258
Χριστὸς, καὶ σῶμα αὐτοῦ χρηματίζει τῆς Ἐκκλησίας ὁ σύλλογος· οἰκεῖον δὲ ὕμνον τὸν ταύτης ὕμνον καλεῖ. λαʹ. "Ὅτι παρέστη ἐκ δεξιῶν πένητος, τοῦ σῶσαι ἐκ τῶν καταδιωκόντων τὴν ψυχήν μου." Τοῦτο καὶ ἐν τῷ ιεʹ εἴρηκε ψαλμῷ· "Προωρώμην τὸν Κύριον ἐνώπιόν μου διὰ παντὸς, ὅτι ἐκ δεξιῶν μού ἐστιν, ἵνα μὴ σαλευθῶ." Ἀχώριστον γὰρ ἡ θεία φύσις ποιησαμένη τὴν ἕνωσιν, παρῆν μὲν τῇ ἀνθρω πείᾳ φύσει, συνεχώρει δὲ πάσχειν, τῶν ἀνθρώπων πραγματευομένη τὴν σωτηρίαν. Ῥᾴδιον μὲν γὰρ ἦν αὐτῷ, ἀθάνατον αὐτὴν ἣν ἀνέλαβεν ἀπεργάσασθαι φύσιν. Ἐπειδὴ δὲ σωτηρία ἦν τοῦ κόσμου τὸ πάθος, συνεχώρησε γενέσθαι τὸ πάθος, μετὰ τὸ πάθος τῆς ἀθανασίας καὶ τῆς ἀφθαρσίας μετέδωκε. Καὶ βλάβην μὲν αὐτὸς ἐκ τῶν ταύτης παθῶν οὐδεμίαν ἐδέξατο, τῆς δὲ οἰκείας αὐτὴν ἐπλήρωσε δόξης, καὶ σὺν αὐτῇ βασιλεύει, καὶ τῶν ἁπάντων κρατεῖ. Ἡνίκα δὲ φθαρτὴν εἶχεν αὐτὴν τὴν φύσιν, ἀνθρω πίνως ἅπαντα, πλὴν ἁμαρτίας, συνεχώρει καὶ πάσχειν καὶ φθέγγεσθαι. ΕΡΜΗΝ. ΤΟΥ ΡΘʹ ΨΑΛΜΟΥ. αʹ. "Ψαλμὸς τῷ ∆αβίδ." Τὸ περὶ τοῦ σωτηρίου πάθους ἐν τῷ προτεταγμένῳ προθεσπίσας ψαλμῷ, προαγορεύει τὴν μετὰ τὸ πάθος ἀνάληψιν τοῦ Σωτῆρος. Μέμνηται δὲ τοῦ προοιμίου τοῦ ψαλμοῦ καὶ ὁ θειότατος Πέτρος ἐν ταῖς Πράξεσι. Λέγει δὲ οὕτως· "Οὐ γὰρ ∆αβὶδ ἀνέβη εἰς τοὺς οὐρανοὺς, λέγει δὲ αὐτός· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου." Καὶ αὐτὸς δὲ ὁ Κύριος, ὁρῶν τοὺς Φαρισαίους ἄλλας περὶ Χρι στοῦ δόξας ἔχοντας, πεῦσιν αὐτοῖς τοιάνδε προσήνε 80.1768 γκε· "Τί ὑμῖν δοκεῖ περὶ Χριστοῦ; τίνος ἐστὶν υἱός;" Εἰρηκότων δὲ ἐκείνων, Τοῦ ∆αβὶδ, ἀπεκρίνατο, "Πῶς οὖν ∆αβὶδ ἐν πνεύματι Κύριον αὐτὸν καλεῖ, λέγων· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, Κάθου ἐκ δεξιῶν μου;" Εἶτα ἐπισυλλογίζεται· "Εἰ οὖν ∆αβὶδ καλεῖ αὐτὸν ἐν πνεύματι Κύριον, πῶς υἱὸς αὐτοῦ ἐστι;" Τοῦτο δὲ ἔφη, οὐκ ἐκβάλλων τὸ εἶναι υἱὸν τοῦ ∆αβὶδ τὸν Χριστὸν, ἀλλὰ τῷ ὁμολογουμένῳ τὸ ἀγνοούμενον προστιθείς. Τὸ μὲν γὰρ υἱὸν εἶναι τοῦ ∆αβὶδ τὸν Χριστὸν ὡμολόγουν οἱ Φαρισαῖοι· ὅτι δὲ καὶ Κύριος ἦν τοῦ ∆αβὶδ, ἠγνόουν παντάπασι. Τὸ λεῖπον τοίνυν προστίθησιν, οὐ τὸ ὁμολογούμενον ἀναιρεῖ, διδάσκων ὡς ὁ αὐτὸς καὶ υἱὸς αὐτοῦ κατὰ σάρκα, καὶ Κύριος αὐτοῦ ὡς Θεὸς καὶ δημιουργός. Σαφῶς τοίνυν ὁ μακάριος ∆αβὶδ τὴν τοῦ ∆εσπότου Χριστοῦ κηρύττει θεότητα, καί φησιν· "Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, Κάθου ἐκ δεξιῶν μου." Εἰ ∆αβὶδ ὁ βασιλεὺς, καὶ εὐσεβὴς βασιλεὺς ὁ καὶ προφητικῆς χάριτος ἠξιωμένος, Κύριον ἑαυτοῦ καλεῖ τὸν ∆εσπότην Χριστόν· οὐκ ἄρα μόνον ἄνθρωπος κατὰ τὴν Ἰουδαίων ἄνοιαν, ἀλλὰ καὶ Θεὸς, ὡς τοῦ ∆αβὶδ δημιουργός τε καὶ Κύριος. Καὶ τὸ κοινὸν δὲ τῶν ὀνομάτων τὴν ταυτότητα τῆς οὐσίας δηλοῖ. Κύριος γὰρ Κυρίῳ λέγει, καὶ οὐ Κύριος κτίσματι, οὐδὲ Κύριος ποιήματι· "Κάθου ἐκ δεξιῶν μου." Μέγα μὲν οὖν καὶ τοῦτο· καὶ οὐ μόνον ὑπὲρ τὴν ἀνθρωπείαν φύσιν, ἀλλὰ καὶ ὑπὲρ ἅπασαν τὴν κτί σιν. Πλὴν ἀνθρωπίνως καὶ αὐτὸ εἴρηται. Ὡς γὰρ Θεὸς, ὁ Υἱὸς αἰώνιον ἔχει τὸν θρόνον· "Ὁ θρόνος σου γὰρ, φησὶν, ὁ Θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος." Οὐ γὰρ μετὰ τὸν σταυρὸν, καὶ τὸ πάθος, ταύτης ὡς Θεὸς τιμῆς ἠξιώθη· ἀλλ' ἔλαβεν ὡς ἄνθρωπος, ὅπερ εἶχεν ὡς Θεός. Οὐ γὰρ ταπεινὸς ὢν ὑψώθη, ἀλλ' ὕψιστος ὢν, καὶ ἐν μορφῇ Θεοῦ ὑπάρχων, ἐταπείνωσεν ἑαυτὸν μορφὴν δούλου λαβών. ∆ιὸ καὶ ὁ εὐαγγελιστὴς βοᾷ· "Ὁ μονογενὴς Υἱὸς, ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρὸς, ἐκεῖνος ἐξηγήσατο." Καὶ αὐτὸς δὲ ὁ Κύριός φησιν· "Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί." Καὶ ἀλλαχοῦ· "∆όξασόν με, σὺ Πάτερ, τῇ δόξῃ ᾗ εἶχον παρὰ σοὶ πρὸ τοῦ τὸν κόσμον γενέσθαι." Ὡς ἄνθρωπος τοίνυν ἀκούει· Κάθου ἐκ δεξιῶν μου·" ὡς γὰρ Θεὸς, αἰώνιον ἔχει τὸ κράτος. "Ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου." Ἐχθροὶ διαφερόντως μὲν ὁ διάβολος, καὶ οἱ τούτου διάκονοι δαίμονες, πρὸς δὲ τούτοις καὶ οἱ τοῖς θείοις αὐτοῦ κηρύγμασιν ἀντιπίπτοντες, Ἰουδαῖοι καὶ Ἕλληνες. Τὸ δὲ ἕως, οὐ χρόνου σημαντικὸν, ἀλλ' ἰδίωμα τῆς θείας Γραφῆς. Οὕτω γὰρ καὶ διὰ τοῦ προφήτου φησὶν ὁ Θεὸς, "Ἐγώ εἰμι, καὶ ἕως ἂν καταγηράσητε ἐγώ εἰμι." ∆ῆλον