15 [λγʹ.] Τοῦ αὐτοῦ εἰς τὸ εὐαγγελικόν· «Μαρία· στραφεῖσα ἐκείνη λέγει αὐτῷ»
23 μβʹ. Ἐκ τοῦ πρώτου λόγου τοῦ Περὶ υἱοῦ, εἰς τὸ «τρεῖς αἱ ἀνωτάτω δόξαι περὶ θεοῦ»
48 ξγʹ Ὑμεῖς μὲν τὸ «πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς» ἠρωτήκατε, ὅ τι ποτὲ σημαίνει
82 Ἐκ τῆς πρὸς Φιλιππησίους εἰς τὸ «ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος».
105 Ἐκ τοῦ «πάλιν Ἰησοῦς ὁ ἐμός», εἰς τὸ «πατὴρ ὁ πατὴρ καὶ {οὐκ} ἄναρχος» .
110 Σύντομοι ἀλληγορίαι τῶν παρὰ τοῖς Ἰουδαίοις νομίμων τε καὶ ἐθῶν
μόνος γὰρ οὗτος παρὰ τοὺς ἄλλους ἀκριβεστέραν τὴν πραγματείαν πεποίηται περὶ τὸν θεῖον διάκοσμον.
Ἰωνᾶς τε καὶ Ἰωὴλ τὰς προφητικὰς [......] σάλπιγγας. Ἰωσίας γεννᾷ τὸν Ἰωάθαμ, καὶ οὗτος τὸν Ἄχατζ, Ἄχατζ τὸν Ἐζεκίαν, Ἐζεκίας τὸν Μανασσῆν, Μαν[ασσῆς] τὸν Ἀμώς, Ἀμὼς τὸν Ἰωσίαν, ἐφ' οὗ προεφήτευον Σοφονίας, Ἱερεμίας τε καὶ Βαρούχ. Ἰωσίας δὲ πάντων βα[σιλέων] ὁσιώτατός τε καὶ δικαιότατος καὶ ἀνὴρ τῷ ὄντι θεσπέσιος, τὸ δ' ἐξ ἐκείνου γένος αὐτὸ τὸ πονηρόν, Ἐλιακεὶμ γὰρ καὶ Ἰεχ[ονίας], ὁ μὲν υἱός, ὁ δὲ υἱωνός, ἠρχέτην δὲ ἄμφω τοῦ λαοῦ ἀθέσμως καὶ πονηρῶς. μεθ' οὓς Σεδεκίας, ἐφ' οὗ Ναβουχοδονόσορ στρατεύσας ὁ τῶν Περσῶν βασιλεὺς τήν τε πόλιν καθεῖλε καὶ τὸν λαὸν ἀπήνεγκε δορυάλωτον, καὶ αὐτὸν δὲ [Σεδεκίαν] τῶν ὀφθαλμῶν ἀφελόμενος, τὸ ἔθνος τοῦ βασιλεύεσθαι ἔπαυσε. καὶ ἦν αἰχμάλωτον ἐπὶ Βαβυλῶνα χρόνον [...]μη[...], καὶ οἱ τῶν Βαβυλωνίων βασιλεῖς τούτου τοῦ ἔθνους κατεδυνάστευον ἄχρι Κύρου τοῦ Περσῶν καὶ Μήδων [........] Βαβυλωνίων Φ[οινίκων] καὶ Σύρων καὶ Κιλίκων ἡγεμονεύοντος· παρέπεμψε δὲ οὗτος τὴν αἰχ[μαλωσίαν] ...............................