259
κυβερνήτην τῇ ἑαυτοῦ ἐκκλησίᾳ ἐδωρήσατο, ἄσειστον, ἀκράδαν τον, λόγον ζωῆς ἐπέχοντα, φῶς ὁμολογίας τῇ ὑφηλίῳ πυρσεύοντα. εἰ δὲ ὅτι ὁ χειμὼν οὐ τί που παρῆλθεν, εἰ καί τις μικρὰ αἰθρία ὑπήστραψεν, οὐκ ἀθυμητέον, ὦ τρισμακάριστε· δυνατὸς γὰρ ὁ δοὺς τὸ βραχὺ τῆς εἰρήνης ἐμπύρευμα Κύριος, ταῖς θεοκλινέσι σου καμπτόμενος προσευχαῖς, καὶ τὸ ὅλον τῆς ὀρθοδοξίας ἀναπετάσαι ἔαρ καὶ τότε δῆλον ὅτι, ὁπότε καὶ τὸ τῆς ὀργῆς νέφος ἀμειφθείη τέλεον καὶ ὁ πόθος τῶν θεοφιλῶν δοκιμασθείη λαμπρότερον. Ταῦτά μοι νῦν τετόλμηται ὥσπερ τι κυνίδιον γρύξαι τῷ χρηστῷ μου ὡς ἀληθῶς ἀρχιποίμενι, εἰληφότι καὶ τὸ προσκυνητὸν ἐγχειρίδιον μεθ' ὑπερβαλλούσης ἀγαλλιάσεως. 424 {1Ἰωάννῃ λογοθέτῃ}1 Ἤνοιξεν ὁ καιρὸς θύραν παρρησίας φθέγξασθαι ἡμᾶς ἀγαθοῖς ἀνδράσιν ὁμοῦ τε καὶ φίλοις· τῶν δὲ τοιούτων τίς ἂν εἴη μείζων τῆς σῆς εὐσεβείας; ὅς γε δι' αὐτὸ τοῦτο τὸ εὐσεβεῖν σε οὐκ ὀλίγας ἀνέτλης θλίψεις τε καὶ κακώσεις παρὰ τοῦ καὶ θεῷ προσκρούσαντος καὶ κόσμον ὀλέσαντος ἐν ἀσεβείᾳ καὶ ἰσόρροπον τῆς ἀποστασίας τὴν ζωὴν ἀπορρήξαντος, οὐκ ἐν ἁγίῳ τόπῳ, κἂν μορμολύττῃ τὸ λεγόμενον (διότι οὐ ναὸς θεοῦ ἅγιος ὁ ὑφ' αἱρετικῶν βεβηλούμενος, ἀλλ' οἶκος κοινός, ὥς φησιν ὁ Μέγας Βασίλειος), τοῦ ἐφεστῶτος ἀγγέλου ἐν αὐτῷ ὡς ἐφ' ἑκάστης ἐκκλησίας ὑπεκστάντος διὰ τὴν ἀσέβειαν. διόπερ οὐδ' ἡ τελουμένη ἐν αὐτῷ θυσία θεῷ εὐπρόσδεκτος· καὶ ἄκουσον αὐτοῦ λέγοντος· ὁ ἀσεβὴς ὁ θύων μοι μόσχον ὡς ὁ ἀποκτένων κύνα. εἰ δὲ καὶ ὡς ἐπὶ ναοῦ λάβοις τεθνάναι τὸν ἀσεβῆ, ἁρμόσειεν καὶ οὗτος ὁ τρόπος· ἔδει γάρ, ἔδει τὸν κατὰ τῶν ναῶν τοῦ θεοῦ γενόμενον ἐν ναῷ ἰδεῖν τὰ κατ' αὐτοῦ γυμνούμενα ξίφη, ἔδει τὸν τὸ θεῖον θυσιαστήριον ἀφανίσαντα ἐν θυσιαστηρίῳ ἐξαφανισθῆναι, κατὰ τῆς ἐκταθείσης ἐφ' ὕβρει Χριστοῦ χειρὸς τομὴν ἐπαχθῆναι, κατὰ τῆς κινηθείσης κεφαλῆς ὀλεθρίως ξίφος διελάσαι, κατὰ τοῦ ὤμου τοῦ ἐπ' αἰκισμῷ τῶν εὐσεβῶν ἐπαρθέντος καιρίαν ἐλθεῖν πληγήν, ἄτιμον ἀποπεμφθῆναι τῶν βασιλικῶν αὐλῶν τὸν ἀτιμάσαντα τὴν ἁγίαν Χριστοῦ εἰκόνα, τῆς Θεοτόκου καὶ οὑτινοσοῦν τῶν ἁγίων. Τί δήποτε οὕτως σοι, κύριέ μου, ἐξετραγῴδησα τοῦ ἐξαγίστου τὸν θάνατον; ὅτι ἀναγκαῖόν ἐστιν ἐντεῦθεν οὐ μόνον τὸν εὐσεβῆ βασιλέα ἐπιγνῶναι τὸ κατάλληλον τῇ ἀσεβείᾳ τοῦ ἀσεβοῦς ἀποτέλεσμα, ἀλλὰ καὶ πάντα ἄνθρωπον. καὶ ἄγαμαι λίαν πῶς ὁ ἀγαθὸς ἡμῶν δεσπότης γνοὺς τοῦτο οὐ θριαμβεύει τὴν τοῦ παλαμναίου δυσσέβειαν καὶ χαρίζεται ἑαυτῷ τε καὶ τῷ ὑπηκόῳ τὸ τῆς ὀρθοδοξίας ἐξίλασμα ὡς βασιλεὺς εἰρηναρχίας χριστομιμήτως. διὰ τοῦτο αἰτῶ, ἀντιβολῶ ὁ ταπεινὸς ἐπειχθῆναί σε τὸν εὐσεβέστατον, καθάπερ καὶ ἤκουσταί μοι ὅτι ἐκινήθης, δοῦναι ἑαυτὸν ὁλικῶς εἰς ἀνόρθωσιν τῆς πίστεως, ἐν ᾗ ἐστι τὸ σωτήριον τοῦ τε κράτους καὶ τοῦ ὑπηκόου παντός. 425 {1Παντολέοντι λογοθέτῃ}1 Ἄλλων μὲν ἡ ἀρετὴ ἐξ ἀκοῆς ἡμῖν διέγνωσται, σοῦ δὲ τοῦ ὑπερτίμου δεσπότου μου πρότερον δι' ὄψεως, νῦν δὲ ἐξ ἀκοῆς μέχρι τῆς ἐσχατιᾶς ἐν ᾗ ἐσμεν φθασάσης. τίς δὲ ὁ λόγος; ὅτι ἐπαρρησιάσατό σου τὸ πνευματοκίνητον στόμα λαλῆσαι σοφίαν θεοῦ, λόγους ἀληθείας ἐπ' ὠφελείᾳ καὶ σωτηρίᾳ τῆς τε οἰκείας ψυχῆς καὶ πάσης τῆς καθ' ἡμᾶς ἐκκλησίας. καὶ μακάριος εἶ καὶ εὐλογημένον τὸ ὄνομά σου καὶ σὲ αἰνέσαισαν πάντες οἱ ἀκούσαντες εὐσεβεῖς· καὶ στέφανος χαρίτων ἐπὶ τὴν τιμίαν σου κάραν καὶ κλοιὸν χρύσεον ἐπὶ τὸν ἱερόν σου τράχηλον, υἱὲ ὑπακοῆς, τέκνον φωτός, θρέμμα εὐσεβείας. τάδε λέγει Κύριος· ἄνοιξον τὸ στόμα σου καὶ πληρώσω αὐτὸ ἀνθ' ὧν ὑπήκουσας φωνῆς μου. ἐντολὴ γὰρ Κυρίου μὴ σιωπᾶν ἐν καιρῷ κινδυνευούσης πίστεως· λάλει γάρ, φησί, καὶ μὴ σιώπα· καί, ἐὰν ὑποστέλληται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ· καί, ἐὰν οὗτοι σιωπήσωσιν, οἱ λίθοι κεκράξονται. ὥστε, ὅτε περὶ πίστεως ὁ λόγος, οὐκ ἔστιν εἰπεῖν· "4ἐγὼ τίς εἰμι; ἱερεύς; ἀλλ' οὐδαμῶς· ἄρχων; καὶ οὐδ' οὕτως· στρατιώτης; καὶ ποῦ; γεωργός; καὶ οὐδ' αὐτὸ τοῦτο· πένης, μόνον τὴν ἐφήμερον τροφὴν ποριζόμενος· οὐδείς μοι λόγος καὶ φροντὶς περὶ τοῦ προκειμένου"5. οὐά, οἱ