258
αὐτῶν ἐξεπίτηδες στρατηγήσομεν τοῖς πολεμίοις. ὥστε τί ἂν εἴη μᾶλλον ἐκείνοις ἥδιον καὶ λυσιτελέστερον, ἢ ἡμᾶς αὐτοὺς ὑπ' ἀβουλίας ἃ ἐκείνοις εὐχῆς ἄξια νομίζεται, ποιεῖν; ἄλλως τε οὐδὲ Ἀλεξάνδρου πρόφασιν ἡμῖν δικαίαν πρὸς τὸν πόλεμον παρεσχημένου, ἀδικοίημεν ἂν, εἰ μὴ διαλύεσθαι ἐθέλοιμεν. οὐ γὰρ ἡμῖν γε ἐπεστράτευσεν, ἀλλ' ἐφ' ἑτέραν πρόφασιν ἐλθὼν, ἄκων ἔβλαψεν ἡμᾶς· ὥστε καὶ ἐκ τοῦ μὴ λυσιτελεῖν ἡμῖν τὸν πόλεμον καὶ ἐκ τοῦ μὴ πρόφασιν δικαίαν εἰληφέναι τὴν εἰρήνην μᾶλλον αἱρετέον.» τοιαῦτα εἰπὼν, τοὺς πρέσβεις προσεκαλεῖτο καὶ ἐχρημάτιζε περὶ σπονδῶν. καὶ ἐπεὶ κἀκεῖνοι διαλύεσθαι ἦσαν ἕτοιμοι, αὐτοῖς μὲν δῶρα παρασχὼν, ἀπέπεμπεν εἰς τὸ στρατόπεδον. πρεσβείαν δὲ πέμψας πρὸς Ἀλέξανδρον, καὶ αὐτὸς ἐβεβαίου τὰς σπονδάς. βουλομένων δὲ τῶν βασιλέων καὶ ἀλλήλοις συνελθεῖν ἐπὶ φιλίας μᾶλλον βεβαιώσει, διεκώλυσεν ὁ χειμὼν ἐπιγενόμενος σφοδρός· ὑφ' 2.183 οὐ μὴ δυνάμενον τὸ στράτευμα Μυσῶν διακαρτερεῖν ἐπὶ σκηναῖς ἀνεζεύγνυον εἰς τὴν οἰκείαν, στρατιωτῶν τε καὶ ἵππων αὐτοῖς ὑπὸ κρύους τινῶν ἀπολομένων. μετὰ τοῦτο δὲ βασιλεὺς ὁ Καντακουζηνὸς πρὸς βασιλίδα πρεσβείαν αὖθις πέπομφε περὶ εἰρήνης. ἠξίου τε, μὴ διὰ τὴν προτέραν κακοβουλίαν τοῖς ἴσοις ἢ καὶ χείροσιν ἐπιχειρεῖν, ἀλλὰ συνιδόντας ἐκ τῶν πραττομένων, ὡς οὐκ ἂν λυσιτελήσειεν ὁ πόλεμος, ἀλλὰ τὰ Ῥωμαίων ἄρδην διαφθερεῖ, αἱρεῖσθαι τὴν εἰρήνην. καὶ γὰρ καὶ αὐτὸν, καίτοι δυνάμενον ἀμύνεσθαι τοῖς ἴσοις, καταθέσθαι μάλιστα τὸν πόλεμον ἐθέλειν τοῦ κοινῇ λυσιτελοῦντος ἕνεκα. ἐπρέσβευον δὲ ὅ,τε πρότερον ἥκων εἰς πρεσβείαν ∆ημήτριος ὁ Σγουρόπουλος καὶ ὁ Πόθος Ἰωάννης, τοῖς Ἀγγέλῳ τῷ πιγκέρνῃ οἰκείοις συγκατειλεγμένος. πρὸς μὲν οὖν τὴν πρεσβείαν οἱ ἐν Βυζαντίῳ τὰ βασιλίδος διοικοῦντες ἀπεκρίναντο οὐδέν. τῶν πρέσβεων δὲ τὸν ἕτερον μὲν ὀλίγα λοιδορήσαντες, εἶχον ἐν φρουρᾷ· Σγουρόπουλον δὲ πολλὰς αἰκισάμενοι πληγὰς καὶ τὴν ὑπήνην περικείραντες καὶ κεφαλὴν, ἐπόμπευον ἐπὶ τῆς δημοσίας ἀγορᾶς. εἶθ' ὑπὸ κλοιοῖς κατεῖχον κατακλείσαντες δεσμωτηρίῳ. τὴν διαφορὰν δὲ τῆς τιμωρίας ἐνεποίει τὸ τὸν μὲν ἐκ τῶν οἰκείων βασιλέως εἶναι, εἰς οὓς ἔδει πᾶσαν ἐνδείκνυσθαι πικρίαν καὶ μηδημίαν ὕβρεως ἐλλείπειν ὑπερβολήν· ἅμα μὲν κἀκεῖνον δι' αὐτῶν ἡγουμένους ἀτιμοῦν, ἅμα δ' ἵνα καὶ πρὸς ἄμυναν διερεθίζωσιν, ἀποθέμενον τοὺς περὶ τῆς εἰρήνης λογισμούς. 2.184 ἐδεδίεσαν γὰρ, μὴ καὶ τῆς βασιλίδος τὴν εἰρήνην ἑλομένης, ἀπόλωνται αὐτοὶ, τῶν παρόντων κακῶν αἰτιώτατοι ὀφθέντες. τὸν Πόθον δὲ ἐσκέπτοντο μετὰ μικρὸν τοῦ δεσμωτηρίου ἀπολύσαντες, Πιγκέρνῃ προσπέμψαι, πολλὰ ἐπαγγελλόμενοι καὶ θαυμαστὰ, εἰ βασιλέως ἀποστὰς ἕλοιτο μᾶλλον σὺν αὐτοῖς ἐκείνῳ πολεμεῖν. διὸ καὶ προσηνέστερόν πως προσηνέχθησαν. ὀλίγῳ δὲ ὕστερον καὶ Συραλὴν κρατήσαντες πρὸς Χίον διαπεραιούμενον ἐπὶ βασιλέως, ὅτι καὶ αὐτὸς τῶν οἰκειοτάτων ἐκείνῳ ἦν, ἀγαγόντες πρὸς Βυζάντιον καὶ τρίχας καὶ γένειον περιελόντες, ὄνῳ τε ἐπιθέντες τετραμμένον ἐπὶ τὸν πρωκτὸν, ἠνάγκαζον τὴν ὄνου κατέχειν οὐρὰν ἐφ' ὕβρει πλείονι. καὶ τοῦτον ἐθριάμβευον τὸν τρόπον. λʹ. Ἐπεὶ δὲ αἱ πόλεις πᾶσαι πλὴν Παμφίλου καὶ Κοπρίνου πόλεων κατὰ τὴν Θρᾴκην καὶ φρουρίου τινὸς Ἐμπυθίου προσαγορευομένου, ὃπερ ἐγγὺς ∆ιδυμοτείχου πολλοῖς πρότερον χρόνοις ἐξ αὐτῶν κρηπίδων ἐδείματο ὁ βασιλεὺς, πρὸς βασιλίδα συναπέστησαν, ὥσπερ ἐκ συνθήματος τά τε βασιλέως διηρπάζετο ἐν πάσαις σχεδὸν διεσπαρμένα, ἃ καὶ μᾶλλον ἔπεισε τοὺς ἑκασταχοῦ ἐκπολεμωθῆναι πρὸς αὐτὸν, ὁρῶντας οὐκ ὀλίγον τὸ κέρδος τοῦ πολέμου, καὶ τὰ τῶν ἐκείνῳ προσεχόντων ἢ ἀληθῶς, ἢ καὶ ὑποπτευομένων ἔκ τινος αἰτίας. τὸν μὲν οὖν τῶν χρημάτων ἀριθμὸν, ὅσος ἐν Βυζαντίῳ καὶ ταῖς ἄλλαις πόλεσιν ὑπὸ τῶν τὰ βασιλίδος 2.185 πραττόντων διηρπάγη βασιλέως τε καὶ τῆς μητρὸς, σαφέστατα εἰπεῖν οὐκ ἔστιν, οὐδὲ τῶν ἐχόντων αὐτῶν εἰδότων ὑπὸ πλήθους ἀκριβῶς. βοσκημάτων δὲ βοῶν μὲν ἀγέλαι πολλαὶ, ἐς πεντακισχιλίας ἔχουσαι νομάδας· ζεύγη δὲ, οἷς ἐχρῆτο πρὸς τὰς γεωργίας, χίλια· ἵπποι θήλειαι νεμόμεναι