257
Ἰωσίαν τὸν ἀοίδιμον, γίνοιτο νέος ∆αυὶδ εἴτε ὡς Σαοὺλ εἴτε ὡς Ἀμών, τὰ τοῦ ἐξαγίστου Λέοντος καταπτύων κἀντεῦθεν θεὸν ἐξευμενιζόμενος καὶ τῷ τῆς εἰρηναρχίας στέφει τὸ τῆς βασιλείας αὐτοῦ κράτος ἀνίκητον περιποιούμενος. 420 {1Στεφάνῳ μαγίστρῳ}1 Οἶδα, δέσποτα, ταῖς ὑπεροχαῖς ὑποστέλλεσθαι καὶ μάλιστα τῇ σῇ ἀνυπερβλήτῳ· ἀλλ' ὅμως τὸ εὐπρόσιτόν σου καὶ μέτριον τοῦ φρονήματος ἔδωκεν ἡμῖν παρρησίαν καὶ πάλαι ποτὲ ἐπιστεῖλαι καὶ ἄρτι τὸ αὐτὸ ποιῆσαι, καλοῦντος τοῦ χρόνου καὶ ἀφεμένων ἡμῶν τῶν ἁμαρτωλῶν τῆς διὰ Κύριον φυλακῆς κατὰ τὴν τοῦ διώκοντος παῦλαν. ἥτις ἀκουσθεῖσα ἤχησε παντὸς ἀνθρώπου ἀμφότερα τὰ ὦτα, οὐχ ὅτι ἁπλῶς ἤρθη, ἀλλ' ὅτι τοιουτοτρόπως. Αὕτη μὲν οὖν ἡ πρόφασις τῆς ἐπιστολῆς. ἐγὼ δὲ πρὸ τῆς ὁρμηθείσης μοι ὑποθέσεως εἰς τὸ γράψαι ἐκεῖνο ὑποδηλῶ, ὅτι οὐκ ἀστενάκτως καὶ ἀπαθῶς ἤνεγκα τὴν ἀκοὴν τοῦ θανάτου τῆς ἀγαθῆς καὶ ἀειμνήστου ὁμοζύγου σου, ἐνθυμούμενος ἡλίκην πληγὴν ἔλαβεν ἡ τιμία σου ψυχὴ τῇ διαζεύξει· ἐπεὶ ἦν ἡ μακαρία τῶν ὄντως ἐπαινετῶν γυναικῶν ὅσον ἀπὸ τῆς ἔξω ἀκοῆς, ἧς πεῖραν κἀγὼ μικρὰν ὁ ταπεινός, πλέον δὲ μᾶλλον ὁ μακάριός μου πατὴρ εἴληφεν, τὰ δὲ πάντα κατὰ πάντα αὐτὸς εἶ, κύριέ μου, ὁ εἰδώς. Ἐκείνης μὲν οὖν εἴη τὸ μνημόσυνον μετὰ δικαίων· τεκμαίρομαι γὰρ ὅτι καὶ ὀρθόφρων ἦν λίαν μετὰ τῆς ἄλλης ἀρετῆς. οὗ δὲ χάριν τὸ γράμμα, πρόδηλον τῇ μεγαλοφυεῖ σου ἐξουσίᾳ. ἐπιζητεῖ σε ὁ χορὸς τῶν δεδιωγμένων, ἐπικαλεῖταί σε ὁ λόγος τῆς ἀληθείας, ὁ μὲν ὡς φιλευσεβῆ καὶ φιλομόναχον, ὁ δὲ ὡς ἐραστὴν αὐτῆς εὐπαρρησίαστον. οὐχ ὅτι οὐκ ἐκινήθης ἕως τοῦ νῦν, προμαχῶν ἀμφοτέρων, ἐπείπερ ἠκούσαμεν οἷα θεοκινήτως καὶ πέπραχας καὶ λέλεχας, ἀλλ' ὅπως καὶ πρὸς τὸ ἑξῆς. ὁρᾷς, δέσποτά μου, οἷον τὸ κακὸν τῆς αἱρέσεως; οὐδὲ γάρ, εἰ μὴ τηλικοῦτον, τοσοῦτοι οἱ πάσχοντες καὶ τοσαῦτα τὰ αἰκίσματα καὶ θλιπτήρια, ἃ μέχρις ἐσχάτων τῆς οἰκουμένης διέδραμεν. βλέπεις καὶ τὸν τοῦ διώξαντος θάνατον; παρακλήθητι, ὁ εὐπαράκλητος, συγκινήθητι, ὁ θεοκίνητος· ὄρεξον χεῖρα χαμαὶ κειμένῃ τῇ καθ' ἡμᾶς ἐκκλησίᾳ ὅσον ἐνδέχεται, ἐφ' ὅσον ἰσχὺς λάλησον εἰς τὰ ὦτα τοῦ εὐσεβοῦς ἡμῶν βασιλέως ἔτι ἀγαθά. ὑπὲρ Χριστοῦ σοι τὸ ἀγώνισμα, ὑπὲρ τῆς Θεοτόκου, ὑπὲρ πάντων ἁγίων· οὐδὲ γὰρ εἴ τις τῆς τοῦ βασιλέως εἰκόνος ἀντεχόμενος λέγει τι ἢ πράσσει, ἄλλῳ τινὶ ἢ τῷ βασιλεῖ χαρίζεται τὸν λόγον. καὶ περὶ ἑνὸς ἁγίου εἰ ἦν τὸ λεγόμενον, μέγιστόν σοι τὸ ἆθλον· ὅπου δὲ Χριστὸς καὶ ὑπὲρ Χριστοῦ ἡ διάπραξις, ἆρα οὐχὶ χαρά σοι, δόξα τε καὶ ἀγαλλίασις σὺν πολλῇ προθυμίᾳ ὅλον σεαυτὸν ἐπιδοῦναι; ναί, κύριέ μου ἀειπόθητε, ἐκδυσωπῶ κἀγὼ ὁ τάλας καὶ ἄλλως ὅτι ἡμῖν αὐτοῖς εὐεργετοῦμεν τοῦ κοινοῦ φροντίζοντες, ἐπείπερ συννοσοῦμεν, κἂν οὐ φρονήματι στρεβλῷ, ὅμως δ' οὖν χραινόμενοι τῇ αἱρετικῇ κοινωνίᾳ. Αὕτη ἐστὶν ἡ ταπεινὴ ἡμῶν ἐξαίτησις, τοῦτο τὸ ὑπόμνημα καὶ ὅτι καὶ ὑπὲρ λόγου ἁπλῶς ἀγαθοῦ οὐκ εὐκαταφρόνητοι μισθοί σοι ἀπόκεινται, μὴ ὅτι γε τοσούτῳ μόχθῳ ἑαυτὸν ἐπιδώσαντι, καθὰ ἠκούσαμεν. σῴζοι σε ἡ κραταιὰ χεὶρ τοῦ θεοῦ, τὸν ὡς ἀληθῶς ἀξιάγαστον καὶ τῆς συγκλήτου πρωτόβαθρον. 421 {1Τοῖς ἁγίοις ὁμολογηταῖς πατράσι καὶ ἀδελφοῖσ}1 Νῦν καιρὸς ἐκβοῆσαι μετὰ τοῦ ∆αυὶδ καὶ εἰπεῖν· ἀγαλλιᾶσθε, δίκαιοι, ἐν Κυρίῳ, τοῖς εὐθέσι πρέπει αἴνεσις· ᾄσατε αὐτῷ καὶ ψάλατε αὐτῷ, ὅτι ἐπακήκοεν Κύριος σὺν ἅπασι τοῖς ἰσοκλεέσιν ὑμῶν τῆς ἐκτενοῦς ἱκετηρίας. καὶ τί γέγονεν; ὤλετο ὁ ἀσεβής, συνετρίβη ὁ κόπτων ἡμᾶς· νενικήκατε τὸν τῆς πονηρίας υἱόν, κατεβάλετε τὸ θηρίον τῆς ὀργῆς, τὸν σκολιόγνωμον νοῦν. ὤ, ὦ τριπόθητοι, οἷα τὰ αἵματα ὑμῶν δυνατά· τάδε ἔρραξαν τὸν ἀλάστορα κολαστήν, ταῦτα ἐκένωσαν τὸ ἐναγὲς αἷμα τοῦ φονευτοῦ, εἴπερ ὑπακούειν ὁ ἀψευδὴς ἐπηγγείλατο τῶν βοώντων πρὸς αὐτὸν νυκτὸς καὶ ἡμέρας, καθά φησι τὰ λόγια. μάθε, χρίστυβρι, ὅσον ἴσχυσεν ἡ βοὴ ὦν κατέξανας τὰς σάρκας. ἴσθι, μυσάρχα, ἡλίκον σοι τὸ κατὰ Χριστοῦ ἀποτέλεσμα· ἐπειδὴ πρὸς κέντρα λακτίζων ἦς, ἐλάκησας πρηνής, ἐξεχύθη σου, εἰ καὶ οὐ τὰ σπλάγχνα, ἀλλὰ τὸ ἐναγὲς