Commentarius in Isaiam prophetam ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
{1ΛΟΓΟΣ Γʹ}1 9Λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς, καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν.9
διδασκάλων. Ἀλλὰ καὶ οὗτοι πεπαύσονται, φησὶ, καὶ ἅπας αὐτοῖς γενή- σεται λόγος περὶ Χριστοῦ. Ὅτι δὲ τῶν ἀρχαίων οὐκ ἀνέξονται διδασκάλων, διαμεμήνυκεν εἰπών· Καὶ οὐκ- έτι οὐ μὴ εἴπωσι τῷ μωρῷ ἄρχειν. Μωροὶ γὰρ ὁμο- λογουμένως οἱ παρ' Ἕλλησι σοφοί· μεμώραται γὰρ ἡ σοφία τοῦ κόσμου. Μωροὶ δὲ καὶ οἱ τῶν Ἰουδαίων καθηγηταὶ καὶ διδάσκαλοι, τὸ διὰ τῆς ἐν νόμῳ σκιᾶς γραφόμενον οὐκ ἐπεγνωκότες, καὶ τοὺς τῶν ἁγίων προφητῶν οὐ συνιέντες λόγους. Οὐκ ἐροῦσιν οὖν ἔτι τῷ μωρῷ ἄρχειν, ἀλλ' οὔτε μὴν οἱ τῶν μωρῶν ὑπ- ηρεταὶ τοῖς παρ' αὐτῶν διδασκομένοις ἐροῦσι τὸ, Σίγα. Λελαλήκασι μὲν γὰρ ἐν Βεελζεβοὺλ οἱ ἐν κόσμῳ σοφοὶ, καὶ δογμάτων σκαιῶν, καὶ ψυχρῶν, καὶ πρός γε τούτῳ καὶ ἀνοσίων γεγόνασιν εὑρεταί. Ἀλλ' εἴ τις ἕλοιτο ταῖς ἑαυτῶν ἀντιτάττεσθαι φλυαρίαις, καὶ ὡς 70.708 ἐκτόπως γεγενημένας κατακιβδηλεύειν αὐτὰς, ἀνα- πηδῶσί τινες τῶν ἐκείνοις ὑπηρετεῖν εἰωθότων, ἀνα- φωνοῦσί τε σιγᾷν, ἀναντιῤῥήτους εἶναι θέλοντες τὰς ἐκείνων φωνάς. Φασὶ γοῦν, ὅτι τοῖς Πυθαγόρου μαθη- ταῖς λαλοῦσιν ἔσθ' ὅτε ψυχρά τε καὶ καταγέλαστα, καὶ ἀπιστουμένων παρὰ πολλῶν, ἔθος ἦν λέγειν τοῦτο, Αὐτὸς ἔφατο, τοῦτ' ἔστι, Σίγα, καὶ δίδου τῷ τοῦ δόγ- ματος εὑρετῇ καὶ ἀβασανίστως τὴν πίστιν. Οὐκέτι τοίνυν μὴ εἴπωσι, φησὶν, οἱ ὑπηρέται σου, Σίγα. Λαλήσει γὰρ ὁ μωρὸς πάντως που μωρὰ, μάταια δὲ νοήσει καὶ ἡ καρδία αὐτοῦ, ἕνα σκοπὸν ἔχουσα, τὸ συντελεῖν ἄνομα, καὶ λαλεῖν πρὸς Κύριον πλάνησιν. Πλάνησις γὰρ καὶ ἕτερον οὐδὲν, οἱ παρ' Ἕλλησιν ὕθλοι κατὰ τῆς τοῦ Θεοῦ δόξης συντεθειμένοι, πρὸς τὸ δια- φθεῖραι ψυχὰς πεινώσας, καὶ τὰς ψυχὰς τὰς διψώσας κενὰς ποιῆσαι. Μαθητιῶσι μὲν γὰρ ἔσθ' ὅτε τινὲς, εἶτα προσιέντες ἐκείνοις ἀκατασκέπτως ὀνίνανται μὲν παν- τελῶς οὐδὲν, δείκνυνται δὲ μᾶλλον, καίτοι πεινήσαντες καὶ διψήσαντες, τὸ μαθεῖν που πάντως ἀναγκαῖον αὐ- τοῖς καὶ χρήσιμον εἰς σωτηρίαν ψυχῆς· ἀλλ' ἡ βουλὴ, φησὶ, τῶν πονηρῶν ἄνομα βουλεύσεται, καὶ εἰς τοῦτο βλέπει πρὸς τὸ ψυχὰς καταφθεῖραι ἐν λόγοις ἀδίκοις, καὶ διασκεδάσαι λόγους ταπεινῶν ἐν κρίσει. Οἱ γὰρ τῆς κοσμικῆς σοφίας ἐρασταὶ, καὶ τῶν διεστραμμέ- νων δογμάτων ὑπασπισταὶ, καταστρατεύονται. τῆς διδασκαλίας τῶν ἁγίων μυσταγωγῶν, οὓς καὶ ταπει- νοὺς ὀνομάζει, καὶ πᾶσαν τίθενται σπουδὴν, ὥστε διασκεδάσαι τοὺς λόγους αὐτῶν, καίτοι γεγονότας ἐν κρίσει, τοῦτ' ἔστιν, οὐκ ἀτημελῶς, κεκριμένως δὲ μᾶλλον, καὶ ἐν σοφίᾳ τῇ ἄνωθεν, καὶ παρὰ Θεοῦ. Τοῦτο γὰρ, οἶμαι, διδάσκει προστιθεὶς, Οἱ δὲ εὐσεβεῖς συνετὰ ἐβουλεύσαντο, καὶ αὕτη ἡ βουλὴ μένει. Ἤρ- γησε μὲν γὰρ τῶν ἐν κόσμῳ σοφῶν ἡ εὔκομπος ἀθυ- ροστομία. Κεκράτηκε γὰρ τῶν εὐσεβῶν ἡ βουλὴ, τοῦτ' ἔστιν, ἡ μάθησις, ἤτοι τὸ κήρυγμα. Καὶ εὐσε- βεῖς εἶναι φαμὲν τοὺς τὸν θεῖον καὶ εὐαγγελικὸν τοῖς ἀνὰ πᾶσαν τὴν γῆν ἱερουργοῦντας λόγον. 9Γυναῖκες πλούσιαι, ἀνάστητε, καὶ ἀκούσατε τῆς φωνῆς μου· θυγατέρες, ἐν ἐλπίδι ἀκούσατε τοὺς λόγους μου, Ἡμέρας ἐνιαυτοῦ μνείαν ποιή- σασθε ἐν ὀδύνῃ μετὰ ἐλπίδος.9 Ἔθος τῇ θείᾳ Γραφῇ, καὶ θεοπνεύστῳ γυναικῶν πρόσωπον περιτιθέναι πλειστάκις ἢ πόλεσιν, ἢ καὶ κώμαις, ἀλλὰ καὶ μητροπόλεως οὔσης μιᾶς, θυγατέ- ρας αὐτῆς τὰς ἑτέρας ἀποκαλεῖν, καθάπερ ἀμέλει καὶ ὁ θεσπέσιος ∆αβὶδ περί τε τῆς Σιὼν ἤτοι τῆς Ἱερουσαλὴμ καὶ τῶν περιοικίδων φησίν· "6Ἤκουσε καὶ ηὐφράνθη Σιὼν, καὶ ἠγαλλιάσαντο αἱ θυγατέρες τῆς Ἰουδαίας·"6 ἀεὶ γάρ πως περὶ μητέρα τὴν ἀπα- σῶν ἡγουμένην εἰσὶν αἱ μικραί τε καὶ ὑπ' αὐτῇ πόλεις. Εἰσκεκόμισται τοίνυν ἐν τούτοις ἡμῖν τὸ αὐτοῦ τοῦ Σωτῆρος πρόσωπον, ταῖς τῆς Ἰουδαίας πόλεσι συμβουλεῦον καὶ λέγον· Γυναῖκες πλούσιαι, ἀνάστητε, καὶ ἀκούσατε τῆς φωνῆς μου. Προτρέπει μὲν οὖν εἰς τὸ ἑλέσθαι τιμᾷν τὸ εὐπειθὲς αὐτὰς, καὶ τοὺς παρ' αὐτοῦ προσίεσθαι λόγους, δῆλον δὲ ὅτι τὸ σωτήριον καὶ εὐαγγελικὸν κήρυγμα· πλουσίας δὲ 70.709 αὐτὰς ἀποκαλεῖ νυνὶ μάλιστα χρησίμως, ἅτε δὴ καὶ πολυανδρούσας ἔτι, καὶ ἀμέτρητον ἐχούσας τὴν τῶν ἐνοικούντων πληθὺν, πλὴν οὐκ εἰς μακρὰν ἐσομένας ἐρήμους καὶ πενιχροτάτας, τό γε ἧκον, εἰς τὸ μη- δένα τῶν ἐνοικούντων ἔχειν, εἰ μὴ τοῖς αὐτοῦ