259
πεντακόσιαι πρὸς δισχιλίαις, κάμηλοι διακόσιαι, ἡμίονοι τριακόσιαι, ὄνοι δὲ πεντακόσιοι· συβώσιά τε ἐς πέντε μυριάδας ἔχοντα συῶν, καὶ προβάτων μυριάδες ἑπτά· καρπῶν δὲ ἄπιστόν τι χρῆμα καὶ δυσαρίθμητον κομιδῇ. ὧν ἁπάντων ἐν χρόνῳ ἀποστερηθεὶς βραχεῖ, οὐδὲν ἀγεννὲς ἢ μικρόψυχον ἐφθέγξατο· ἐκεῖνο δὲ ἠνία μόνον, ὅτι εἰς οὐδὲν χρήσιμον ἀνάλωτο τῷ κοινῷ. αὐτὸς γὰρ ἰσχυρίζετο οὕτω διανενοῆσθαι, ὡς πάντα ἀναλώσων τῆς Ῥωμαίων ὠφελείας ἕνεκα. ἐν Βυζαντίῳ δὲ τοῦ στρατεύματος ὁ τοῦ βασιλέως κηδεστὴς Ἀνδρόνικος ὁ Ἀσάνης στρατηγὸς ἀποδειχθεὶς καὶ τὸν πρὸς τὸν γαμβρὸν πόλεμον ἀναδεξάμενος, ἄρας ἐκεῖθεν, τὰς κατὰ Θρᾴκην περιῄει πόλεις, πάντων προθύμως ὑποδεχομένων καὶ συναιρομένων πρὸς τὸν πόλεμον τὰ δυνατά. βασιλεὺς δὲ ὁ Καντακουζηνὸς πολλῆς μὲν καὶ ἀγαθῆς εὐπόρει στρατιᾶς· στρατεύεσθαι δὲ ἀμήχανον ἦν διὰ τὴν ὥραν, καταφυγὴν τῆς στρατιᾶς πρὸς τοὺς ὑετοὺς καὶ τὴν χιόνα οὐκ ἐχούσης, ἐκπεπολεμωμένων ἤδη πάντων. ὅθεν, εὐδίας μὲν 2.186 οὔσης, τὰς παρακειμένας κατέτρεχον πόλεις καὶ κακῶς ἐποίουν, τῆς ἐκ Βυζαντίου στρατιᾶς πρὸς τὰς πόλεις καταδυομένης καὶ οὐδ' ἀντιβλέπειν οὔσης δυνατῆς. ἐπεὶ δ' ἀναχωροῖεν ὑπὸ τοῦ χειμῶνος ἐκβιαζόμενοι ἐκεῖνοι, αὖθις οἱ Βυζάντιοι ἀναθαρσοῦντες ταῖς πόλεσιν ἐπέκειντο, αἳ πολέμιοι ἐδόκουν. καὶ ἡ χώρα πᾶσα ὥσπερ ὑπὸ πολεμίων δῃουμένη, μετανίστατό τε εἰς τὰς πόλεις καὶ οὐδὲν ἦν ὅ, τι οὐκ ἔπασχε δεινὸν, καὶ σκυθικὴ ἐρημία ἡ κατακράτος οἰκουμένη Θρᾴκη ἀπεδείκνυτο οὐκ ἐν μακρῷ, καὶ ἡ Ῥωμαίων ἰσχὺς ὑφ' ἑαυτῆς ἐδαπανᾶτο καὶ διεφθείρετο. οὐ μὴν οὐδὲ οἱ βάρβαροι ἠμέλουν, ἀλλ' εἰδότες, ὡς ἡ Ῥωμαίων στρατιὰ διῄρηται καὶ στασιάζει πρὸς ἑαυτὴν, ἐκ τῆς Ἀσίας περαιούμενοι καὶ ἵπποις καὶ πεζῇ, τὰ μέγιστα ἐκάκουν, οὐδενὸς ἀνθισταμένου. καὶ τὰ παράλια πάντα ἐν βραχεῖ κενὰ ἀνθρώπων ἀπεδείκνυσαν, πάντας ἐξανδραποδιζόμενοι, πλὴν ὅσοι πόλεις ἢ φρούρια κατῴκουν. ὕστερον δὲ ἐκείνων ἀναλωθέντων, καὶ πρὸς τὴν μεσόγειαν ἐχώρησαν. οἱ μέντοι Ῥωμαῖοι οὕτω τοῦ χειμῶνος διετέλεσαν ἀλλήλοις ἀντεπεξιόντες καὶ βλάπτοντες ὅσα δυνατά. ∆ιδυμοτείχῳ δὲ ἡ ἐκ Βυζαντίου στρατιὰ οὐδέποτε ἐτόλμησεν ἐπιστρατεῦσαι, παρόντος βασιλέως. οἱ μέντοι ἐκ Τζερνομιάνου φρουρίου τινὸς οὐ πόῤῥω ∆ιδυμοτείχου κατῳκισμένου, οὐ φαῦλά τινα λῃστεύοντες ἐκάκουν. σχεδὸν γὰρ οὐ διέλιπον ἀεὶ νυκτὸς τὰ τείχη περιιόντες καὶ λῃστεύον 2.187 τες, οἷς ἂν ἐντύχοιεν. ἐλάνθανον δὲ οὐ δι' ὀλιγότητα μόνον, ἀλλὰ καὶ δι' ἐμπειρίαν. ἦσαν γὰρ περὶ λῃστείας κάλλιστα ἐξησκημένοι. προλοχήσαντες δὲ οἱ ἐν ∆ιδυμοτείχῳ στρατιῶται, ἐπεὶ κατὰ τὸ εἰωθὸς εἰς λῃστείαν αὖθις ἧκον πλείονες ὄντες τῶν ἐπιέναι εἰωθότων, οὐκ ὀλίγους ἀπέκτειναν αὐτῶν τοῦ λόχου ἀναστάντες. βασιλεὺς δὲ ὁ Καντακουζηνὸς διενοεῖτο μὲν ὡς ἅμα ἦρι Βυζαντίῳ ἐπιστρατεύσων καὶ πειρασόμενος, εἰ δύναιτο ἑαυτῷ ὑποποιεῖν· ὅμως τοῦ χειμῶνος τοῖς ἐν Ἀδριανουπόλει ἄρχουσι προσπέμπων κρύφα καὶ διαλεγόμενος, ἔπεισε τὴν πόλιν ἐγχειρίζειν. καὶ ἐπεὶ συντέθειτο ἡμέρα, καθ' ἣν ἔδει ἐπελθεῖν, τὴν οὖσαν στρατιὰν παραλαβὼν καὶ προσποιησάμενος ἐφ' ἑτέρας τῆς Θρᾴκης βαδιεῖσθαι πόλεις, ὡς πολιορκήσων, ἵνα μὴ ὑπό του τῶν τὰ βασιλίδος ᾑρημένων πρὸς τὴν Ἀδριανοῦ ἡ ἔφοδος μηνυθῇ, παρὰ τὸν Ἕβρον ἐστρατοπέδευσεν, ὡς περαιωσόμενος εἰς τὴν ὑστεραίαν. πέμψας δὲ καὶ πρὸς Πιγκέρνην τὸν ἀνεψιὸν, τὸ Πάμφιλον ἅμα χιλίοις φρουροῦντα στρατιώταις τήν τε ἀκρόπολιν ἑτέροις ὁπλίταις καὶ ψιλοῖς τοξόταις ἑκατὸν, ἐκέλευε τὴν ἐν τῇ ἀκροπόλει φρουρὰν καταλιπόντα καὶ τῆς στρατιᾶς τῆς ἱππικῆς τριακοσίους, ὥστε φρουρεῖν τὴν κάτω πόλιν, τοὺς λοιποὺς ἀναλαβόντα, ἥκειν πρὸς αὐτόν· ἐδήλου δὲ καὶ τὴν αἰτίαν, ἧς ἕνεκα καλοῖτο. ὁ δ' ἡγησάμενος τὴν ἐν τῇ ἀκροπόλει μόνην φρουρὰν ἀρκέσειν πρὸς κατάσχεσιν τῆς πόλεως, τοὺς ἱππέας ἅπαντας παραλαβὼν, ἧκεν ὡς βασιλέα. τῆς αὐτῆς δὲ νυκτὸς τοῦ βορέα πνεύσαντος δριμύτερον, ἅμ' ἡμέρᾳ κρυστα 2.188 λοῦσθαι ἤρχετο ὁ ποταμὸς καὶ ὀλίγῳ ὕστερον ἅπας διεφαίνετο κρυσταλωθείς. οὔτε δὲ τοσοῦτον εἶχε στεῤῥότητος ὁ πάγος, ὥστε