258
αἷμα ἐν τομαῖς τρισίν, ὡς τῇ Τριάδι προσκρούσαντος διὰ τῆς ὕβρεως τῆς ἁγίας εἰκόνος Χριστοῦ. ἄπιθι μετὰ τοῦ Ἰούδα, ἰουδαιόφρον, σύντυχε τῷ πατρί σου Οὐραλυφίῳ Καβαλλωνύμῳ· πίε τοῦτο πρῶτον, ὥς φησιν ὁ προφήτης, καὶ τὸ δριμύτερον ἐπ' ἐσχάτῳ. Ὢ τῆς ἐκείνου χριστομανίας καὶ τῆς ὑμετέρας ὁμολογίας· ὑμεῖς ἄνδρες χριστοφόροι, θρέμματα εὐσεβείας, μυρίσματα ἀθανασίας, στηλιτεύματα τοῦ ἐχθροῦ· ὑμεῖς νεῦρα τῆς ἐκκλησίας, ἑδραίωμα πίστεως, κλέος τῇ ὑφηλίῳ. ὑμῶν τὸ μνημόσυνον αἴσιον, ὃ καὶ ὁ μέλλων ὑποδέξοιτο χρόνος, ὑμῶν τὸ στεφάνωμα οὐράνιον, τοῖς ᾀσματικοῖς ἄνθεσιν ἀξιοχρέως συμπλεκόμενον. τί τὸ λοιπόν; αἰνητέον θεῷ, εὐχαριστητέον τῷ εὐσεβεῖ βασιλεῖ, ὅτι τῶν φυλακῶν καὶ ὀδυνῶν εἴασεν τέως, καὶ ἐλπιστέον ὅτι ὁ δοὺς θεὸς τὴν ἀπαρχὴν δεξιὰν συναποίσει τῇ ἀρχῇ καὶ τὸ τέλος, τῆς εἰρηνοχύτου ὀρθοδοξίας ἐξανατεῖλαι τὸ κέρας. μόνον παρακαλῶ μνημονεύειν μου ἐν προσευχαῖς θερμότερον καὶ προσέχειν ἑαυτοῖς πάντοτε, ὅτι, ἕως ἂν ἐμπνέωμεν, ὁ πειράζων πάρεστιν. ὁ ἀδελφὸς ὑμῶν Νικόλαος ἀσπάζεται κατὰ τὸ σύνηθες. 422 {1Νικήτᾳ ἡγουμένῳ}1 Ἐπέστειλεν, ὡς ἔμαθον, ἡ ἁγιωσύνη σου πρὸς τὴν ταπείνωσίν μου, ἀλλ' οὐκ ἐδεξάμην διά τινα περιπέτειαν· ἐγὼ δὲ ὡς δεξάμενος χαράσσω σοι τόδε τὸ εὐτελές μου γραμματεῖον, προσηγορίαν κομίζων καὶ τὸ "4χαῖρε"5 φθεγγόμενος. διατί; ὅτι συνετρίβη, μᾶλλον δὲ κατεκόπη ὁ κόπτων ἡμᾶς, ὅτι δέδειχε Κύριος ἐν ὀφθαλμοῖς ἁπάντων ἀρνητὴν αὐτοῦ εἶναι τὸν τῆς ἁγίας αὐτοῦ εἰκόνος ἀθετητήν· ὡς γὰρ οὐ χωρίζεται ἀκτὶς ἀπὸ ἡλίου, οὕτως οὐδὲ εἰκὼν τοῦ πρωτοτύπου ἢ μόνον κατὰ τὸ τῆς οὐσίας διάφορον, ἐπὶ τῶν τεχνητῶν δὴ λέγω. ἀλλ' ὅμως καὶ οὕτως ἀστραψάσης τῆς ἀληθείας οὐκ ἔστιν ἄθρησις, οὐδαμοῦ ἀνάνηψις. καὶ τίς οὐ στενάξοι; καὶ τίς οὐκ ἀποκλαύσοιτο, οὐ τοὺς ἀθλοφοροῦντας (μή τί γέ τις τοῦτο ὑπολάβοι· πῶς γὰρ οἱ θεομακάριστοι ἐπικλαύσιμοι;), ἀλλὰ τοὺς ἀβλεπτοῦντας καὶ τῷ αὐτῷ ζόφῳ τῆς ἀσεβείας ἐπερειδομένους; Ἐγὼ μὲν οὖν ὁ τάλας οὕτω καὶ διανοοῦμαι, οὕτω καὶ ἀποκλαίομαι. σὺ δέ, ὦ ἱερὰ κεφαλὴ καὶ τῆς ἐμῆς οὐθενότητος φίλη, μὴ ἀπολήξειας προσευχομένη καταλλαγὴν φθάσαι ἄνωθεν τῷ λαῷ τοῦ θεοῦ, ἔπειτα τοῦ καὶ ἡμᾶς διασῴζεσθαι τοὺς ἀναξίους, κατόπιν ὑμῶν τῶν ἁγίων ἰόντας. ὁ σὺν ἐμοὶ ἀδελφὸς προσαγορεύει. τοὺς μετὰ τῆς ἁγιωσύνης σου ἀδελφούς μου ἀσπάζομαι καί γε μάλιστα τὸν ἱερὸν Ἀρσένιον. 423 {1Νικηφόρῳ τῷ ἁγιωτάτῳ πατριάρχῃ}1 Ἐπέστειλα πάλαι ὁ τάλας, οὐ πρὸς ἀντίδοσιν γραμμάτων ἀποσκοπῶν, ὅτι μηδὲ δούλοις παρὰ δεσποτῶν ὀφειλή, ἀλλὰ τὴν ἐμαυτοῦ διάθεσιν γλιχόμενος ὑπεκφάναι, οὕτω τοῦ πόθου καὶ τοῦ καιροῦ βιαζομένων, οὐκ ἀπεικότως. αὐτὸς δέ, ὦ θεία καὶ κορυφαία τῶν ἱερῶν κεφαλῶν ἀκρότης, οὐ μόνον ἀντεπιστεῖλαι ἠξίωσας τῷ ἀναξίῳ, θεομιμήτως δῆλον ὅτι φερόμενος, ἀλλὰ γὰρ καὶ ἀπ' αὐτῆς τῆς προγραφῆς τοσοῦτον ἡμῖν τὸ τῆς ταπεινοφροσύνης σου θεῖον ὕψος ὑπέδειξας, ὡς καταπλαγῆναι ἡμῶν τὴν οἰκτρὰν διάνοιαν. ὢ τοῦ θαύματος· εἰ ὁ τοσοῦτος καὶ τηλικοῦτος τὴν ἀξίαν καὶ τῇδε συνισουμένην ἔχων τὴν ἀρετὴν ἀπαστράπτουσαν, ὡς αὐτὰ μαρτυρεῖ τὰ πράγματα, υἱὸν ἑαυτὸν τοῦ οὐθενοῦς ἀπεκάλεσεν, ὁ οὐθενὴς καὶ ἀφανὴς τί ἑαυτὸν ὀνομάσειεν; καὶ εἰ ὁ τῆς ἁγιωσύνης λαμπτὴρ ἁμαρτωλὸν ἑαυτὸν ὑπογράφοιεν, ὁ ἁμαρτωλὸς καὶ ἠπορημένος τί δ' ἂν καὶ ἀποκριθήσεται; ἄρα, εἰ καὶ μηδὲν ἕτερον ἐγέγραπτο τῇ ἐπιστολῇ, ἤρκει τοῦτο μόνον τοῦ τε δεχομένου τὸν νοῦν ἐκθαμβῆσαι καὶ τοῦ πεπομφότος τὸ ἀνυπέρβλητον ἐν ἀρετῇ θριαμβεῦσαι. ἐπεὶ δὲ καὶ τὸ ὅλον ὕφος τοῦ ἱεροῦ βιβλίου διέγνωμεν οἱ ταπεινοί, τότε καὶ μᾶλλον ἥσθημεν, τῇ κεφαλίδι τὸ ὅλον σῶμα τῆς διαλέξεως καταλλήλως εὑρηκότες ἀπηρτισμένον. Οἶδας, ὁ ἅγιος τοῦ θεοῦ, οἷα ἐφθέγξω πνευματοκινήτως, ὡς ἐπέρρωσας ἡμῶν τὴν ἀσθενῆ διάνοιαν ἐπαίνων φαρμακεύμασιν, ὡς συνερρίζωσας ἡμᾶς ὑπομονητικῶς μὴ ἐκκακεῖν ἐν ταῖς θλίψεσιν καὶ ὅσα ἄλλα ὑπεσημαίνετο θεοσοφίᾳ καλλυνόμενα. ἀλλ' εὐλογητὸς ὁ θεός, ὃς ἐν τοιούτῳ σεισμῷ ἀσεβείας τηλικοῦτον ὑπέρμαχον ὁμοῦ καὶ