259
πλῆτο ῥόος κελάδων. βαρυτονητέον τὴν μετοχὴν, κελάδοντος γὰρ ἡ μετοχὴ γενική· καὶ ἡ αἰτιατικὴ κελάδοντα, οὐ κελαδοῦντα. Κελαινεφήσ. μελανός. εστι φῶ, τὸ φαίνω, καὶ τὸ κελαίνειν, γίνεται κελαινοφὴς, καὶ τροπῇ κελαινεφής. *ἀπὸ γὰρ τοῦ ∆ιὸς γέγονε καὶ τοῦ νέφους κελαινενοφής.* Κεκραγμόσ. ἡ βοή. κεκραγμὸν γάρ τινα σκαιὸν ὁ χοῖρος ἠρτημένος ἠφίει. kappa.1183 Κέπφοσ. ειδος ὀρνέου κούφου. καὶ κεπφωθεὶς ἀντὶ τοῦ ἐπαρθείς. †Κέπφοσ. ὁ λάρος.† Κενεῶνα. τὸν περὶ τὸν λαγόνα τόπον. Κεντυρίων. ἑκατόνταρχος. ητοι ταγματάρχης ἑκατοντάδος. κέντυ γὰρ παρὰ ̔Ρωμαίοις τὰ ἑκατόν. Κενόσ. ὁ μάταιος. ὁ κοῦφος. καὶ κενήριον τὸ κενοτάφιον. Κεῖνοσ. ἀντὶ τοῦ ἐκεῖνος. οὐκ εστιν ἐνταῦθα σχηματισμός· εστι γὰρ εἰπεῖν, τὸ ˉε φωνῆεν πέφυκε πλεονάζειν, οιον ηνδανεν, ἑήνδανεν, ωρων, ἑώρων. Κέρα ἀγλαέ. λαμπρὲ τὴν τρίχα. κεραγλαέ. Κεραυνόσ. ἀστραπὴ σφοδρὰ, κατιοῦσα ἐπὶ γῆν καὶ τὰ περιτυχόντα φλογίζουσα. Κερασβόλοσ. ὁ τοῖς κέρασι βάλλων. kappa.1184 Κερδαλέοσ. ποικίλος, πανοῦργος. κερδὼ γὰρ ἡ ἀλώπηξ, ο ἐστι ζῶον πανοῦργον. κερδαλεόφρων, ὁ ἀπατεὼν, πανοῦργος. ὁ διόλου πείθων. Κέρβεροσ. ονομα κυνὸς, ος μυθεύεται ειναι ἐν τῷ ᾳδῃ, ὑπάρχειν δὲ καὶ τρικάρηνος ηγουν τρικέφαλος. Κερουλκοί. οἱ τοὺς βόας ελκοντες τοῖς κέρασι. καὶ κερουλκούς τινας ειδον ανδρας ἐγώ. Κεστόσ. ὁ κεντητὸς λῶρος, η τὸ τῆς ̓Αφροδίτης ενδυμα. καταχρηστικῶς δὲ καὶ πάντα τὰ τῶν γυναικῶν φαντασιώδη ἐνδύματα. Κεχὼς καὶ Κεχρέασ. ὀνόματα κύρια. Κελεόσ. ορνεον ταχύτατον. ἀφ' ου καὶ τὸ κέλλειν, ο ἐστι ταχέως βαδίζειν. καὶ τὸν ἱστόποδα κελεὸν λέγει ἀστεϊζόμενος. Κενεών. ἡ λαπάρα. παρὰ τὸ κενεὸν ειναι ὀστέων. kappa.1185 Κέλησ. ὁ μονάμπυξ ιππος καὶ δρομικός· ἐφ' ου κάθηταί τις διεσκελισμένος. ουτως ̓Επαφρόδιτος. ὁ δὲ ̓Ωρίων λέγει, οτι παρὰ τὸ κέλλειν, τὸ τρέχειν. οθεν κέλευθος, ἡ ὁδός. παρ' αὐτὸ γὰρ τὸ ἐξώκειλε φαμὲν, ο ἐστιν ἐξέβαλεν, ἐξέῤῥιψε. Κελτοί. εθνος. ἀπὸ Κελτοῦ, υἱοῦ ̔Ηρακλέος. Κενόσ. ὁ μάταιος, ὁ κοῦφος. οιμαι, οτι παρὰ τὸ καίω κανὸς, καὶ κενὸς, ὁ κεκαυμένος καὶ σποδὸς ων. η οτι τὰ κεκαυμένα κοῦφα καὶ ἐλαφρὰ γίνεται. Κεραβάτησ. ὁ τὰ ἀκρωτήρια τῶν ὀρέων, τουτέστι τὰς κορυφὰς βαίνων, οἱονεὶ ὀρειβάτης. κέρατα γὰρ καλοῦσι πάντα τὰ ακρα, ὡς φησὶ Πίνδαρος· ὑψικέραντα πέτραν. ο ἐστι τὸ ὑψηλὸν ἀκρωτήριον. Κεραμικόσ. ἀπὸ τοῦ κεραμεὺς, κεραμέως, κεραμεικὸς καὶ κεραμικός. καὶ κέραμος. παρὰ τὴν εραν εραμος, καὶ πλεονασμῷ τοῦ κ, κέραμος. οἱ δὲ παρὰ τὸ κεκαῦθαι τῇ ερᾳ. Κεραοξόοσ. ὁ κερατουργὸς, ὁ κερατογλύφης. kappa.1186 †Κέρβεροσ. κύων τρικέφαλος, ὁ ἐν τοῖς τρισὶ στοιχείοις, υδατι, γῇ, ἀέρι, πονηρὸς δαίμων.† Κερδαλέοσ. κερδαλέος κ' ειη καὶ ἐπίκλοπος, ος σε παρέλθοι- ἀντὶ τοῦ συνετὸς καὶ παραλογιστικὸς, ος αν σε νικήσῃ. τὰς γὰρ ἐντρεχείας κέρδη ἐκάλουν. παρὰ τὸ ἡδύνειν τὸ κέαρ, ο ἐστι τὴν ψυχὴν διὰ λόγων κλέπτειν. καὶ κερδαλεόφρων ὁ κερδαίνειν φρονῶν. παρὰ τὴν φρένα καὶ τὸ κερδαλέον. Κέρδιστον τὸν συνετόν φησιν. Κέρκουροσ. τὸ μακρὰν πρύμναν εχον σκάφος. Κέρκωπεσ. διὰ τὸ κερδαλέον αὐτῶν καὶ πανοῦργον. η ἀπὸ τῆς μητρὸς Κερκώπης. η κέρκωπες οἱ ἀπατεῶνες. ἀπὸ τῶν κυνῶν ἡ μεταφορὰ, οι ταῖς οψεσι καὶ τῇ κέρκῳ δάκνουσι σαίνοντες. ουτως Ωρος ὁ Μιλήσιος. Κερόεισ. παρὰ τὸ κέρα γέγονε κερατόεις καὶ συγκοπῇ τοῦ ατ κερόεις. ἐξ ου τὸ θηλυκὸν κερατόεσσα. καὶ συγκριτικὸν κερόεσσα. καὶ γράφεται κεροῦσα. οιον· νόμος δέ τι κεροῦσα. kappa.1187 Κεστόσ. ὁ κεντητὸς λῶρος. παρὰ τὸ κάζω, τὸ κοσμῶ, γίνεται ῥηματικὸν ονομα καστός. καὶ κεστὸς ὁ κεκοσμημένος. η παρὰ τὸ κέντω ονομα Βαρύτονον. ενθεν καὶ κέντορες ιππων. ὁ μέλλων κένσω. κένσαι ὁμοκλήσας. γίνεται ονομα ῥηματικὸν κενστὸς καὶ κεστός· ὡς κλαύσω, κλαυσμὸς καὶ κλαυθμός. ἐξ ου καὶ πολύκεστος ἱμὰς ὁ πολυκέντητος. Κευθμόσ. σκότος, κρύψις. ἐκ τοῦ κεύθω, τὸ κρύπτω, κευσμὸς καὶ αἰολικῶς κευθμὸς, ὡς κλαύσω, κλαυσμὸς καὶ κλαυθμὸς, καὶ μηνισμὸς, μηνιθμός. ἐκ δὲ τοῦ κευθμὸς γίνεται κευθμών. Γαίης ἐν κευθμῶνι, κακῷ δ' ἐτέρπετο εργῳ. Κεραυνόσ. ἡ μεταφορὰ ἀπὸ