παρόμοια. καὶ τοιῶσδε μὲν τὸ χριστομάχον τοῖς ἀλλοπίστοις Λατίνοις ἐχρήσατο, μὴ ξίφος, μὴ πῦρ, μὴ λιμόν, μὴ διωγμόν, μὴ γυμνότητα, μὴ συντρίμματα, μὴ πιέσματα μεγαλοψύχως σφίσιν ἐπενεγκόν· ἡμῖν δ' ἐκείνως τὸ φιλόχριστον καὶ ὁμόδοξον προσενήνεκται, ὡς ἐπιτρέχοντες εἴπομεν, μηδὲν ἐπεγκαλεῖν ἀδίκημα ἔχοντες. Ὦ πόλις, πόλις, πόλεων πασῶν ὀφθαλμέ, ἄκουσμα παγκόσμιον, θέαμα ὑπερκόσμιον, ἐκκλησιῶν γαλουχέ, πίστεως ἀρχηγέ, ὀρθοδοξίας ποδηγέ, λόγων μέλημα, καλοῦ παντὸς ἐνδιαίτημα. ὢ ἡ ἐκ χειρὸς Κυρίου τὸ τοῦ θυμοῦ πιοῦσα ποτήριον, ὢ ἡ γενομένη πυρὸς μερὶς πολλῷ δραστικωτέρου τοῦ καταιβασίου πάλαι πυρὸς Πενταπόλεως. "τί μαρτυρήσω σοι; τίνι ὁμοιώσω σε; ὅτι ἐμεγαλύνθη ποτήριον συντριβῆς σου," Ἱερεμίας φησὶν ὁ φιλόδακρυς τὴν πάλαι Σιὼν κοπτόμενος. τίνες κακοποιοὶ δυνάμεις ᾐτήσαντό σε καὶ ἔλαβον εἰς σινίασιν; τίνες ἀλάστορες φθονεροὶ καὶ ἀμείλικτοι κῶμόν σοι ἐπεκώμασαν ἄγριον; ἢ γοῦν ἀνάρσιοι καὶ μανιώδεις ἐρασταὶ παστάδα σοι μὲν οὐκ ἐπλέξαντο, αλεχ5.577 οὐδ' ἀνῆψάν σοι δᾷδα γαμήλιον, ἀφανιστηρίους δ' ἀνέκαυσαν ἄνθρακας; Ὢ ἡ πολύγονος καὶ βύσσον καὶ πορφύραν ἠμφιεσμένη βασίλειον, πιναρὰ δ' ἀρτίως καὶ αὐχμηρὰ καὶ πολλῶν κακῶν κληροῦχος καὶ τέκνων τῶν γνησίων χατίζουσα. ὢ ἡ πρώην ὑψίθρονος καὶ βιβῶσα μακρὰ καὶ μετέωρα, μεγαλοπρεπὴς τὸ εἶδος, ἀξιοπρεπεστέρα τὸ μέγεθος, νυνὶ δὲ κατερραγμένη καὶ διερρηγμένη τοὺς χλιδῶντας χιτῶνας καὶ τὰ κομψὰ καὶ ἀρχικὰ κρήδεμνα καὶ τὸ ὄμμα ἀπεσβεσμένη τὸ χαροπὸν καὶ γρηῒ καμινοῖ ἴση ἐκ τοῦ κατησβολῶσθαι πυρὶ καὶ ῥυτίσι χαλαραῖς ηὐλακισμένη τὴν στιλπνὴν καὶ τερπνὴν ὄψιν πρότερον. ἐῶ γὰρ λέγειν τοὺς πρὸς λύραν ἐντείνοντάς τε καὶ ψάλλοντας τὰ σὰ δυσπραγήματα καὶ κωμῳδίαν τιθεμένους τὴν σὴν τραγῳδίαν ἐν τῷ τὸν οἶνον προσίεσθαι καὶ βίου τέχνην ποιουμένους τὴν γελοιώδη τῶν κακῶν σου ἀφήγησιν, τοὺς κονδυλισμούς τε καὶ πτερνισμούς, ἔτι δὲ τὰς ἀθετήσεις καὶ τὰ ὑπώπια, ἅ σοι καθ' ὥραν πᾶσαν προστρίβονται, παρεζηλωμένῃ θεόθεν ἐπὶ μὴ ἐχέφροσιν ἔθνεσιν, ἢ οὐδ' ἔθνεσιν ἀληθῶς, ἀλλ' ἀμυδροῖς καὶ σποραδικοῖς γένεσιν, ὧν τὰ πλείω εἰ μὴ ἐγέννησας, ἀλλ' ὕψωσάς τε καὶ στέατος πυροῦ μετέδωκας. "Τίς σώσει σε; ἢ τίς παρακαλέσει σε; τίς φείσεται ἐπὶ σοί; ἢ τίς σκυθρωπάσει ἐπὶ σοί; ἢ τίς ἐπανακάμψει ἐρωτῆσαι τὰ εἰς εἰρήνην σοι;" Ἱερεμίου καὶ τάδε τοῦ πολυθρήνου τὰ ῥήματα. τίς τὴν προτέραν στολὴν ἐπενδύσει σε; πότε θεόθεν ἐνωτίσῃ· "ἐξεγείρου, ἐξεγείρου, ἀνάστηθι ἡ πιοῦσα τὸ ποτήριον τοῦ θυμοῦ μου καὶ τὸ κόνδυ τῆς πτώ αλεχ5.578 σεως. ἔνδυσαι τὴν ἰσχύν σου, ἔνδυσαι τὴν δόξαν σου. ἐκτίναξαι τὸν χοῦν καὶ ἀνάστηθι. ἔκδυσαι τὸν δεσμὸν τοῦ τραχήλου σου· πλάτυνον τὸν τόπον τῆς σκηνῆς σου καὶ τῶν αὐλαιῶν σου. μὴ φοβοῦ, ὅτι κατησχύνθης, μηδὲ ἐντραπῇς, ὅτι ὠνειδίσθης καὶ ἐκρότησαν ἐπὶ σοὶ χεῖρας πάντες οἱ παραπορευόμενοι ὁδόν, ἐσύρισαν καὶ ἐκίνησαν κεφαλὰς αὐτῶν καὶ εἶπον "αὕτη ἑστὶν ἡ πόλις, στέφανος δόξης καὶ εὐφροσύνη πάσης τῆς γῆς" καὶ "πῶς ἐκάθισε χήρα ἡ πεπληθυσμένη λαῶν καὶ ἡ ἄρχουσα ἐν χώραις ἐγεννήθη εἰς φόρους;" εἶπε γὰρ ὁ θεός σου "χρόνον μικρὸν κατέλιπόν σε, καὶ μετ' ἐλέους μεγάλου οἰκτειρήσω σε. ἐν θυμῷ μικρῷ ἀπέστρεψα τὸ πρόσωπόν μου, καὶ ἐν ἐλέῳ αἰωνίῳ ἐλεήσω σε." ἢ γοῦν ᾄσεις ∆αυιτικῶς πρὸς θεὸν "κατὰ τὸ πλῆθος τῶν ὀδυνῶν μου ἐν τῇ καρδίᾳ μου αἱ παρακλήσεις σου εὔφραναν τὴν ψυχήν μου." Τίς ἐπιστήσεταί σοι Μωσῆς καινουργὸς ἢ ἐπανάγων ἐποφθήσεται Ζοροβάβελ; πότε δ' ἐσεῖταί σοι ἐκ τῶν τεσσάρων ἀνέμων ἐπισυναγαγεῖν τὰ τέκνα σου, ἐν οἷς διεσπάρημεν, ὃν τρόπον αἱ φιλότεκνοι ὄρνιθες ὑπὸ τὰς ἑαυτῶν ἀθροίζουσι πτέρυγας τὰ οἰκεῖα νεόττια. ὡς νῦν γε οὐδ' ἐνώπιοι ἐνωπίῳ σοι ἐποφθαλμίσαι καθαρῶς ἔχομεν, οὐδ' ἐμφύναι περιχαρῶς ὡς μητρί, καὶ ἀκριβῶς ἐπισπεῖσαί σοι δάκρυον, ὅσον ὀφθαλμὸς βούλεται ἢ δύναται, ἀλλ' εὐλαβῶς ὡς στρουθοί σε περιιπτάμενοι, ὧν συνείληπται ἡ τροφός, ἡ δὲ καλιὰ διεσκέδασται, ἐλεεινόν τι καὶ γοῶδες ἀναβαλλόμεθα, πόρρω που τῶν σῶν φατνωμάτων ἐκτοπισθέντες, πεινῶντες καὶ διψῶντες, αὐχμῶντες καὶ ῥιγῶντες, καὶ