θυμόν μου, χαίροντες ἅμα καὶ παίζοντες· ἡγιασμένοι εἰσί, κἀγὼ ἄγω αὐτούς," ἀλλὰ καὶ τούτοις ἐπεντείνει σφοδροτέρας πληγὰς καὶ τῶν κακῶν μαστίζει τοῖς χείροσι, χάριν εἰδὼς οὐδαμῶς, εἰ χρῆται τούτοις ὀργάνοις εἰς ὄλεθρον πόλεων καὶ κακοῖς ἐπιδημίοις καὶ δημίοις ἀνθρώπων ἀνοικτίρμοσιν, εἴτε μὴν ὡς νοσηλεῖαι καὶ φάρμακα συναίρονταί οἱ ἐν πλείστοις ὡς ψυχῶν ἰατρῷ, οἷς καὶ φύσις τοιάδε τις ἐμφαίνεται τοῖς ἐπιστήσασι πρόδηλος. αἱ μὲν γὰρ ἢ τοῦ κάμνοντος ἀναρρωσθέντος ἐκμαρανθεῖσαι τοῦ δρᾶν ἔληξαν ἢ τῷ πάσχοντι συνδιόλλυνται· τὰ δ' ἀκεσίνοσα φάρμακα τὸ καχεκτοῦν ἰασάμενα ταῖς τῶν ὑλῶν ἀτιμοτέραις συμπρόεισιν ἀχρειούμενα. Χρῆναι τοίνυν φημὶ μὴ βιβλίον ἀποστασίου πρὸς θεοῦ δεδομένον ἡμῖν ἢ γοῦν τῶν ἀγριελαίων βαρβάρων ἐγκέντρισιν εἰς τὴν καθ' ἡμᾶς καλλιέλαιον τὰ ἐπιόντα οἴεσθαι δεινά, ἀλλὰ παιδείαν μικράν, ὁποίαν ἴσησιν ἐπάγειν θεός, ἀνιεὶς τοῦ ἄγαν μηδ' ἐνδιδοὺς τὰ πάντα τοῖς πειρασταῖς, ἀλλὰ καὶ τῶν πειραζομένων φειδόμενος, καὶ μάλιστα εἰ τὸ αλεχ5.582 μὲν δρῶν, κόρον οὐκ εἰδὸς ἀνοσιουργίας, καὶ αὐτοῦ κατεπαίρεται δι' ἀσέβειαν, παρ' οὗ τὴν ἰσχὺν εἰλήφει τοῦ μαστιγοῦν, ὡς μὲν Ναβουζαρδὰν ἀρχιμάγειρος τὴν τοῦ θεοῦ πόλιν παραπέμπον πυρὶ καὶ τὰ λειτουργικὰ σκεύη προνομεῦον, ὡς δὲ Βαλτάσαρ τρυφῶν ἐν αὐτοῖς θυσιαστήριά τε καθυβρίζον καὶ τὰ θεῖα μυστήρια ἐξορχούμενον, τὸ δὲ πάσχον ἑαυτοῦ γινόμενον ἐν πρωτολογίαις κατήγορον παρήγορον τὸν παίσαντα θεὸν θερμότερον ἐπικέκληται. Οὐκοῦν φιλανθρωπίαν ἐκδεχομένους θεοῦ δέον ᾄδειν μετὰ ∆αυὶδ "μνήσθητι ἡμῶν, Κύριε, ἐν τῇ εὐδοκίᾳ τοῦ λαοῦ σου· ἐπίσκεψαι ἡμᾶς ἐν τῷ σωτηρίῳ σου τοῦ ἰδεῖν ἐν τῇ χρηστότητι τῶν ἐκλεκτῶν σου, τοῦ εὐφρανθῆναι ἐν τῇ εὐφροσύνῃ τοῦ ἔθνους σου, τοῦ ἐπαινεῖσθαι μετὰ τῆς κληρονομίας σου," εὖ εἰδότας ὡς ἀσεβῶν μὲν ἡ ἐς τέλος παρόρασίς τε καὶ ἡ μαστίγωσις, τῶν δ' ἠλπικότων ἐπὶ Κύριον τῇ παιδείᾳ σύνδρομος ἡ ἐπανάκλησίς τε καὶ ἡ παράκλησις. ηαλοσις,πτ1.583 ΤΟΥ ΑΥΤΟΥ ΧΩΝΙΑΤΟΥ ΤΑ ΜΕΤΑ ΤΗΝ ΑΛΩΣΙΝ ΤΗΣ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΣΥΜΒΑΝΤΑ ΤΟΙΣ ΡΩΜΑΙΟΙΣ Σόλων, ὁ τῶν Ἀθηναίων τὰ κράτιστα, ὑποτυφομένην ὁρῶν τὴν Πεισιστράτειον νεωτέρισιν πολλάκις μὲν διειλέχθη τοῖς Ἀθηναίοις πειρώμενος κατασβέσαι τὴν τυραννίδα, εὖ μάλα εἰδὼς εὐμαρέστερον τὸ τὴν ἀρχὴν συνιστάμενον παῦσαι κακὸν καὶ κωλῦσαι πῆξιν ἄρτι δεχόμενον ἢ γοῦν προβὰν ἤδη καὶ κρατυνθὲν ἐκκόψαι καὶ ἀνελεῖν· οὐδενὸς δ' αὐτῷ προσέχοντος, μηδὲ πείθειν δυνάμενος, μετὰ χεῖρας ὅπλα λαβὼν πρὸς ταῖς εἰσόδοις αὐτὰ κατέθετο, εἴ πως ἐκκαλέσαιτο οὕτω καὶ παροξυνεῖ τοῦ δήμου τινὰς πρὸς ζῆλον τὸν ὅμοιον. ὡς δ' οὐκ ἐξηρέθιστό τις πρὸς ταῦτα, οὔτε μὴν συνεπωτρύνετό οἱ πρὸς τὴν τοῦ τυράννου καθαίρεσιν, λέγεται εἰπεῖν "ἔγωγε, ὡς εἶχον, τῇ πατρίδι ἐπήμυνα," καὶ τὸ λοιπὸν ἡσυχίαν ἄγειν καὶ γράφειν ποιήματα καὶ διατωθάζειν Ἀθη ηαλοσις,πτ1.584 ναίους ἐς ἀβουλίαν, ὧν ἔνια μὴ παρασυρέντα τῷ χρόνου ῥεύματι οὑτωσί πως ξυντέθεινται· εἰ δὲ πεπόνθατε λυγρὰ δι' ὑμετέραν κακότητα, μή τι θεοῖς μῆνιν τούτων ἐμφέρετε· αὐτοὶ γὰρ ταῦτ' ηὐξήσατ' ἐρύματα δόντες, καὶ διὰ ταῦτα κακὴν ἔσχετε δουλοσύνην. Εἰ γοῦν λέγων καὶ πράττων ὁ Σόλων πρὸς πειθήνιον λόγοις ὁμήγυριν ἠλέγχετο μάτην ἀμφότερα μετιών, Σόλων ἐκεῖνος ὁ Κοδρίδης μὲν τὸ γένος, τῷ δὲ τῆς σοφίας περιόντι μικροῦ πᾶσαν τὴν τετράκλιμον διελθών, ὁποῖον ἄν τις τῶν καθ' ἡμᾶς εἰσενηνοχὼς τοῖς κοινοῖς ἐπήρκεσεν ἂν πράγμασιν, ὧν οἱ μὲν βασιλεῖς ἐν ῥᾳθυμίᾳ τραφέντες ἦσαν ἐξ ἀρχῆς καὶ ῥέγκοντες ἡδύτερον Ἐνδυμίωνος καὶ τὰ δεῖπνα πρωϊαίτερον προσιέμενοι καὶ τοσοῦτον τῆς τῶν πραγμάτων εὐκαιρίας ἐκδιιστάμενοι, οἷα καὶ φαύλως ἐν τοῖς ὅλοις ἠγμένοι, ὡς ἐν χειμῶνι μὲν τὰ ἄνθη ἐπιζητεῖν, ἔαρος δὲ ποθεῖν ὀπωρίζεσθαι, τὸ δὲ πολίτευμα ἐμπορικόν τε καὶ κάπηλον τὸ φρονεῖν καὶ μὴ μόνον οὐχὶ σάλπιγξι τοῦ λέχους ἐξανιστάμενον, ἀλλ' οὐδ' ᾠδαῖς ὀρνίθων διυπνιζόμενον, οἷα καθεῦδον νήγρετον καὶ μὴ ἐγνωκός ποτε πόλεμον. Τὸ δέ γε συντιθέναι ποιήματα καὶ τῶν διαμαρτόντων καθάπτεσθαι ἦν μὲν καὶ τοῦ μεγαλείου Σόλωνος, ἦν δ', ὡς ἔοικε, καὶ