257
γὰρ τὰ ἀνθρώπεια πλὴν ἁμαρτίας πε πλήρωκεν. Ἐτέχθη γὰρ καὶ κατὰ τὸν νόμον φύ σεως, καὶ ὑπὲρ τὸν νόμον τῆς φύσεως. Τὸ μὲν γὰρ ἐκ γυναικὸς, τῆς ἀνθρωπίνης φύσεως· ὑπὲρ ταύτην δὲ, τὸ ἐκ Παρθένου. Ἐδέξατο σπάργανα καὶ περιτομὴν, καὶ τὴν ἐκ γάλακτος τροφὴν, καὶ θυσίας προσ ήνεγκεν, ἐνήστευσε, καὶ ἐπείνασεν, ἐδίψησε, καὶ ἐκοπίασεν. Οὕτω καὶ προσευχόμενος ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις διηνεκῶς ἀναγέγραπται. Καὶ ἐνταῦθα τοίνυν ἀνθρωπίνως τὴν θείαν ἐπικαλεῖται βοήθειαν. κβʹ. "Ῥῦσαί με, ὅτι πτωχὸς καὶ πένης εἰμὶ ἐγὼ, καὶ ἡ καρδία μου τετάρακται ἐντός μου." Τοῦτο καὶ ὑπ' αὐτοῦ ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις εἰρημένον εὑρίσκομεν. Μέλλων γὰρ προσιέναι τῷ πάθει, εἶπε· "Νῦν ἡ ψυχή μου τετάρακται, καὶ τί εἴπω; Πάτερ, σῶσόν με ἐκ τῆς ὥρας ταύτης· ἀλλὰ διὰ τοῦτο ἐλήλυθα εἰς τὴν ὥραν ταύτην." 80.1764 κγʹ. "Ὡσεὶ σκιὰ ἐν τῷ ἐκκλῖναι αὐτὴν ἀνταν ηρέθην, ἐξετινάχθην ὡσεὶ ἀκρίδες." ∆ιὰ τούτων τὸν θάνατον παρεδήλωσε. Σκιᾷ γὰρ, φησὶ, κλιθείσῃ καὶ ἀναιρεθείσῃ παραπλησίως ἐδεξάμην τοῦ βίου τὸ τέλος· ἀλλὰ καὶ δίκην ἀκρίδων ὑπ' ἀνέμων ῥιπιζο μένων, καὶ τῇδε κἀκεῖσε περιφερομένων, διετέλεσα· οὐ πόλιν ἔχων, οὐ κώμην, οὐκ οἰκίαν· ἀλλὰ ποτὲ μὲν εἰς ταύτην, ποτὲ δὲ εἰς ἐκείνην, ἄλλοτε δὲ εἰς ὄρη μεταβαίνων, καὶ εἰς τὴν ἔρημον τρέχων. κδʹ. "Τὰ γόνατά μου ἠσθένησαν ἀπὸ νηστείας, καὶ ἡ σάρξ μου ἠλλοιώθη δι' ἔλαιον." Οὐ γὰρ ἀνειμένον καὶ ἁβροδίαιτον ἐβιότευσα βίον, ἀλλ' ἀπέ ριττον, καὶ κατεσκληκότα, καὶ αὐχμηρόν. Καὶ μάρ τυρες οἱ τῆς ἱερᾶς αὐτοῦ μαθητείας ἀξιωθέντες, καὶ οἱ κρίθινοι ἄρτοι, οὓς ἐπεφέροντο, καὶ οἱ τιλλόμενοι στάχυες, καὶ ταῖς χερσὶ τριβόμενοι διὰ πείνην. Τὸ δὲ, "Ἡ σάρξ μου ἠλλοιώθη δι' ἔλαιον," Ὁ Σύμμαχος οὕτως ἡρμήνευσεν· Καὶ ἡ σάρξ μου ἠλ λοιώθη ἀπὸ ἀναλειφίας. κεʹ. "Κἀγὼ ἐγενήθην ὄνειδος αὐτοῖς, εἴδοσάν με, ἐσάλευσαν κεφαλὰς αὑτῶν." Καὶ τοῦτο τέλους τετύ χηκεν. Ὁρῶντες αὐτὸν ἐπὶ τοῦ σταυροῦ, κινοῦντες τὰς κεφαλὰς, ἔλεγον, "Οὐὰ, ὁ καταλύων τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγείρων αὐτὸν, κατά βηθι ἀπὸ τοῦ σταυροῦ." Ἄλλοι δὲ ἔλεγον· "Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι." κʹ, κζʹ. "Βοήθησόν μοι, Κύριε ὁ Θεός μου, καὶ σῶσόν με κατὰ τὸ ἔλεός σου. Καὶ γνώτωσαν ὅτι ἡ χείρ σου αὕτη, καὶ σὺ, Κύριε, ἐποίησας αὐτήν." Μαθέτωσαν, φησὶν, ὡς οὐκ ἄκοντά με παρέδοσαν τῷ σταυρῷ, ἀλλὰ τῆς σῆς τοῦτο ἔργον οἰκονομίας. ∆ιὰ γὰρ τοῦ ἐμοῦ πάθους ἐβουλήθης τοῖς ἀνθρώποις τὴν ἀπάθειαν δωρήσασθαι· χεῖρα δὲ καλεῖ τοῦ Θεοῦ τὴν ἐνέργειαν. κηʹ. "Καταράσονται αὐτοὶ, καὶ σὺ εὐλογήσεις." Μέχρι καὶ τήμερον διέμειναν Ἰουδαῖοι ταῖς κατὰ τοῦ Σωτῆρος χρώμενοι βλασφημίαις, ἀλλὰ ἐκείνων βλασ φημούντων περιφανέστερον ὁσημέραι τὸ κήρυγμα γίνεται. "Οἱ ἐπανιστάμενοί μοι αἰσχυνθήτωσαν, ὁ δὲ δοῦλός σου εὐφρανθήσεται." Οὐδὲ τοῦτο ἡμᾶς τὸ ῥῆμα λαβεῖν εἰς ἑτέραν ὑπόθεσιν τὸν ψαλμὸν ἀναγκάζει. Ἀκούομεν γὰρ καὶ τοῦ θεσπεσίου Παύλου λέγοντος, ὅτι "Ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών." Καὶ αὐτὸς δὲ διὰ Ἡσαΐου βοῶν οὕτως λέγει· "Ὁ πλάσας με ἐκ κοιλίας δοῦλον ἑαυτῷ·" καὶ μετ' ὀλίγα·" Τέθεικά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχά του τῆς γῆς." Καὶ ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις οὕτως ἔφη· "Ὥσπερ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε 80.1765 διακονηθῆναι, ἀλλὰ διακονῆσαι, καὶ δοῦναι τὴν ψυχὴν αὑτοῦ λύτρον ἀντὶ πολλῶν." Ὁ δοῦλος τοίνυν τῆς ληφθείσης φύσεως ὄνομα· οὐκ ἐπειδὴ δουλεύει ἐκείνῃ (πῶς γὰρ ἥγε τῷ Θεῷ συνημμένη Λόγῳ, καὶ τῶν ἁπάντων δεξαμένη τὴν δεσποτείαν;), ἀλλ' ἵνα δειχθῇ τῆς φύσεως αὐτῆς τὸ ἴδιον. Οὐκ ἀξιώματος τοίνυν ἐνταῦθα τὸ, δοῦλος, ἀλλὰ φύσεως δηλωτικόν. κθʹ. "Ἐνδυσάσθωσαν οἱ ἐνδιαβάλλοντές με ἐν τροπὴν, καὶ περιβαλέσθωσαν ὡς διπλοΐδα αἰσχύνην αὑτῶν." Πάλιν τοὺς ἐνδιαβάλλοντας οἱ λοιποὶ ἀντικειμένους ἡρμήνευσαν. Μαρτυρεῖ δὲ τῇ προ φητείᾳ τὰ πράγματα. Ἐν αἰσχύνῃ γὰρ ἐκεῖνοι δι ηνεκεῖ, καὶ ταύτην ἀμπέχονται καθάπερ τι περιβό λαιον. λʹ. "Ἐξομολογήσομαι τῷ Κυρίῳ σφόδρα ἐν τῷ στόματί μου, καὶ ἐν μέσῳ πολλῶν αἰνέσω αὐτόν." Κεφαλὴ τῆς Ἐκκλησίας ὁ ∆εσπότης καλεῖται