259
ανουν αλογόν τε καὶ αφρον προτιμηθήσεται. τί γὰρ αν τις ἀνθρώπου προκρίνειεν, ινα τοῦτο ἐς τὴν τῆς γῆς βαλόντες διάστασιν αὐτὴν συναγάγοιμεν; οὐκ εστιν οὐδὲν ζῷον θνητὸν οὐδ' αμεινον οὐδ' ἰσχυρότερον ἀνθρώπου. εἰ γάρ τι δεῖ καὶ θρασυνόμενον εἰπεῖν, ουτ' ανθρωπος οὐδὲν αλλο ἐστὶν η θεὸς σῶμα θνητὸν εχων ουτε θεὸς αλλο τι η ανθρωπος ἀσώματος κἀντεῦθεν ἀθάνατος, καὶ οὐ πόρρω τῆς θείας δυνάμεως ἀπηρτήμεθα. ταῦτα ἐγὼ μὲν ουτω φρονῶ, ἀξιῶ δὲ καὶ ὑμᾶς τῇ 2.163 γνώμῃ προσθέσθαι ταύτῃ. καὶ μή τις οἰήσαιτο οτι κλῆρον ποιήσομαι η κόρην κελεύσω θανεῖν η μειράκιον· αὐτὸς γὰρ ἐγὼ ἑκὼν ἐμαυτὸν ὑμῖν ἐπιδίδωμι, ινα σήμερον αὐτίκα κήρυκα πέμψητέ με καὶ πρεσβευτὴν τοῖς χθονίοις θεοῖς, ἐσόμενον ὑμῖν ἀεὶ προστάτην καὶ σύμμαχον." ταῦτα εἰπὼν ὁ Κούρτιος τὰ οπλα ἐνεδιδύσκετο, ειτα καὶ τοῦ ιππου ἐπέβη. οἱ δ' αλλοι περιαλγεῖς ἐγίνοντο καὶ περιχαρεῖς, καὶ κοσμήματά τινα συμφορήσαντες οἱ μὲν αὐτὸν ἐκεῖνον αὐτοῖς ἐκόσμουν ὡς ηρωα, οἱ δέ τινα καὶ ἐς τὸ χάσμα ἐνέβαλλον. αρτι δ' ἐς αὐτὸ ἐνήλατο ὁ Κούρτιος εφιππος καὶ ἡ τῆς γῆς συνήχθη διάστασις, καὶ οὐδεὶς οὐκέτι ουτε τὸ χάσμα ουτε τὸν Κούρτιον ἐθεάσατο. ταῦθ' ουτω ̔Ρωμαίοις ἱστόρηται· εἰ δέ τῳ μυθώδη κριθείη καὶ μὴ πιστά, εξεστίν οἱ μὴ προσέχειν αὐτοῖς. Τοῖς ̔Ρωμαίοις δὲ πόλεμοι αυθις καὶ παρὰ Γαλατῶν καὶ ὑφ' ἑτέρων ἐθνῶν ἐπηνέχθησαν, ἀλλ' ἀπεκρούσαντο πάντας, πῇ μὲν ὑπάτους, πῇ δὲ δικτάτωρας ψηφιζόμενοι. οτε καί τι τοιοῦτον συμβέβηκε. δικτάτωρ ἐλέχθη Λούκιος Κάμιλλος, Γαλατῶν κατατρεχόντων τὰ ὑπὸ ̔Ρώμην. ος ἐπὶ τοὺς βαρβάρους ὁρμήσας γνώμην ειχε τρίβειν τὸν καιρὸν καὶ μὴ διακινδυνεύειν πρὸς ἀνθρώπους ἀπονοίᾳ χρωμένους· ῥᾷον γὰρ αὐτοὺς καὶ ἀσφαλέστερον ἀπορίᾳ τροφῶν ἐκτρυχώσειν ηλπισε. Γαλάτης δέ τις εἰς μονομαχίαν τινὰ τῶν ̔Ρωμαίων προεκαλεῖτο. καὶ ἀντέστη αὐτῷ Οὐαλέριος Μάρκος χιλιαρχῶν, ὁ τοῦ Μαξίμου ἐκείνου εγγονος. καὶ λαμπρὰ μὲν ἡ μάχη προέβη ἀμφοῖν· ὁ μὲν γὰρ τῇ σοφίᾳ καὶ τῇ περιτεχνήσει προέφερεν, ὁ δὲ 2.164 Γαλάτης τῇ ἰσχύϊ καὶ τῇ τόλμῃ· ἐπὶ πλέον δ' ἐθαυμαστώθη οτι τῷ τοῦ Οὐαλερίου κράνει κόραξ ἐφιπτάμενος καὶ κρώζων εἰς τὸν βάρβαρον ἐνεχρίμπτετο, καὶ τήν τε οψιν αὐτοῦ ἐπετάρασσε καὶ τὴν ὁρμὴν ἐνεπόδιζε, μέχρις ου κατειργάσθη. διὸ ἀγανακτήσαντες οἱ Γαλάται ὡς ὑπὸ ορνιθος ἠλαττωμένοι, θυμῷ αὐτίκα συνέμιξαν τοῖς ̔Ρωμαίοις, καὶ κακῶς ἀπηλλάγησαν. ὁ δ' Οὐαλέριος ὑπὸ τῆς τοῦ κόρακος συμμαχίας Κορουῗνος ἐπωνομάσθη. Εἰσέπειτα δὲ τῶν στρατευμάτων στασιασάντων καὶ ἐμφυλίου πολέμου γενέσθαι μέλλοντος, κατηλλάγησαν οἱ στασιάσαντες, νόμων τεθέντων μήτ' ακοντά τινα τοῦ καταλόγου ἀπαλείφεσθαι μήτε τὸν χιλιαρχήσαντα ἑκατονταρχεῖν, καὶ τοὺς ὑπάτους καὶ αμφω ἐξὸν ειναι καὶ ἐκ τοῦ πλήθους καθίστασθαι καὶ τὸν αὐτὸν μήτε δύο αμα ἀρχὰς μήτε τὴν αὐτὴν δὶς ἐντὸς δέκα αρχειν ἐτῶν. Λατῖνοι δὲ καίπερ ενσπονδοι τοῖς ̔Ρωμαίοις οντες ἀπέστησαν καὶ πόλεμον ηραντο, ἐν φρονήματι γεγονότες οτι τε νεότητι ηκμαζον καὶ τὰ πολεμικὰ ἐκ τῆς ἀεὶ σὺν αὐτοῖς στρατείας ἀκριβῶς ησκηντο. οἱ δὲ τοῦτο γνόντες ἐξῆλθον, υπατον τόν τε Τουρκουάτον τὸ τρίτον ἑλόμενοι καὶ τὸν ∆έκιον, καὶ ἐμαχέσαντο αὐτοῖς κραταιὰν μάχην, κρίσιν τὴν ἡμέραν ἐκείνην ἑκάτεροι νομίζοντες ἀκριβῆ τῆς σφετέρας τύχης τε καὶ τῆς ἀρετῆς. εδοξε δὲ περιφανεστέρα ἡ μάχη καὶ διά τι συμβεβηκός. τοὺς γὰρ Λατίνους οἱ υπατοι καὶ ὁμοσκεύους καὶ ὁμοφώνους τοῖς ̔Ρωμαίοις ὁρῶντες ἐφοβήθησαν μὴ τῶν στρατιωτῶν τινες σφαλῶσι, τό 2.165 τε οἰκεῖον καὶ τὸ πολέμιον μὴ ῥᾷστα διαγινώσκοντες. καὶ διὰ τοῦτο προεῖπον σφίσι τά τε αλλα παρατηρεῖν ἀκριβῶς, καὶ καθ' ἑαυτὸν μηδένα μηδενὶ τῶν ἐναντίων συμβαλεῖν. τοῦτο δὴ τὸ παράγγελμα οἱ μὲν ἐτήρησαν, ὁ δὲ Τουρκουάτου παῖς, στρατευόμενος ἐν τοῖς ἱππεῦσι, καὶ πεμφθεὶς πρὸς κατασκοπὴν τῶν ἐναντίων, παρεῖδεν οὐκ αὐθαδείᾳ, ἀλλὰ μέντοι φιλοτιμίᾳ. ἐπεὶ γὰρ ὁ ιππαρχος τῶν Λατίνων ἰδὼν αὐτὸν προσιόντα πρὸς μονομαχίαν προεκαλέσατο, καὶ μὴ δεξάμενον ταύτην διὰ τὴν πρόρρησιν, παρώξυνεν εἰπών "οὐ σὺ μέντοι Τουρκουάτου υἱὸς ει; οὐ