1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

 298

 299

 300

 301

 302

 303

 304

 305

 306

 307

 308

259

Ἐν ἐμοὶ, φησὶ, ἁγιασθήτω τὸ ἐπικληθὲν ὄνομα τῆς σῆς δεσποτείας, ὅπως ἴδωσιν ἄνθρωποι τὰ καλὰ ἔργα, καὶ δοξάσωσι τὸν Πατέρα τὸν ἐν τοῖς οὐρανοῖς. Βίος λόγου δυνατώτερος, καὶ τρόπος ῥημάτων, καὶ ἡ διὰ τῶν ἔργων ἐπίδειξις, τῆς διὰ τῶν λόγων διδασκαλίας· οὐ τὰ θαύματα μόνον ἐπὶ τῶν ἀποστόλων ἐπεσπᾶτο τοὺς πιστεύοντας, ἀλλὰ πρὸ τῶν θαυμάτων ὁ βίος. Ἡμεῖς νοητὴν καὶ πνευματικὴν ἀποπληροῦντες λατρείαν, προστετάγμεθα προσκομίζειν εἰς ὀσμὴν εὐωδίας πάντα τρόπον ἐπιεικείας, πίστιν, ἐλπίδα, ἀγάπην, δικαιοσύνην, ἐγκράτειαν, τὸ εὐπειθὲς, καὶ εὐήνιον, ἀκαταλήκτους δοξολογίας, καὶ τὰς ἑτέρας τῶν ἀρετῶν. Ἀϋλοτάτη γὰρ αὕτη θυσία, τῷ ἀΰλῳ καὶ καθαρῷ πρέπουσα Θεῷ, καὶ νοητῆς εὐκοσμίας ἀναθέματα, τῆς ἀληθοῦς εὐζωΐας οἱ τρόποι. Καθόλου ὁ Χριστιανὸς ἐρημίας, καὶ ἡσυχίας, καὶ γαλήνης, καὶ εἰρήνης οἰκεῖός ἐστιν. Οὐ μόνον εὐτελῆ δίαιταν, ἀλλὰ καὶ λόγον ἀσκητέον τῷ τὸν ἀληθῆ βίον ἐπανῃρημένῳ. Τὸ ὑποτάσσεσθαι κρείττοσιν ὠφέλιμον.

ΤΙΤΛ. ΙΗʹ. -Περὶ πολιτείας ψεκτῆς, ἀνηκόων καὶ ἀνυποτάκτων πανουργῶν,

καὶ τῶν ἀποβλητὸν ἦθος ἐχόντων. «Ἐὰν πορεύησθε πρός με πλάγιοι, πορεύσομαι κἀγὼ μεθ' ὑμῶν θυμῷ

πλαγίῳ, καὶ πατάξω ὑμᾶς ἀντὶ τῶν ἁμαρτιῶν ὑμῶν.» «∆ιαλλάσσων βουλὰς πανουργῶν, καὶ οὐ μὴ ποιήσωσιν αἱ χεῖρες αὐτῶν ἀληθές.» «Ἐξολοθρεύσει Κύριος πάντα τὰ χείλη τὰ δόλια.» «Τὸ στόμα σου ἐπλεόνασε κακίας, καὶ ἡ γλῶσσά σου περιέπλεκε δόλους.» «Ἄνδρες αἱμάτων καὶ δολιότητος οὐ μὴ ἡμιεύσωσιν.» «Κύριε, ῥῦσαι τὴν ψυχήν μου ἀπὸ χειλέων ἀδίκων, καὶ ἀπὸ γλώσσης δολίας. «Ἀπὸ ἀνδρὸς ἀδίκου καὶ δολίου ῥῦσαί με.» 96.281 «∆ιεστραμμένη καρδία τεκταίνεται κακά· ἐν παντὶ καιρῷ ὁ τοιοῦτος ταραχὰς συνίστησι πόλει. ∆ιὰ τοῦτο ἐξαπίνης ἔρχεται ἀπώλεια αὐτοῦ, ὅτι χαίρει πᾶσιν οἷς μισεῖ ὁ Θεός.» «Βδέλυγμα Κυρίῳ διεστραμμέναι ὁδοί.» «Ἐπειδὴ οὐκ ἤθελον ἐμαῖς προσέχειν βουλαῖς, ἐμυκτήρισαν δὲ ἐμοὺς ἐλέγχους· τοιγαροῦν ἔδονται τῆς ἑαυτῶν ὁδοῦ τοὺς καρποὺς, καὶ τῆς ἑαυτῶν ἐπιθυμίας πλησθήσονται.» «Ἀνὴρ ἄφρων καὶ παράνομος πορεύεται ὁδοὺς σκολιὰς, ὁ δ' αὐτὸς ἐννεύει ὀφθαλμοῖς, σημαίνει δὲ ποδὶ, διδάσκει δὲ ἐν νεύμασι δακτύλων.» «Κυβερνῶσιν ἀσεβεῖς δόλους· λόγοι ἀσεβῶν δόλιοι. Οὐκ ἐπιτεύξεται δόλιος θήρας.» «Ψυχαὶ δολίων πλανῶνται ἐν ἁμαρτίαις, καὶ υἱῷ δολίῳ οὐδὲν ἔσται ἀγαθόν.» «Ὁ σκολιὸς ἐπὶ τῷ ἑαυτοῦ στόματι φορεῖ τὴν ἀπώλειαν αὐτοῦ. Ἀνὴρ σκολιὸς διαπέμπεται κακὰ, καὶ διαχωρίζει φίλους.» «Πρὸς τοὺς σκολιοὺς σκολιὰς ὁδοὺς ἀποστελεῖ ὁ Θεός.» «Τρίβολοι καὶ παγίδες ἐν ὁδοῖς σκολιαῖς, ὁ δὲ φυλάττων τὴν ἑαυτοῦ ψυχὴν, ἀφέξεται ἀπ' αὐτῶν.» «Σκολιαῖς ὁδοῖς ὁ πορευόμενος, ἐμπλακήσεται.» «Ἐγγίζει μοι ὁ λαὸς οὗτος τῷ στόματι αὐτῶν, καὶ τοῖς χείλεσιν αὐτῶν τιμῶσί με· ἡ δὲ καρδία αὐτῶν πόῤῥω ἀπέχει ἀπ' ἐμοῦ.» «Τῷ λαῷ τούτῳ ἐγενήθη καρδία ἀνήκοος καὶ ἀπειθής.» «Τάδε λέγει Κύριος· Ὁ ἀκούων μου, ἀκουέτω, καὶ ὁ ἀπειθῶν, ἀπειθείτω, διότι οἶκος καταπικραίνων ἐστίν.» «Καὶ ἔσῃ αὐτοῖς ὡς φωνὴ ψαλτηρίου ἡδυφώνου, εὐαρμόστου. Ἀκούσονται τὰ ῥήματα, καὶ οὐ μὴ ὑπακούσωσιν αὐτοῖς.» «Σκολιοὶ λογισμοὶ χωρίζουσιν ἀπὸ Θεοῦ. Εἰς κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία. Ἅγιον γὰρ πνεῦμα σοφίας φεύξεται δόλον.» Τὸ δολερὸν, καὶ ὕποπτον, καὶ ἄπιστον, καὶ κακόηθες, καὶ ἐπίβουλον, καὶ θρασὺ, τῆς κακῆς καὶ ἀποβλήτου ἐστὶ πολιτείας βλάστημα. Μηδαμῶς οὖν ἐπεισαγάγωμεν ἑαυτοῖς κακὸν τοσοῦτον, ἀῤῥωστίαν ψυχαῖς ἐμποιοῦν, σκότωσιν λογισμῶν, ἀπὸ Θεοῦ ἀλλοτρίωσιν, οἰκειότητος ἄγνοιαν, ἀρχὴν πολέμου, συμφορῶν πλήρωμα, δαίμονα πονηρὸν αὐταῖς ἡμῶν ψυχαῖς ἐντικτόμενον, καὶ ὥσπερ τινὰ ἔνοικον