257
μωραίνειν. Κακχεῦσαι. τὸ καταβαλεῖν. Κακίζει. ἐπισκώπτει. Κακερουτίασ. ἀντὶ τοῦ μετεωρίζου, μέγα ἐφρόνεις. ἀπὸ δὲ τῶν κερατοφορούντων ἡ λέξις. Καλχαίνειν. κατὰ βάθος μεριμνᾷν. καὶ κάλχη ἡ πορφύρα, οθεν καὶ πορφύρειν τὸ μεριμνᾷν. Καλαμῶνται. πλεονεκτοῦσι. καὶ καλαμᾶται, ἐπανατρυγᾷ, η τὰ ἀποθερίσματα συλλέγει. Καλπάζειν. τὸ ακρως βαδίζειν. kappa.1172 Καλινδούμενοσ. κυλιόμενος. Καλλύνει. κοσμεῖ. Καπηλεύουσιν. ἀγοράζουσιν, η πιπράσκουσιν. Καρποφορήσει. προσφέρει. Καρηβαρῶν. τὴν κεφαλὴν βαρούμενος. Καρωθείσ. τὴν κεφαλὴν σεισθεὶς, η βαρυνθεὶς, η σκοτοδινήσας. Κατανύγητε. κολάσατε, τιμωρήσατε, νύξατε, κεντήσατε. Κατημαξευμένοσ. τετριμμένος. Κατηγλαϊσμένοσ. λελαμπρυσμένος. Κατεστυγημένον. μεμισημένον. Κάτιδε. θεώρησον. Καταπτήσσει. δειλιᾷ. φοβεῖται, συστέλλεται. Κατεδηδοκέναι. καταφαγεῖν. Καταλεάνασ. κατατρίψας. ὁμαλίσας. Κατάρδεται. ποτίζεται. kappa.1173 Κατεπιάνθη. ἐλιπάνθη. Καττύω. ῥάπτω, κατασκευάζω. Κατέλευσαν. ἐλιθοβόλησαν. Κατεξανίσταται. κατεπαίρεται. Κατεπτηχέναι. πεφοβῆσθαι. Κατοιόμενοσ. ὁ νομίζων ἑαυτὸν μέγαν, καὶ φυσῶν καὶ ὑπερηφανευόμενος. Κατακήλει. καταθέλγει. Κατοῤῥωδεῖ. φοβεῖται. Κατεγνυπῶσθαι. ἀντὶ τοῦ παρειμένος ειναι καὶ μελανός. ἀπὸ τοῦ εἰς γόνυ πίπτειν. Κατακερματίζει. κατακόπτει. Κατηχήθησαν. ἐδιδάχθησαν. Κατέληξε. κατέπαυσε. Κατευνάσαι. κοιμίσαι, καταπραΰναι. Κατευμεγεθήσασ. ὑπερβαλὼν, νικήσας. Κατῃκίσατο. ἐβασάνισεν. ἐμάστιξε. Κατοιμώζοντεσ. στενάζοντες. kappa.1174 Κατολιγώρησαν. ἐμικροψύχησαν. καὶ ἀντὶ τοῦ κατεφρόνησαν. Καταδύντοσ. βυθισθέντος. Κατῄδεσα. αἰσχυνθῆναι ἐποίησα. Κάτεισι. κατέρχεται. Καταληΐζεται. διαρπάζει. Καταῤῥαψῳδεῖ. φλυαρεῖ. Κατασείει. καταβάλλει. Κατεστόρεσεν. ἐπράϋνεν. κατέστρωσεν. Κατέστικται. πεποίκιλται. Καταψηφίζεται. κατακρίνεται. Κατεσκίῤῥωται. ἐσκλήρωται. σκίῤῥος γὰρ ὁ γύψος. Καταθρήσωμεν. θεωρήσωμεν. Κατασκίδναται. διασκορπίζεται. Κατειρωνεύεται. ὑποκρίνεται. Κατώλισθον. επεσον. Καταφοιτῆσαι. κατελθεῖν, παραγενέσθαι. kappa.1175 Κατανδρίζεται. καταπαλαίει. Κατεκαλλύνετο. ἐκοσμεῖτο, ἐλαμπρύνετο. Κατακερτομοῦντεσ. σκώπτοντες. Κατασπέρχειν. κατασπουδάζειν. Κατεαγώσ. καταθλάσας. Καταδύεται. κατακρύπτεται. Κατωρχήσαντο. ἐνέπαιξαν. Κατορυγῶσι. ταφῶσι. Κατεῤῥύη. ἠφανίσθη. Κατενεμήσατο. ἐβοσκήθη. Καταλάμπεσθαι. τὴν ὁλοτελῆ οψιν δηλοῖ. Καταιδέσῃ. ἀξίους αἰδοῦς παρασκευάσῃ. Καταβραβευέτω. παραλογιζέσθω· η κατακρινέτω. Καταθοινήσασθαι. καταφαγεῖν. θοίνη γὰρ ἡ εὐωχία. Κατευθυνθείησαν. εὐοδωθείησαν. kappa.1176 Κατεστρατοπέδευσε. κατέδραμε πολεμικῶς. Κατισχυμένοσ. κεκρατημένος. Κατῃσχυμμένος δὲ, ὁ αξιος αἰσχύνης, ˉη. Κατοιχομένων. ἀπελθόντων, τεθνεώτων. Καταδαρθεῖν. ἀναπεσεῖν ἐπὶ κλίνης, η ὑπνῶσαι. καταδαρθεῖν τάπησι. Καρδαμύττειν. τὸ συνεχῶς τὰ βλέφαρα κινεῖν, καὶ εἰς ἐπίμυσιν αγειν. ειρηται ἐκ τοῦ καρδάμου. Καταργῶ. τὸ ἀποπαύω καὶ πληρῶ. κατηργήθη γὰρ ὁ νόμος ἀντὶ τοῦ ἀπεπαύθη. γίνεται δὲ ἐκ τῆς κατὰ προθέσεως καὶ τοῦ ἀργῶ. τοῦτο ἐκ τοῦ ἀργὸς, ο σημαίνει τὸ απρακτον. τοῦτο παρὰ τὸ ἀεργὸς κατὰ συγκοπήν. Καχλάζει. ἀντὶ τοῦ βράζει. Καινοτομοῦνται. νεουργοῦνται. Καιροφυλακῆσαι. καιρὸν ἐπιτηρῆσαι. kappa.1177 Καραδοκεῖν. τὸ τῇ κεφαλῇ προσβλέπειν ἐκδεχόμενον, μήποτε κέαρ εγκειται. Καρηβαρεῖν. τὴν κεφαλὴν καταβαρεῖσθαι. η παρὰ τὸ βάλλειν αὐτὴν ἀπὸ μέθης. Καταδημοβορῆσαι. ἀντὶ τοῦ καταναλῶσαι. Καγχαλᾷν. χαίρειν. ὡς παρὰ τὸ χῶ γίνεται κατὰ παραγωγὴν χαίρω, ουτως καὶ παρὰ τὸ χῶ, χλῶ, καὶ κατὰ παραγωγὴν χαλῶ, καὶ κατὰ ἀναδιπλασιασμὸν καὶ πλεονασμὸν τοῦ γ γίνεται χαγχαλῶ καὶ καγχαλῶ. Κάθημαι. ἐκ τοῦ καθίζω. τοῦτο ἐκ τοῦ εζω, ιζω. καὶ ἐν συνθέσει καθίζω. αλλους μὲν κάθισον Τρῶας- καὶ τὸ διὰ τοῦ η. -ἀλλ' αὐτός τε κάθησο-. Καθ' ἡμῶν. δεῖ γινώσκειν, οτι φωνήεντος δασέος ἐπιφερομένου τρέπεται τὸ ψιλὸν σύμφωνον εἰς ἀντίστοιχον τοῦ δασέος. οιον· κατὰ