260
σεμνύνει τῷ στρεπτῷ τοῦ πατρός; η πρὸς μὲν Γαλάτας ἀνθρώπους φθόρους ερρωσθε καὶ ἀνδρίζεσθε, τοὺς δὲ δὴ Λατίνους ἡμᾶς φοβεῖσθε; τί ουν αρχειν ἡμῶν ἀξιοῦτε; τί δ' ὡς χείροσιν ὑμῶν ἐπιτάσσετε;" εκφρων ἐγένετο ὑπὸ τοῦ θυμοῦ, καὶ τῆς παραγγέλσεως ἑκὼν ἐπελάθετο, καὶ μονομαχήσας ἐνίκησε, καὶ τὰ σκῦλα μέγα φρονῶν ἐκόμισε τῷ πατρί. καὶ ος ἀθροίσας τὸ στράτευμα "γενναίως μέν" εφη "ω παῖ, ἐμαχέσω, καὶ διὰ τοῦτό σε στεφανώσω· οτι δὲ τὸ προσταχθὲν οὐ παρετήρησας, καίτοι καὶ ὡς υἱὸς πειθαρχεῖν καὶ ὡς στρατιώτης ἀναγκαζόμενος, διὰ τοῦτό σε δικαιώσω, ινα καὶ τὸ τῆς ἀριστείας αθλον καὶ τὸ τῆς ἀνηκουστίας τίμημα λήψῃ." ταῦτ' εἰπὼν αμα τόν τε στέφανον τῇ κεφαλῇ αὐτοῦ ἐπέθετο καὶ αὐτὴν ἐκείνην ἀπέτεμεν. Ειτα οναρ ἀμφοῖν τοῖς ὑπάτοις ἐν τῇ αὐτῇ νυκτὶ ὁμοίως φανὲν εδοξε λέγειν τῶν ἐναντίων κρατήσειν, αν ὁ ετερος τῶν ὑπάτων ἑαυτὸν ἐπιδῷ. μεθ' ἡμέραν ουν ἀλλήλοις διηγησάμενοι τὸ οναρ συνέθεντο θεῖον ειναι, καὶ πεισθῆναι δεῖν αὐτῷ ὡμολόγησαν. καὶ ἠμφισβήτησαν δὲ πρὸς ἀλλήλους, οὐχ ος αν σωθείη, 2.166 ἀλλ' ος αν μᾶλλον ἑαυτὸν ἐπιδῷ· καὶ παρὰ τοῖς πρώτοις τοῦ στρατοπέδου ἐδικαιολογήσαντο. καὶ τέλος ηρεσε σφίσι τὸν μὲν ἐπὶ τοῦ δεξιοῦ κέρως, τὸν δὲ ἐπὶ τοῦ λαιοῦ παρατάξασθαι, καὶ ὁπότερον αν ἐκείνων ἐλαττωθῇ, τὸν ἐπ' αὐτῷ τεταγμένον ἀποθανεῖν. τοσαύτη δ' ην φιλοτιμία αὐτοῖς περὶ τὴν ἐπίδοσιν ὡς ευχεσθαι εκαστον τῶν ὑπάτων ἡττηθῆναι, ινα τύχῃ τῆς ἐπιδόσεως καὶ τῆς εὐκλείας τῆς ἐξ αὐτῆς. συμβαλόντες δὲ τοῖς Λατίνοις μέχρι μὲν πολλοῦ ἰσοπαλῶς ἠγωνίσαντο, ειτα τὸ κατὰ τὸν ∆έκιον κέρας μικρόν τι τοῖς Λατίνοις ἐνέκλινεν. ο γνοὺς ὁ ∆έκιος ἑαυτὸν ἐπιδέδωκε· καὶ τὰ οπλα ἐκδὺς τὴν ἐσθῆτα ἐνέδυ τὴν περιπόρφυρον. καὶ οἱ μὲν ουτω φασὶν ἐφ' ιππον ἀναπηδῆσαι αὐτὸν καὶ εἰσελάσαι πρὸς τοὺς πολεμίους καὶ ὑπ' ἐκείνων ἀποθανεῖν, οἱ δὲ ὑπὸ συστρᾳτιώτου πολιτικοῦ σφαγῆναι. τέως δὲ τελευτήσαντος τοῦ ∆εκίου τοῖς ̔Ρωμαίοις ἡ νίκη καθαρῶς συνηνέχθη, καὶ οἱ Λατῖνοι πάντες ἐτράπησαν, οὐ πάντως δὲ διὰ τὸν θάνατον τοῦ ∆εκίου· πῶς γὰρ αν τις πιστεύσειεν ἐξ ἑνὸς ἀνδρὸς τοιᾶσδε τελευτῆς τοσοῦτον πλῆθος ἀνθρώπων τὸ μὲν φθαρῆναι, τὸ δὲ σωθῆναι καὶ νικῆσαι περιφανῶς; οἱ μὲν ουν Λατῖνοι ουτως ηττηντο, ὁ δέ γε Τουρκουάτος καὶ τὸν υἱὸν ἀποκτείνας καὶ τοῦ συνάρχοντος τεθνηκότος ἑώρτασεν ομως τὰ ἐπινίκια. Ειτ' αυθις αὐτούς τε τοὺς Λατίνους ἐπαναστάντας κατεπολέμησαν, καὶ ετερα εθνη μάχαις ὑπέταξαν, ποτὲ μὲν ὑπάτοις κεχρημένοι, ποτὲ δὲ δικτάτωρσιν. ων εις ην καὶ Λούκιος Παπείριος ὁ καὶ Κούρσωρ ὀνομαζόμενος διά τε τὴν εξιν, ην γὰρ δρομικώτατος, καὶ διὰ τὴν ασκησιν τοῦ δρόμου. μετὰ δὲ ταῦτα δικτάτωρ ὁ Παπείριος ἐπὶ τοὺς Σαυνίτας ἐξεπέμφθη μετὰ Φαβίου 2.167 ̔Ρούλλου ἱππάρχου, καὶ ἡττήσας αὐτοὺς ἠνάγκασεν ἐπὶ συνθήκαις συμβῆναι αις ἐκεῖνος ἐβούλετο. ἀποθεμένου δὲ τὴν ἡγεμονίαν αὐτοῦ ἐπανέστησαν αυθις. ὑπὸ δὲ Κορνηλίου Αυλου δικτάτωρος καὶ πάλιν πολεμηθέντες καὶ ἡττηθέντες διεκηρυκεύσαντο πρὸς τοὺς ἐν τῇ ̔Ρώμῃ, τοὺς αἰχμαλώτους τε οσους ειχον πέμψαντες αὐτοῖς, καὶ τὴν αἰτίαν τοῦ πολέμου ̔Ρουτούλῳ, ἀνδρὶ δυνατῷ παρ' αὐτοῖς, ἐπιγράφοντες· ου τὰ ὀστᾶ, ἐπεὶ φθάσας ἐκεῖνος διεχειρίσατο ἑαυτόν, διέρριψαν. οὐ μέντοι καὶ ετυχον τῆς εἰρήνης ὡς απιστοι, ἀλλ' ασπονδον σφίσιν ἐψηφίσαντο πόλεμον, καίτοι τοὺς αἰχμαλώτους λαβόντες. ὑπεραυχήσαντες ουν οἱ ̔Ρωμαῖοι καὶ αὐτοβοεὶ πάντας αὐτοὺς αἱρήσειν ἐλπίσαντες, δεινῷ παθήματι περιέπεσον. ὑπερδείσαντες γὰρ οἱ Σαυνῖται καὶ ἐν συμφορᾷ ποιούμενοι τὸ μὴ σπείσασθαι, καὶ ὡς ἀπεγνωσμένοι μαχόμενοι, καὶ λοχήσαντες εν τινι χώρᾳ κοιλοτέρᾳ καὶ στενῇ, τό τε στρατόπεδον ειλον καὶ τοὺς ̔Ρωμαίους ἐζώγρησαν πανσυδὶ καὶ πάντας ὑπήγαγον ὑπὸ τὸν ζυγόν, τί δ' ην τὸ τοῦ ζυγοῦ ηδη μοι ανωθί που ἱστόρηται, οὐδένα μέντοι ἀπέκτειναν, ἀλλὰ τά τε οπλα καὶ τοὺς ιππους καὶ τὰ αλλα οσα ειχον πλὴν ἑνὸς ἱματίου ἀφείλοντο, καὶ γυμνοὺς σφᾶς ἀφῆκαν ἐπὶ συνθήκαις τοῦ τὴν χώραν αὐτῶν ἐκλιπεῖν καὶ συμμάχους σφίσιν ἀπὸ τῆς ισης ειναι.