260
στέγειν τοὺς ἱππέας ἐπ' αὐτὸν περαιουμένους, οὔτε τοῖς συνήθεσιν ἀκατίοις πρὸς τὸν πόρον δίοδον παρεῖχεν. ἀλλὰ τοῦ μὲν στεῤῥότερος ἐφαίνετο, τοῦ στέγειν δὲ τοὺς ἵππους ἀδρανέστερος. διὸ καὶ ἀπορίαν πολλὴν παρεῖχε πρὸς τὸν πόρον. δυοκαίδεκα μὲν οὖν ἐστρατοπεδεύετο ἐκεῖ ὁ βασιλεὺς ἡμέρας, περιμένων εἰ τρόπῳ δή τινι ἐγγένοιτο τὸν Ἕβρον διαβῆναι. ἐν ταύταις δὲ ἐκ Βυζαντίου τῇ Ἀδριανοῦ ἐπιγενόμενοι στρατιῶται ἑξακόσιοι τὴν ἐπιχείρησιν ἀφείλοντο. ἐν Παμφίλῳ δὲ ἐπεὶ ὁ Πιγκέρνης οὐ παρῆν, ἔχων τὴν στρατιὰν, ἣν ἐκεῖνοι ἐδεδοίκεσαν νεωτερίζειν, πρότερον τῶν φρουρῶν τινας χρήμασι διαφθείραντες καὶ πείσαντες τὰ ἀγγεῖα λάθρα ἐκκενοῦν, ἐν οἷς ὕδωρ αὐτοῖς καὶ οἶνος καὶ εἴ τι ἕτερον ὑγρὸν πρὸς πόσιν ἐφυλάττετο, οὐ γὰρ ἐκ πηγῆς ἀρύεσθαι ἐνῆν, ὡς ἐπύθοντο ἠνυσμένην τὴν ἐπιβουλὴν, πόλεμον πρὸς τοὺς ἐν ἀκροπόλει φρουροὺς κοινῇ πᾶσα ἡ πόλις ἀναιροῦνται. καὶ ἐκπολιορκήσαντες ἐν ταύταις ταῖς ἡμέραις, παρεστήσαντο μάλιστα δίψῃ πιεσθέντας. δήσαντες δὲ τούς τε ἡγουμένους αὐτῶν, οἳ ἦσαν τρεῖς, καὶ τὴν φρουρὰν, ἔπεμψαν εἰς βασιλίδα. οὓς καὶ ἀτιμάσαντες οἱ ἐν Βυζαντίῳ καὶ πᾶν εἶδος ἐπιδειξάμενοι ἐρεσχελίας, εἶχον ἐν δεσμωτηρίῳ. ὁμοίως δὲ καὶ πρὸς βασιλέα τὸν Καντακουζηνὸν πολλὴν ἐνεδείκνυντο ἀγνωμοσύνην, οὐδεμιᾶς ὕβρεως φειδόμενοι. εἰς 2.189 τοσοῦτον δὲ προῆλθον ἀτοπίας, ὥστε εἴ ποτε καὶ βασιλεὺς ὁ νέος Ἰωάννης προΐοι τῶν βασιλείων ῥᾳστώνης εἵνεκα, οὐ γὰρ δὴ αὐτῷ τι τῶν κοινῶν ἐπράττετο διὰ τὸ τῆς ἡλικίας πάνυ ἀτελές· ἐννέα γὰρ ἦν ἔτη γεγονὼς τελευτῶντος τοῦ πατρὸς, ὑπὸ τῶν τὰ πράγματα ἐχόντων προπεμπόμενοί τινες, τὸν δῆμον διηρέθιζον, καὶ ἄνδρας καὶ γυναῖκας, ὥστε διιόντος πολλὰς Καντακουζηνοῦ τοῦ βασιλέως καταχέειν λοιδορίας καὶ ὡς μάλιστα ἀσέμνους. καὶ τοῦτο ἦσαν ὥς τι δῶρον τῶν ἡδέων προσάγοντες τῷ νέῳ βασιλεῖ. σκοπὸς δὲ ἦν αὐτοῖς τῶν ὕβρεων οὐδὲν μὲν ἧττον, ὥστε καὶ τὸν δῆμον εἰς πλείονα ἐμβάλλειν φόβον, ὡς εἰ περιγένοιτο ὁ βασιλεὺς πικρῶς ἀμυνούμενος διὰ τὰς ὕβρεις· ὃ καὶ κατὰ σκοπὸν ἐξέβαινεν αὐτοῖς. πάντες γὰρ οἱ δῆμοι ὅσῳ μᾶλλον ἐξεμαίνοντο, τοσοῦτον ἐδεδίεσαν. ἐκ τούτου δὲ ἀσύμβατοί τε ἦσαν πρὸς ἐκεῖνον καὶ μᾶλλον ἐξεμαίνοντο διὰ τὴν ἐκ τῆς ἀντιδόσεως πονηρὰν ἐλπίδα. ἄλλως θ' ὅπως καὶ πᾶσιν ὑπόνοιαν παρέχωσιν, ὡς, εἰ μὴ διέφθαρτο ἐκεῖνος καὶ ἐξησθένηκε παντάπασιν, οὐκ ἂν οὕτω κατεφρόνουν. οὐδὲν οὖν ἧττον καὶ διὰ τὰ τοιαῦτα τὸ ὑβρίζειν αὐτοῖς ἐπετηδεύετο· μάλιστα δὲ ἵν' ἐκεῖνος πυνθανόμενος, ἀπαγορεύῃ τὴν εἰρήνην, νομίζων κατὰ γνώμην τὰ τοιαῦτα πράττεσθαι τῇ βασιλίδι. οὐδὲν γὰρ αὐτοῖς οὕτω δεινὸν ἐφαίνετο τῶν πρὸς τὸν πόλεμον, ὅσον ἄγειν κίνδυνον ἡ εἰρήνη ἐνομίζετο. διὸ καὶ πάντα ἐπενόουν καὶ ἐμηχανῶντο, ὥστε μὴ γενέσθαι. 2.190 ἐπὶ τῆς βασιλίδος μέντοι οὐκ ἀσέμνως οὕτως ἐλοιδοροῦντο, ὀργῇ γὰρ πρὸς τοὺς οὕτως ἀσελγαίνοντας ἐφέρετο, ἀλλ' ἠρῶντο μόνον τὰ δεινότατα καὶ πολλὴν κατεψηφίζοντο σκαιότητα καὶ πονηρίαν τρόπων, ὅτι τοσούτων παρὰ βασιλέως ἀπολελαυκὼς καὶ οὕτω φιληθεὶς, ἀχάριστος ἐκ διαμέτρου καὶ κακὸς περὶ τοὺς ἐκείνου παῖδας ὦπται. ἐκεῖνοι μὲν οὖν οὕτως ἠκολάσταινον περὶ τὴν γλῶτταν· καὶ ὁ πατριάρχης ὀλίγα ἢ οὐδὲν φροντίζων τῶν ἐκκλησιαστικῶν θεσμῶν, αὐτόν τε βασιλέα, μηδεμίαν πρόφασιν πρὸς τὸν πόλεμον παρεσχημένον, ἀλλὰ καὶ πολλὰ πολλάκις δεηθέντα διαλύσασθαι, ἀφορισμῷ ὑπέβαλεν, ὡς κακὸν ὀφθέντα περὶ βασιλίδα, καὶ εἴ τις αὐτῷ συνείη· βασιλεὺς δὲ ὁ Καντακουζηνὸς οὐ μόνον αὐτὸς τἀναντιώτατα ἐφαίνετο ποιῶν, ἀλλὰ καὶ τοὺς συνόντας ἀναπείθων. οὐ γὰρ μόνον βασιλίδα, εἴποτε ἔδει μνημονεύειν, διὰ πάσης εὐφημίας ἦγεν, ἀλλὰ καὶ τοὺς ἄλλους ἀπὸ τῶν ἀξιωμάτων μᾶλλον, ἢ τῶν ὀνομάτων προσηγόρευε, τῶν ἐξ Ἀνδρονίκου μέντοι τοῦ βασιλέως ἑκάστῳ δεδωρημένων, ἐπεὶ τῶν ὕστερον, ὡς παρὰ δίκην γεγενημένων, τὰ πολλὰ ἀπέστεργε. τῶν συνόντων δὲ ἐπ' αὐτοῦ τινος τὸν παρακοιμώμενον καὶ ἕτερόν τινα τῶν ἐν Βυζαντίῳ ὑβρίσαντος αἰσχρῶς, ἐκέλευσε τυπτηθῆναι, γυναιξὶ φάμενος πορνευομέναις προσήκειν τὰ