258
Καπιτώλιον 2.160 καὶ κατὰ τῆς πέτρας ὠσθεὶς ἀπώλετο, καθ' ης ἐκεῖνος τὸν Κελτὸν κατεκρήμνισεν. Ειτα πολλῶν πολέμων κατά τε τῆς ̔Ρώμης αὐτῆς καὶ τῶν ὑποκειμένων αὐτῇ πόλεων κινηθέντων, ἐπεξελθόντες τοῖς ἐναντίοις οἱ ̔Ρωμαῖοι διά τε τοῦ Καμίλλου καὶ δι' ἑτέρων, ηδη ἐκείνου ὑπεργηράσαντος, τούς τε πολέμους κατέπαυσαν καὶ εἰρήνην βαθεῖαν εσχον πρὸς τοὺς ἐκτός, πρὸς ἀλλήλους δὲ ἐστασίαζον. Μάρκος γάρ τις Φάβιος εὐπατρίδης, θυγατέρων δύο τυγχάνων πατήρ, τὴν μὲν πρεσβυτέραν Λικινίῳ τινὶ Στόλωνι κατηγγύησε πολὺ αὐτοῦ καταδεεστέρῳ, τὴν δὲ νεωτέραν Σουλπικίῳ ̔Ρούφῳ, ἀνδρὶ ὁμοτίμῳ, συνῴκισε. χιλιαρχοῦντος ουν τοῦ ̔Ρούφου καὶ οντος ἐν ἀγορᾷ, πρὸς τὴν γυναῖκα αὐτοῦ ἡ ἀδελφὴ αὐτῆς παραγέγονεν. ἀφικομένου δ' ἐκείνου τὴν θύραν ὁ ῥαβδοῦχος κατά τι εθος ἀρχαῖον εκρουσε. διεπτοήθη δὲ πρὸς τὸν πάταγον ἡ γυνὴ ουπω τούτου πεπειραμένη· καὶ γέλως ἐπὶ τούτῳ καὶ παρὰ τῆς ἀδελφῆς καὶ τῶν παρόντων ἐγένετο, καὶ ὡς ἰδιῶτις ἐσκώφθη. τῇ δ' ἐν δεινῷ τὸ πρᾶγμα πεποίητο, καὶ τὸν ανδρα ἐς ἀρχὴν παραγγεῖλαι ἠρέθιζεν. ὁ γοῦν Στόλων ὑπὸ τῆς γυναικὸς παρακινηθεὶς Λουκίῳ τινὶ Σεξτίῳ, ἀνδρὶ τῶν ὁμοίων, τὰ τοῦ πράγματος κοινωσάμενος, αμφω δημαρχῆσαι κατεβιάσαντο, καὶ τὸν κόσμον τῆς πολιτείας συνέχεον, ὡς καὶ ἐπὶ τέσσαρσιν ετεσιν ἀναρχίαν γενέσθαι τῷ δήμῳ· τὰς γὰρ τῶν εὐπατριδῶν ἀρχαιρεσίας ἐνεπόδιζον. καὶ ἐπὶ πλέον αν ετι τοῦτο ἐγένετο, εἰ μή τις ἀγγελία κεκόμιστο ἐπὶ τὴν ̔Ρώμην αυθις ἐλαύνειν Κελτούς. απαν ουν πρὸς ἀλλήλους ἀφέντες διάφορον, δικτά2.161 τωρα τὸ πέμπτον τὸν Κάμιλλον ειλοντο καὶ πρὸς τοὺς βαρβάρους ἐστράτευσαν. οὐ μάχη μέντοι κοινή, μονομαχία δὲ γέγονε πρότερον. Τίτος γάρ τις Μάλλιος, ἀνὴρ εὐπατρίδης. προσκεκρουκὼς τῷ πατρὶ παρημελεῖτο καὶ διέτριβεν ἐν ἀγρῷ· ειτα τῷ πατρὶ διηλλάγη, καὶ χιλίαρχος στρατοπέδου γενόμενος τῷ τε προκαλουμένῳ Κελτῷ πρὸς μονομαχίαν ἀντέστη καὶ νικήσας αὐτὸν τὸν στρεπτὸν αὐτοῦ χρυσοῦν οντα ἐσκύλευσε, καὶ Τουρκουάτος φορῶν αὐτὸν ἐπεκέκλητο. συμμιξάντων δὲ καὶ τῶν στρατευμάτων ηττηντο οἱ Κελτοί, καὶ τῆς μὲν ἐπὶ τὴν ̔Ρώμην ὁρμῆς ἀπέσχοντο, τὴν δ' ̓Αλβανίδα ἐλεηλάτουν, ἐάσαντες ουν αὐτοὺς οἱ ̔Ρωμαῖοι διαρπάσαι τὴν χώραν, ὡς κατακορεῖς γενόμενοι βρωμάτων καὶ μέθης εὐεπιχειρητότεροι ειεν, ἐπέθεντο σφίσι, καὶ αὐτῶν τε πολλοὺς διέφθειραν καὶ τὸ σφῶν ειλον στρατόπεδον. ὁ δὲ Κάμιλλος εἰς τὴν ̔Ρώμην ἐπανελθὼν ἀπέθετο τὴν ἀρχήν. Εκτοτε ουν οἱ μὲν χιλίαρχοι, οι ἀντὶ τῶν ὑπάτων ἐγίνοντο, ἐσχολάκασιν, υπατοι δὲ ἀπεδείκνυντο ἐνίοτε μὲν εὐπατρίδαι, ἐκ δὲ τοῦ πλήθους ἐνίοτε, ποτὲ δὲ καὶ ἐξ ἀμφοτέρων ὁμοῦ. νόσου δ' ἐνσκηψάσης τῇ ̔Ρώμῃ καὶ ὁ Κάμιλλος τέθνηκε, καὶ οἱ ̔Ρωμαῖοι πλεῖστα θανόντος τοῦ ἀνδρὸς ἠνιάθησαν. Μετὰ δὲ ταῦτα καί τι συμβεβηκέναι πάθος περὶ τὴν ̔Ρώμην ἱστόρηται. διαστῆναι γὰρ λέγεται τὸ πεδίον τὸ μεταξὺ τοῦ Παλατίου καὶ τοῦ Καπιτωλίου ἐξάπινα, μήτε σεισμοῦ προηγησαμένου μήτ' αλλου τι2.162 νός, οια συμβαίνειν ειωθε φυσικῶς ἐπὶ τοῖς τοιούτοις παθήμασι. καὶ ην τὸ χάσμα διαμένον ἐπὶ μακρόν, ουτε συνερχόμενον οιως δή ποτε ουτε μέντοι πληρούμενον, καὶ ταῦτα χοῦν τε τῶν ̔Ρωμαίων ἐς αὐτὸ συμφορούντων πολὺν καὶ λίθους καὶ αλλην υλην παντοδαπήν. ἀποροῦσιν ουν τοῖς ̔Ρωμαίοις χρησμὸς ἐδόθη μὴ αλλως τὸ διεστὸς συνελθεῖν, εἰ μὴ τὸ κρεῖττον αὐτῶν καὶ δι' ου μάλιστα πλεῖστον ἰσχύουσιν εἰς τὸ χάσμα ἐμβάλλουσιν· ουτω γὰρ ἐκεῖνό τε παύσεται καὶ τῇ πόλει εσται δύναμις ἀκατάλυτος. εμενεν ουν καὶ πάλιν τὸ απορον ἀπορούμενον, ἀσαφοῦς τυγχάνοντος τοῦ χρησμοῦ. Μάρκος δὲ Κούρτιος, ἀνὴρ εὐπατρίδης, νέος τὴν ἡλικίαν, ὡραιότατος τὴν μορφήν, ῥωμαλεώτατος τὴν ἰσχύν, ἀνδρειότατος τὴν ψυχήν, φρονήσει διαπρεπής, τὸν νοῦν συνεὶς τοῦ χρησμοῦ παρελθὼν εἰς μέσον ἐδημηγόρησε λέγων "τί τῶν λογίων ἀσάφειαν, ω ̔Ρωμαῖοι, η ἀμαθίαν ἡμῶν αὐτῶν καταψηφιζόμεθα; ἡμεῖς ἐσμεν τοῦτο δὴ τὸ ζητούμενόν τε καὶ ἀπορούμενον. οὐ γάρ τι αψυχον ἐμψύχου λογισθήσεται βέλτιον, οὐδὲ τοῦ εννου καὶ εμφρονος καὶ λόγῳ κεκοσμημένου τὸ