258
ἡμῶν, καθ' ἡμῶν. ἐπὶ ἡμᾶς, ἐφ' ἡμᾶς. ψιλουμένου δὲ φωνήεντος ἐπιφερομένου, οὐ τρέπεται τὸ δασὺ σύμφωνον εἰς ψιλόν. οιον· ἀμφὶ ἀγαθὸν, ἀμφ' ἀγαθόν. τοῦτο δὲ γίνεται, ἐπειδὴ τὰ δασέα ἐπικρατέστερά εἰσι καὶ ἰσχυρότερα τῶν ψιλῶν. Καθῆστο. εω, ὁ μέλλων εσω, ὁ παρακείμενος ηκα, ὁ παθητικὸς ησμαι, ὁ ὑπερσυντέλικος kappa.1178 ησμην, ησο τὸ δεύτερον, τὸ τρίτον ηστο, καὶ ἐν συνθέσει καθῆστο. Κατάκτανε. φόνευσον. ἡ κατὰ συγκοπτομένη, ἐὰν ἐπάγηται δύο σύμφωνα παντελῶς ἀποβάλλει τὸ τ. κατάκτανε, κάκτανε. κατάσχεθε, κάσχεθε. Καταρτίζω. ἁρμόζω. ἐκ τοῦ ἀρτῶ, ἀρτίζω. Καταποντωθῆναι. ἀντὶ τοῦ καταποντισθῆναι. τῶν ̓Αττικῶν δέ ἐστι. Καταπροΐξασθαι. ἀπὸ τῆς προικὸς, ην διαιροῦντες οἱ Ιωνες πρόϊκα λέγουσι. Κατέκτανθεν. ἀπὸ τοῦ κτείνω, κτανῶ· ὁ ἀόριστος παθητικὸς ἐκτάνθην, ὡς φαίνω ἐφάνθημεν· τὸ πρῶτον τῶν πληθυντικῶν ἐκτάνθημεν, ἐκτάνθητε, ἐκτάνθησαν, εκτανθεν· ὡς ἐφάνθημεν, ἐφάνθησαν, εφανθεν. Κατέκτανεν. ἀπὸ τοῦ κτείνω, κτενῶ, εκτεινα· ὁ δεύτερος ἀόριστος εκτανον, εκτανες, εκτανε, καὶ κατέκτανε. Κατισχνωθέντα. λεπτυνθέντα. ἀπὸ τοῦ ισχω ἰσχνῶ τρίτης συζυγίας τῶν περισπωμένων. Κατεπόθη. ἐποντίσθη. εστι ῥῆμα παράγωγον πῶμι, ὁ μέλλων πώσω, ὁ παρακείμενος πέπωκα, ὁ παθητικὸς πέπομαι, διὰ τοῦ ο μικροῦ· ὡς δέδωκα, δέδομαι· ὁ δεύτερος ἀόριστος ἐπόθην καὶ κατεπόθην. ουτω Γεώργιος ὁ Χοιροβοσκός. kappa.1179 Κατῃόνων. κατήντλουν. εχει τὸ ι. ἀπὸ γὰρ τοῦ καταιονῶ, καταιονᾷς, καταιονᾷ. Κατῄρεε. κατέλαβε. παρὰ τὸ αἱρῶ περισπώμενον, ο σημαίνει τὸ καταλαμβάνω. καὶ Ομηρος· -μὴ δέ σε λήθη αἱρείτω-. Καχλάζω. τὸ ταράσσω. πεποίηται ἡ λέξις. ὁ γὰρ ηχος τοῦ κύματος ἐν τῷ κοιλώματι τῶν πετρῶν γινόμενος δοκεῖ μιμεῖσθαι τὸ κάχλα κάχλα. Καταλαλεῖν. τὸ εἰς ἀπόντα ὑπὸ τινῶν βλασφημεῖν. Καταργήσῃ. παύσῃ· νικήσῃ. οταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ πᾶσαν ἐξουσίαν. νῦν μὲν γὰρ ἐνεργοῦσιν αἱ πονηραὶ δυνάμεις, τότε δὲ οὐκ αν ἐνεργήσωσιν εἰς κόλασιν παραδιδόμενα. ( ̓Επίῤῥημα.) Καθάπαξ. παντελῶς, συντόμως, συλλήβδην. Καθαρῶσ. ἀκριβῶς· σαφῶς. Κᾀνθάδε. ἀντὶ τοῦ ἐνθάδε. Καναχηδόν. μετὰ κτύπου. καναχὴ γὰρ ἡ βοὴ καὶ ἡ κραυγή. Κάρτα. ἀντὶ τοῦ λίαν. Καταφορικῶσ. σφοδρῶς. kappa.1180 Κατὰ κράτοσ. ἰσχυρῶς. Κατὰ πόδασ. παραυτά. Καταλλήλωσ. ἁρμοδίως, ἀκολούθως. Καταμόνασ. ἀντὶ τοῦ κεχωρισμένως. ὡς τό· ὁ πλάσας κατὰ μόνας τὰς καρδίας αὐτῶν, ὡς λογικός φησι παρὰ τὰς τῶν λοιπῶν ζώων. Κατ' εὐθύ. κατ' εὐθεῖαν. Κατωμαδόν. κατὰ τοὺς ωμους τῶν ιππων. κατωμαδὸν ηλασεν ιππους. †Κατ' ισον. ὁμοίως.† Καρπαλίμωσ. ταχέως. ὡς παρὰ τὸ γόνος γίνεται γόνιμος, καὶ πομπὸς, πόμπιμος, ουτως καὶ παρὰ τὸ κάπω, τὸ πνέω, ἐξ ου καὶ καπύω, οιον· ἀπὸ δὲ ψυχὴν ἐκάπυσε- γίνεται κάπος καὶ πλεονασμῷ τοῦ ν, κάπνος, ειτα μετὰ πλεονασμοῦ τοῦ ρ πάλιν κάρπνος καὶ κάρπνιμος. ἀποβολῇ ουν τοῦ ν καὶ πλεονασμῷ τῆς αλ συλλαβῆς, καρπάλιμος, καὶ καρπαλίμως ἐπίῤῥημα. Κάρτα. λίαν. παρὰ τὸ κρατὸς κρατέα, ὡς ταχὺς, ταχέα, καὶ κατὰ συγκοπὴν καὶ μετάθεσιν κάρτα. Καλῶσ. παρὰ τὸ κάλλος. τὸ δὲ κάλλος παρὰ τὸ κάζω, τὸ κοσμῶ. Κακῶσ. παρὰ τὸ χάζω, τὸ ὑποχωρῶ. τῷ γὰρ κακῷ πάντες ὑποχωροῦμεν. kappa.1181 Τὸ Κ μετὰ τοῦ Ε. ( ̓Αρσενικόν.) Κεγχρίνησ. ειδος ορνιθος, ο λέγεται μηδ' ολως διψᾷν. η ειδος οφεως· διὰ τὸ φαίνεσθαι αὐτὸν κατὰ καιρὸν τοῦ κέγχρου, η διὰ τὸ ποικίλον ειναι καὶ κατεστίχθαι· ωσπερ γὰρ κέγχρους τινὰς ἐπὶ τὰ νῶτα εχει. Νίκανδρος· Θήεις κεγχρίνοις δολιχὸν τέρας. Κεδνόσ. συνετὸς, σώφρων, φρόνιμος, κηδεμονικώτατος. κεδνὰ βουλεύματα. εστι ῥῆμα κοῶ, τὸ νοῶ, ὁ μέλλων κοήσω, καὶ ῥηματικὸν ονομα κόεδνος, ωσπερ τέρπω, τερπνός· καὶ κατὰ συγκοπὴν κεδνός. η κηδανός τις ων, ου αν τις κήδοιτο. Κεηρόσ. κοῦφος. Κέθηγοσ. κύριον. Κέκροψ. ἀπατεὼν, η γένος πιθήκων. κέρκωψ δὲ μέγα. kappa.1182 Κέλωρ. κύριον, η ὁ παῖς. Κέλησ. ὁ μόνος ιππος καὶ γεγυμνωμένος, η καὶ σελλάριος ὁ μονοκάβαλλος. Κέλκοισ. συάγροις. Κέλυφοσ. τὸ λέπυρον τοῦ ὠοῦ. Κελαδεινόσ. ἠχητικὸς, η ὁ θορυβώδης. παρὰ τὸ κέλαδος, ο σημαίνει τὴν ταραχήν.