῶν Μυσῶν, ἐπανεζεύγνυον. ἐν δὲ τῇ ἀναχωρήσει τῶν τε συγκλητικῶν τινες καὶ οὐκ ὀλίγοι στρατιῶται τοὺς στρατηγοὺς καταλιπόντες, διεδίδρασκον εἰς Βυζάντιον. ὧν ἦν καὶ ὁ Βατάτζης Ἰωάννης, τάξιν ἄγων τὴν Ἀχυραϊτῶν προσαγορευομένην. καὶ αἱ τῆς Θρᾴκης καὶ Μακεδονίας πόλεις, ὅσαι βασιλεῖ τῷ Καντακουζηνῷ ὑπήκοοι ἦσαν, τὴν ἐσβολὴν τῶν Μυσῶν πυθόμεναι ὡς κατὰ βασιλέως γένοιτο, πλὴν ὀλίγων λίαν πρὸς βασιλίδα συναπέστησαν καὶ τούς τε ἄρχοντας αὐτῶν καὶ τῶν πολιτῶν συλλαμβάνοντες τοὺς δυνατοὺς, ὑπὸ δεσμοῖς εἰς Βυζάντιον ἀπεκόμιζον. τὰ ἴσα δὲ καὶ αἱ κατὰ τὴν Ῥοδόπην πόλεις ἔδρων· καὶ κοινὸς ἦν ὁ πόλεμος πρός τε Καντακουζηνὸν τὸν βασιλέα καὶ τοὺς παρ' ἑκάστοις δυνατούς. σχεδὸν γάρ τοι εἰς δύο διῄρητο τὰ τῶν πολιτειῶν, καὶ οἱ μὲν ὀλίγοι τὰ Καντακουζηνοῦ τοῦ βασιλέως ἔδρων, οἱ δῆμοι δὲ ὑπὸ τῶν στασιαστῶν ἀγόμενοι καὶ τῶν ἀπόρων, τὰ βασιλίδος ᾑροῦντο μᾶλλον. κρείττους δὲ οἱ πολλοὶ πανταχοῦ 2.181 γινόμενοι, διέφθειρον τοὺς δυνατοὺς, καὶ σύγχυσις δεινὴ καὶ ἀταξία τὰς πόλεις κατεῖχεν. Ἀλέξανδρος δὲ ὁ Μυσῶν βασιλεὺς ἐπεὶ τὴν Ἀδριανοῦ κατασχεῖν οὐκ ἠδυνήθη, πρὸς ∆ιδυμοτείχῳ ἐστρατοπέδευσεν ἐλθὼν, μήπω διαβὰς τὸν Ἕβρον. στρατιὰν δὲ ἀπολεξάμενος ἐκ τῆς ἰδίας οὐκ ὀλίγην, πρὸς τὰς κατὰ Θρᾴκην ἐξαπέστειλε πόλεις ληϊσομένους. οὕτω δὲ συμβὰν, ἡ ἐκ Βυζαντίου μετὰ Ἀγγέλου τοῦ πιγκέρνη ἀναστρέφουσα στρατιὰ, οὐκ ὀλίγοις αὐτῶν περιτυχοῦσα καὶ κρείττων γενομένη, ἀπέκτεινε κατὰ τὴν μάχην. ὁμοίως δὲ καὶ περὶ τὰ παράλια τῆς Θρᾴκης χωρία στρατιὰ Περσικὴ ἐπὶ λείαν καὶ αὐτὴ περαιωθεῖσα, τοῖς ὑπολοίποις τῶν Μυσῶν κατὰ τύχην συντυχοῦσα, ἀπέκτεινέ τε καὶ εἷλε ζῶντας ἐξ αὐτῶν πολλούς. οἱ δὲ λοιποὶ πρὸς τὸ στρατόπεδον τὸ οἰκεῖον ἐπανῆλθον, οὐ μόνον ἔχοντες μηδὲν, ἀλλὰ καὶ τῶν ἰδίων πολλοὺς ἀποβαλόντες. Ἀλέξανδρος δὲ καίτοι πρότερον καταφρονητικῶς πρὸς Καντακουζηνὸν τὸν βασιλέα διακείμενος, οἷα δὴ οἰόμενος μηδὲ ὀλίγα δυνάμενον ἀντιτάττεσθαι πρὸς αὐτὸν, πρὸς τῷ πληγῆναι ἀμφοτέρωθεν ὑπό τε Ῥωμαίων καὶ Περσῶν, ἔτι καὶ τὸν βασιλέα πυθόμενος ἐν ∆ιδυμοτείχῳ στρατιᾶς πολλῆς καὶ ἀγαθῆς εὐπορεῖν, ἔδεισε καὶ περὶ τῶν ὑπολοίπων, μὴ οὐκ εἰς ἀγαθὸν αὐτῷ ἡ τόλμα ἀποβῇ, καὶ πέμψας πρεσβείαν, διελέγετο περὶ εἰρήνης. τῶν δὲ βασιλεῖ συνόντων οἱ ἐν ἡλικίᾳ καὶ θρασύτεροι τὰς ὁρμὰς, μὴ δέχεσθαι παρῄνουν τὴν εἰρήνην, ἀλλ' ἐξώρμων βασιλέα μᾶλ 2.182 λον πρὸς τὴν μάχην. ὁ δὲ οὐκ ἐπείθετο, πρὸς οὐδὲν οἰόμενος τὸν πόλεμον αὐτοῖς λυσιτελήσειν. «εἰ μὲν γὰρ πρὸς μόνους» ἔφασκε «Μυσοὺς ἦν ὁ ἀγὼν ἡμῖν, εἶχεν ἄν τινα ἡ τόλμα λόγον· νυνὶ δὲ οὐ μᾶλλον τούτους ἡμᾶς, ἢ ὅπως Βυζαντίους ἀμυνούμεθα χρὴ σκοπεῖν. ἄν τε γὰρ νικήσωμεν Μυσοὺς, οὐδὲν ἔσται πλέον, ἢ ὅπως ἐνθένδε ἀπελάσωμεν· ὅπερ αὐτοῖς ἀνάγκη πράττειν, ἄν τε ἡττηθῶσιν, ἄν τε μή. ἐὰν δὲ ἡττώμεθα αὐτοὶ, ὥσπερ καθ' ἡμῶν