257
ἀναλγησίαν ἐκπίπτει, καὶ οὔτε παραινέσει εἴκει, οὔτε ἀπειλαῖς κάμπτεται. Τυραννικὸν τὸ τοῦ θυμοῦ πάθος, καὶ πολλάκις παρασύρει τοὺς μὴ νήφοντας, καὶ πρὸς βάραθρον αὐτὸ κατάγει τῆς ἀπωλείας. 96.273 Ποῖον οὕτω θηρίον ὠμὸν καὶ ἀνήμερον, ὡς δύσοργος ἀνὴρ, καὶ ἀκράτῳ θυμῷ τυραννούμενος. Ποία δὲ οὕτω θάλασσα ῥαγδαίων αὐτῇ καταχεομένων πνευμάτων ταῖς τῶν πετρῶν ἐγκειμέναις ἐῤῥήγνυται; ἢ ποῖον οὕτως πικρὸν καὶ ἰοβόλον ἑρπετὸν τοῖς πέλας ἰοῦσι δριμέως ἐπιπηδᾷ, ὡς ἀνὴρ ἀκάθεκτος, καὶ δριμὺς, καὶ ἀχάλινος εἰς ὀργὰς, καὶ ὅλας ὥσπερ τῷ πάθει διδοὺς τὰς ἡνίας; Τί ἂν γένοιτο χεῖρον ὀργῆς; ἐκθηριοῖ γὰρ τὸν ἄνθρωπον, ἀσχήμονα καὶ ἀμείλικτον, ἀσυναλλαγῆ καὶ ἀνόσιον ἀποφαίνουσα, καὶ τὰ μέγιστα τῶν ἀγαθῶν οὐδὲν ἡγεῖσθαι παρασκευάζουσα. Ποίων γὰρ ἐγχειρημάτων οὐχ ἅψεται πονηρῶν, ἢ ποίων ἀφέξεται λόγων, ἀκατεύναστον ἔχων εἰς νοῦν ἔσω τὴν φλόγα, καὶ ἀναζέων τὸν θυμόν; Τὸ ὀργίζεσθαι παρ' ἡμῖν, ἄχρι τοῦ παύειν τὰ ἁμαρτήματα περιορισθήσεται. Ὀργίζεσθε γὰρ, φησὶ, καὶ μὴ ἁμαρτάνετε. Καὶ τὸ ἀκριβῶς κριτικὸν παραιτητέον, τοῦ Ἐκκλησιαστοῦ συμβουλεύοντος· Μὴ γίνου δίκαιος πολύ. Κἂν μετ' ὀλίγου τις δόξῃ θυμοῦσθαι, ἀλλ' ὅμως πάθει νικώμενος τοῦτο ποιεῖ, ἄφρων ἐστίν. Μὴ ἀποδέχου ἐγκράτειαν, διωκομένης πραότητος. Ὅστις γὰρ βρωμάτων ἢ πομάτων ἀπέχεται, θυμὸν δὲ ἀλόγως κινεῖ, οὗτος ἔοικε ποντοπορούσῃ νηῒ, καὶ ἐχούσῃ δαίμονα κυβερνήτην.
ΤΙΤΛ. Ιϛʹ. -Περὶ παῤῥησίας καὶ ἐξουσίας· καὶ πόθεν ἡμῖν ἡ τούτων περιγίνεται
κτῆσις. «Ἐξουσίαν δίδωσι λόγοις ἀρχὴ δικαιοσύνης.» «Ἐὰν ἡ καρδία ἡμῶν μὴ
καταγινώσκῃ ἡμῶν, παῤῥησίαν ἔχομεν πρὸς τὸν Θεὸν, καὶ ὃ ἐὰν αἰτῶμεν, λαμβάνομεν παρ' αὐτοῦ, ὅτι τὰς ἐντολὰς αὐτοῦ τηροῦμεν, καὶ τὰ ἀρεστὰ ἐνώπιον αὐτοῦ ποιοῦμεν.» Ὅταν αὐτὸς ὁ ἄρχων ἀνεπίληπτος ἅπασι γένηται, τότε δυνήσεται, μεθ' ὅσης βούλεται ἐξουσίας, καὶ κολάζειν, καὶ ἀνιέναι τοὺς ὑπ' αὐτὸν ταττομένους ἅπαντας. ΤΙΤΛ ΙΖʹ. -Περὶ πολιτείας σεμνῆς, καὶ καταστάσεως, καὶ τρόπων χρηστῶν, καὶ ὑπακοῆς· καὶ ὅτι εὐσχημόνως ἡμῶν βιόντων ὁ Θεὸς δοξάζεται καὶ θεραπεύεται. «Ὤφθη ὁ Θεὸς πρὸς τὸν Ἀβραὰμ, καὶ εἶπεν αὐτῷ· Ἐγώ εἰμι ὁ Θεός σου. Εὐαρέστει ἐνώπιον ἐμοῦ, καὶ γίνου ἄμεμπτος.» «Ποιήσεις τὸ καλὸν, καὶ τὸ εὐάρεστον ἐνώπιον Κυρίου, ἵνα εὖ σοι γένηται.» «Εἶπε Σαμουήλ· Εἰ θελητὸν τῷ Κυρίῳ ὁλοκαύτωμα καὶ θυσία, ὡς τὸ ἀκοῦσαι φωνὴν Κυρίου; Ἰδοὺ ἀκοὴ ὑπὲρ θυσίαν, καὶ ἡ ἐπακρόασις ὑπὲρ στέαρ κριῶν.» «Κύριε, τίς παροικήσει ἐν τῷ σκηνώματί σου;» 96.276 «Τίς ἀναβήσεται εἰς τὸ ὄρος τοῦ Κυρίου; ἢ τίς στήσεται ἐν τόπῳ,» κ. τ. λ. «∆εῦτε, τέκνα, ἀκούσατέ μου, φόβον Κυρίου διδάξω ὑμᾶς.» «Μακάριοι οἱ ἄμωμοι ἐν ὁδῷ, οἱ πορευόμενοι ἐν νόμῳ Κυρίου.» «Οἱ ὀφθαλμοί σου ὀρθὰ βλεπέτωσαν, τὰ δὲ βλέφαρά σου νευέτω δίκαια.» «Προνοοῦ καλὰ ἐνώπιον Θεοῦ καὶ ἀνθρώπων.» «Ὃς ἀναστρέφεται ἄμωμος ἐν δικαιοσύνῃ, μακαρίους τοὺς παῖδας καταλείψει.» «Ἀπολείψομαι ἐν σοὶ λαὸν πραῢν καὶ ταπεινὸν, καὶ εὐλαβηθήσονται ἀπὸ προσώπου Κυρίου, καὶ οὐ ποιήσουσιν ἀδικίαν, οὐδὲ μὴ λαλήσωσι μάταια, καὶ οὐ μὴ εὑρεθῇ ἐν τῷ στόματι αὐτῶν γλῶσσα δολία.» «Τίς ἀναγγελεῖ ὑμῖν, ὅτι πῦρ καίεται; τίς ἀναγγελεῖ ὑμῖν τὸν τόπον τὸν αἰώνιον; Πορευόμενος ἐν δικαιοσύνῃ, λαλῶν εὐθεῖαν ὁδὸν, μισῶν ἀνομίαν καὶ ἀδικίαν, καὶ τὰς χεῖρας ἀποσειόμενος ἀπὸ δώρων· βαρύνων τὰ ὦτα, ἵνα μὴ ἀκούσῃ κρίσιν αἵματος· καμμύων τοὺς ὀφθαλμοὺς, ἵνα μὴ ἴδῃ ἀδικίαν· οὗτος οἰκήσει ἐν ὑψηλῷ σπηλαίῳ πέτρας ἰσχυρᾶς.» «Ἄνθρωπον οὐ μὴ καταδυναστεύσῃ ἐνεχυριασμὸν ὀφείλοντος ἀποδώσει, καὶ ἅρπαγμα οὐχ ἥρπασε, τὸν ἄρτον πεινῶντι δώσει, καὶ γυμνὸν περιβαλεῖ, καὶ τὸ ἀργύριον αὐτοῦ ἐπὶ τόκῳ οὐ δώσει, καὶ πλεονασμὸν οὐ λήψεται, καὶ ἐξ ἀδικίας ἀποστρέψει τὴν χεῖρα αὐτοῦ, κρῖμα δίκαιον ποιήσει ἀναμέσον ἑαυτοῦ, καὶ ἀναμέσον τοῦ πλησίον αὐτοῦ, καὶ ἐν τοῖς προστάγμασίν μου