258
πορεύεται, τὰ δικαιώματά μου πεφύλακται τοῦ ποιῆσαι αὐτά· δίκαιος οὗτός ἐστι, ζωῇ ζήσεται, λέγει Κύριος.» «Γῆρας τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώπων, καὶ ἡλικία γήρους βίος ἀκηλίδωτος.» «Ἠκούσατε, ὅτι ἐῤῥέθη τοῖς ἀρχαίοις, Ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, καὶ ὀδόντα ἀντὶ ὀδόντος. Ἐγὼ δὲ λέγω ὑμῖν, μὴ ἀντιστῆναι τῷ πονηρῷ, ἀλλ' ὅστις σε ῥαπίσει ἐπὶ τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ ἄλλην. Καὶ τῷ θέλοντί σοι κριθῆναι, καὶ τὸν χιτῶνά σου λαβεῖν, ἄφες αὐτῷ καὶ τὸ ἱμάτιον· καὶ ὅστις σε ἀγγαρεύσῃ μίλιον ἓν, ὕπαγε μετ' αὐτοῦ δύο. Τῷ αἰτοῦντί σε δίδου, καὶ τὸν θέλοντα ἀπὸ σοῦ δανείσασθαι μὴ ἀποστραφῇς. Ἠκούσατε ὅτι ἐῤῥέθη· Ἀγαπήσεις τὸν πλησίον, καὶ μισήσεις τὸν ἐχθρόν σου. Ἐγὼ δὲ λέγω ὑμῖν· Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν· εὐλογεῖτε τοὺς καταρωμένους ὑμᾶς· καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς, ὅπως γένησθε υἱοὶ τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς, ὅτι τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. «Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. Οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη, οὐδὲ καίουσι λύχνον, καὶ τιθέασιν αὐτὸν ὑπὸ τὸν μόδιον, ἀλλ' ἐπὶ τὴν λυχνίαν, καὶ λάμπει πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ Οὕτως λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώ 96.277 πων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς.» «Προνοούμενοι καλὰ ἐνώπιον Θεοῦ καὶ ἀνθρώπων. «Ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσωμεν· μὴ κώμοις καὶ μέθαις, μὴ κοίταις καὶ ἀσελγείαις, μὴ ἔριδι καὶ ζήλῳ· ἀλλ' ἐνδύσασθε τὸν Κύριον Ἰησοῦν Χριστὸν, καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε ἐν ἐπιθυμίᾳ.» «Εἴτε ἐσθίετε, εἴτε πίνετε, εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε. Ἀπρόσκοποι γίνεσθε, καὶ Ἰουδαίοις, καὶ Ἕλλησιν, καὶ τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ.» «Βλέπετε ἀκριβῶς πῶς περιπατεῖτε, μὴ ὡς ἄσοφοι, ἀλλ' ὡς σοφοί· ἐξαγοραζόμενοι τὸν καιρὸν, ὅτι αἱ ἡμέραι πονηραί εἰσιν. ∆ιὰ τοῦτο μὴ γίνεσθε ἄφρονες, ἀλλὰ σύνετε τί τὸ θέλημα τοῦ Θεοῦ.» «Τίς σοφὸς καὶ ἐπιστήμων ἐν ὑμῖν, δειξάτω ἐκ τῆς καλῆς ἀναστροφῆς τὰ ἔργα αὐτοῦ ἐν πραότητι.» «Τὴν ἀναστροφὴν ὑμῶν ἐν τοῖς ἔθνεσιν ἔχοντες καλὴν, ἵνα ἐν ᾧ καταλαλοῦσιν ὑμῶν ὡς κακοποιῶν, ἐκ τῶν καλῶν ὑμῶν ἔργων ἐποπτεύοντες, δοξάσωσι τὸν Θεὸν ἐν ἡμέρᾳ ἐπισκοπῆς.» «Εἰ Πατέρα ἐπικαλεῖσθε τὸν ἀπροσωπολήπτως κρίνοντα κατὰ τὸ ἑκάστου ἔργον, ἐν φόβῳ τὸν τῆς παροικίας ὑμῶν χρόνον ἀναστράφητε.» Οὐκ ἔστι κατὰ Θεὸν ζῇν, ἄνευ τοῦ σωφρόνως καὶ δικαίως πάντα πράττειν. Ἀγαθὸς ὁ τῆς εὐποιίας μισθός. Τοῖς μὲν ἀνθρώποις ἐκ τῆς τῶν λόγων αὐξήσεως συνίσταται τὰ ἐγκώμια· τοῖς δὲ δικαίοις ἀρκεῖ τῶν πεπραγμένων αὐτοῖς ἡ ἀλήθεια, πρὸς τὸ δεῖξαι αὐτῶν τὸ ὑπερβάλλον τῆς ἀρετῆς. Μάθε, ἄνθρωπε, διδάχθητι τὴν εὐαγγελικὴν πολιτείαν, ὀφθαλμῶν ἀκρίβειαν, γλώσσης ἐγκράτειαν, σώματος δουλαγωγίαν, φρόνημα ταπεινὸν, ἐννοίας καθαρότητα, ὀργῆς ἀφανισμόν· ἀγγαρευόμενος ἀγάπα, διωκόμενος ἀνέχου, βλασφημούμενος παρακάλει. Εὐγένειαν λέγω, οὐχ ἣν πολλοὶ νομίζουσιν· ἄπαγε· οὐ πρὸς ἡμῶν τοῦτο θαυμάζειν· οὐδὲ φιλοσοφίαν, τὴν ἐκ μύθων καὶ τάφων ἐρχομένην, ἀλλ' ἣν εὐσέβεια χαρακτηρίζει, καὶ τρόπος, καὶ ἡ πρὸς πρῶτον ἀγαθὸν ἄνοδος, ὅθεν γεγόναμεν. Ταύτης ἀπόδειξις μία τῆς εὐγενείας. Οὐχ ὁ ἐν λόγῳ σοφὸς, οὗτος ἐμοὶ σοφὸς, οὐδὲ ὅστις γλῶσσαν εὔστροφον ἔχει, ψυχὴν δὲ ἀπαίδευτον. Ὥσπερ τῶν τάφων ὅσοι τὰ ἔξωθεν ὄντες εὐπρεπεῖς καὶ ὡραῖαι, μυδῶσι νεκροῖς τὰ ἔνδον, καὶ πολλὴν δυσ 96.280 ωδίαν περικαλύπτουσιν· ἀλλ' ὅστις ὀλίγα μὲν περὶ ἀρετῆς φθέγγεται, πολλὰ δὲ οἷς ἐνεργεῖ παραδείκνυσιν, καὶ τὸ ἀξιόπιστον τοῦ λόγου διὰ τοῦ βίου προστίθησιν. Κρείσσων ἐμοὶ εὐμορφία θεωρουμένη, τῆς λόγῳ ζωγραφουμένης· καὶ πλοῦτος ὃν αἱ χεῖρες ἔχουσιν, ἢ ὃν οἱ ὄνειροι πλάττουσι· καὶ σοφία, οὐχ ἡ λόγῳ λαμπρυνομένη, ἀλλ' ἡ διὰ τῶν ἔργων ἐλεγχομένη· σύνεσις γὰρ ἀγαθὴ πᾶσι τοῖς ποιοῦσιν αὐτὰ, φησίν· οὐ τοῖς κηρύττουσιν. Ἐλεύθερον καὶ δοῦλον ὁ τρόπος γράφει. Ἀγαθῶν πάντων ἐστὶ τὸ κεφάλαιον, τὸ τῷ ἐμῷ βίῳ τὸ ὄνομα τοῦ Θεοῦ δοξάζεσθαι.