259
δὲ ὅτι οὐ συμπερι ορίζεται τὸ εἶναι τοῦ Θεοῦ τῷ γήρει τῶν ἀνθρώπων. 80.1769 Εἰ γὰρ περὶ οὐρανοῦ καὶ γῆς φησιν ὁ προφήτης, "Αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις·" καὶ πάλιν· "Σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι·" πολλῷ μᾶλλον, ἀνθρώπων καὶ γηρώντων καὶ τελευ τώντων, διαμένει τῶν ὅλων ὁ ∆εσπότης. Τοῦτο ἔοικε τῷ ἀποστολικῷ ἐκείνῳ ῥητῷ· "∆εῖ γὰρ αὐτὸν βασιλεύειν, ἄχρις οὗ ἂν θῇ πάντας τοὺς ἐχθροὺς αὑτοῦ ὑπὸ τοὺς πόδας αὐτοῦ." Οὐδὲ γὰρ ἐνταῦθα τὸ ἄχρις οὗ χρόνου δηλωτικόν· ποῖον γὰρ ἂν ἔχοι λόγον, ἔτι μέν τινων ἀντιλεγόντων βασιλεύειν αὐτὸν, μετὰ δὲ τὴν ἁπάντων ὑποταγὴν ἀφαιρεῖσθαι τὴν βασιλείαν; Καὶ μὲν ∆ανιὴλ ὁ προφήτης, μετὰ τὴν τῶν θηρίων ἀναίρεσιν, αὐτὸν ἔφη βασιλεύειν εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ μὴ ἔσεσθαι τέλος. Πῶς δὲ καὶ οἱ ἅγιοι συμβασιλεύουσιν, ἢ τίνι συμβασιλεύουσι, τοῦ τὴν βασιλείαν ὑποσχομένου ἀποτιθεμένου τὴν βασιλείαν; Οὐκ οὖν τὸ ἕως οὗ χρόνου δηλωτικὸν, ἀλλὰ κατὰ ἰδίωμα τῆς θείας κεῖται Γραφῆς. βʹ. "Ῥάβδον δυνάμεως ἐξαποστελεῖ σοι Κύριος ἐκ Σιών." Ἡ μὲν ἐξ Ἰεσσαὶ ῥάβδος ἐκ Βηθλεέμ· "Ἐξελεύσεται γὰρ, φησὶ, ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται, καὶ ἐπαναπαύσεται ἐπ' αὐτὸν Πνεῦμα Θεοῦ." Καὶ τὰ ἑξῆς δὲ τοῦ σωτηρίου σταυροῦ τῆς ῥάβδου τὸ κράτος δηλοῖ. ∆ι' ἐκείνου γὰρ πᾶσαν ὑπέταξε τῶν ἀντιπάλων τὴν φάλαγγα· ἐν δὲ τῇ Σιὼν οὗτος ἐπάγη. "Καὶ κατακυρίευε ἐν μέσῳ τῶν ἐχθρῶν σου." Οὐ γὰρ ἐξ οὐρίων ἐφέροντο τῶν θείων Εὐαγ γελίων οἱ κήρυκες, ἀλλ' ὑπὸ Ἑλλήνων καὶ βαρβά ρων πολιορκούμενοι, καὶ τοῖς τῆς δυσσεβείας περικλυζόμενοι ῥεύμασιν, ἐκράτουν τῶν δυσμενῶν, καὶ τοὺς πλείστους μετέβαλλον, καὶ οἷόν τινας αἰχ μαλώτους προσῆγον τῷ βασιλεῖ, καὶ τούτου δουλείαν ἀσπάζεσθαι παρεσκεύαζον. γʹ. "Μετὰ σοῦ ἡ ἀρχὴ ἐν τῇ ἡμέρᾳ τῆς δυνά μεώς σου, ἐν ταῖς λαμπρότησι τῶν ἁγίων σου." Ἀνώλεθρον ἔχεις τὸ κράτος· διαφερόντως δὲ τοῦτο δεικνύσεις ἐν τῇ τῆς κρίσεως ἡμέρᾳ, καθ' ἣν λαμπροὺς καὶ περιφανεῖς τοὺς ἁγίους ἀποφανεῖς. Ἡμέραν γὰρ δυνάμεως τὴν δευτέραν τοῦ Σωτῆρος ἐκάλεσεν ἐπιφάνειαν, καθ' ἣν ἥξει μετὰ τῶν ἀγγέ λων ἐν τῇ δόξῃ τοῦ Πατρός. Τότε δὲ καὶ οἱ ἅγιοι ἐκλάμψουσιν ὡς ὁ ἥλιος, κατὰ τὴν αὐτοῦ τοῦ Κυρίου φωνήν. "Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε." 80.1772 Ἐνταῦθα καὶ τῆς θεότητος αὑτοῦ τὸ μεγαλοπρεπὲς ἀπεκάλυψε. Καὶ ὁ εἰρηκὼς αὐτῷ Κύριος· "Κάθου ἐκ δεξιῶν μου," τὸ ὁμοούσιον ὁμολογεῖ, καὶ τὸ ταυ τὸν κηρύττει τῆς φύσεως. Τὸ μὲν γάρ· "Πρὸ ἑωσφό ρου," τὸ πρὸ χρόνων αὐτὸν καὶ πρὸ αἰώνων εἶναι δηλοῖ. Τὸ δέ· "Ἐκ γαστρὸς," τὸ ταυτὸν τῆς οὐσίας διδάσκει. Οὐ γὰρ ἑτέρωθεν, φησὶν, ἀλλ' ἐκ τῆς ἐμῆς γεγένησαι φύσεως· τῆς γαστρὸς δηλονότι παραβολικῶς νοουμένης. Καθάπερ γὰρ ἐκ γαστρὸς τίκτουσιν ἄνθρωποι, καὶ τὰ τικτόμενα τοῖς γεννή σασι τὴν αὐτὴν ἔχει φύσιν· οὕτως ἐξ ἐμοῦ γεγένη σαι, καὶ τοῦ γεγεννηκότος ἐν σεαυτῷ τὴν οὐσίαν δεικνύεις. δʹ. "Ὤμοσε Κύριος, καὶ οὐ μεταμεληθήσεται. Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ." Ἀκριβῶς ταῦτα ἡρμήνευσεν ὁ θεῖος Ἀπόστολος ἐν τῇ πρὸς Ἑβραίους Ἐπιστολῇ, καὶ τὸ τῆς ἀρχιερωσύνης ταύτης ἀπέραντον ἔδειξε, τῷ τὴν μὲν Λευϊ τικὴν ἱερωσύνην οὐ μεθ' ὅρκου τὰς ἐπαγγελίας δεδέχθαι, ταύτην δὲ ὅρκῳ βεβαιωθῆναι. Τούτου δὴ χάριν καὶ τὸ "οὐ μεταμεληθήσεται" προστέθεικεν· ἐπειδὴ πολλὰ πολλάκις οἰκονομήσας ὁ τῶν ὅλων Θεὸς, μεταβολαῖς ταῦτα περιπεσεῖν συνεχώρησεν. Οὕτω τὴν Ἰουδαίων ἱερωσύνην καὶ πεποίηκε, καὶ κατ έπαυσεν. Οὕτω τὴν βασιλείαν ἐκείνην καὶ κατέστησε, καὶ κατέλυσεν· οὕτω τὴν Ἀσσυρίων, καὶ Βαβυλωνίων, καὶ Μακεδόνων βασιλείαν καὶ γενέσθαι συνεχώρησε, καὶ λυθῆναι προσέταξε. Ταύτην μέντοι τὴν ἱερωσύνην αἰώνιον εἶναι βουλόμενος, ὠμωμοκέναι φησὶν, ὡς οὐ μεταμεληθήσεται. Ἀνθρωπίνως δὲ ταῦτα εἴρηκε· τοῦ πάθους γὰρ τὸ Θεῖον ἀμύητον, πάθος δὲ καὶ ἡ μεταμέλεια. Ὁ δὲ Μελχισεδὲκ, οὐκ Ἰουδαίων, ἀλλ' ἐθνῶν ἱερεύς. Οὕτω καὶ ὁ ∆εσπότης Χριστὸς, οὐχ ὑπὲρ Ἰουδαίων μόνον, ἀλλὰ καὶ ὑπὲρ ἁπάντων ἀν θρώπων ἑαυτὸν προσενήνοχε τῷ Θεῷ. Ἄρχεται δὲ τῆς ἱερωσύνης ἐν τῇ νυκτὶ, μεθ'