260
τῶν ζώων, τῶν τοῖς κέρασι χρωμένων καὶ διαφθειρόντων. παρὰ τὸ κεραΐζειν καὶ τὸ αυειν, ο ἐστι καίειν. Κεκρύφαλοσ. μέρος τῆς γαστρός. Κενοῦχοσ. τὸ βαλάντιον. Κέλωρ. ὁ κελλάριος. παρὰ τὸ κέλλω, τὸ προστάσσω. kappa.1188 (Θηλυκόν.) Κέδροι. δένδρα ὑψήκομα. ταύταις δὲ ἀπεικάζει ∆αβὶδ τὴν εἰδωλολατρείαν. Κεμάσ. ἡ κοιμωμένη ἐν σπηλαίῳ ελαφος, κοιμάς τις ουσα η νεογενής. Κέλευθοσ. ἡ διὰ θαλάσσης ὁδός. Κενοφωνία. ἡ ματαιοφωνία. Κενή. ἡ ματαία. Κενὴν μακαρίαν. εἰς κενὸν καὶ μάταιον *λογιζομένην καὶ* μακαριζομένην. Κέρκοσ. ἡ οὐρά. Κεραία. τὸ κερατάριον, τὸ διὰ πλαγίου ξύλον τῷ ἱστῷ ἐπικείμενον. ου καὶ τὴν ὀθόνην ἐξάπτουσι. Κειρίαι. οἱ ἐπιτάφιοι δεσμοί. Κεχρέα. πόλις. καὶ Κεχρέαι, τόπος. Κεγχραμίδεσ. τῶν συκῶν καὶ τῶν ἐλαιῶν οἱ πυρῆνες. Κενοδοξία. κενῶν ορεξις. η κενοδοξία ἐστὶν ὁ πρὸ τῆς ἀπαθείας θέλων ὑπὸ τῶν ἀνθρώπων δοξάζεσθαι, ἐπὶ τοῖς πεφυκόσι γενέσθαι δι' ἀπάθειαν καὶ γνῶσιν θεοῦ. kappa.1189 Κέβλη. ἡ κεφαλή. κατὰ συγκοπὴν καὶ τροπὴν τοῦ φ εἰς β γέγονε κέβλη. Κέδροσ. παρὰ τὸ κέντρος· κεντρώδης γάρ ἐστιν. η παρὰ τὸ καίεσθαι ῥαδίως. Κειρία. οἱ δεσμοί· τὰ σχοινία. θηλυκῶς. παρὰ τὸ κείρω, τὸ κόπτω, τουτέστι παρὰ τὸ εἰς λεπτὰ κόπτεσθαι αὐτά. η παρὰ τὸ κέρας, τὸ σημαῖνον τὰς τρίχας, κερία, καὶ πλεονασμῷ τοῦ ι κειρία. καὶ γὰρ ἐκ τριχῶν ησαν κατὰ τὸ παλαιόν. Κέλευθοσ. ἡ ὁδός. παρὰ τὸ κέλλειν, ο σημαίνει τὸ τρέχειν· ἐν ταύτῃ γὰρ τρέχομεν. η παρὰ τὸ ἐλεύθω, ελευθος καὶ κέλευθος, πλεονασμῷ τοῦ κ. καὶ ἐπὶ οὐδετέρου· -ὑγρὰ κέλευθα. κατὰ μετάπλασιν γένους, ὡς ἀπὸ τοῦ ὁ τράχηλος τὸ τράχηλον. Καλλίμαχος· τὰ τράχηλα γυμνάζει. καὶ τάρταρος καὶ ἡ τάρταρος καὶ οὐδέτερον τὰ τάρταρα. Πίνδαρος· τάρταρά τ' ἠερόεντα- καὶ λύχνους λύχνα, δίφρους δίφρα, δακτύλους δάκτυλα. kappa.1190 Κεντρηνεκέασ. παρὰ τὸ διηνεκῶς καὶ συνεχῶς κεντρίζεσθαι. Κερκίσ. παρὰ τὸ κρέκω, τὸ ἠχῶ, κρεκὶς καὶ κατὰ ὑπερβιβασμὸν κερκὶς, ἡ ἠχοῦσα. γλυκεῖα μᾶτερ, ουτι δύναμαι κρέκειν τὸν ἱστόν. Κερκόλυρα. ουτως ὁ ̓Αλκμὰν ἐχρήσατο ἀντὶ τοῦ κρεκόλυρα. εστι δὲ τοῦτο πάθος. τὸ δὲ κερκόλυρα ἠχητικὴ λύρα· τὸ γὰρ κρέκε, κρέκε ηχος ἐστὶ τῆς κιθάρας. Κεφαλή. παρὰ τὸ κάρφος καρφαλὴ, καὶ κεφαλή· ὁ κατάξηρος καὶ ὀστώδης τόπος. η κατὰ ̓Απολλόδωρον κελύφη τις ουσα, παρὰ τὸ καλύφειν καὶ σκέπειν τὸν ἐγκέφαλον. τινὲς δὲ παρὰ τὸ ἐκεῖ κεῖσθαι τὰ φάη, κεφάη τις ουσα καὶ κεφαλή. οἱ δὲ παρὰ τὸ κάπω, τὸ πνέω, καπαλὴ καὶ κεφαλή· οἱονεὶ ἡ διαπνέουσα. οθεν καὶ κῆπος, ὁ διαπνεόμενος τόπος. διὸ καὶ ἐν ταῖς οἰκίαις τὸν ἀποπνεόμενον τόπον πρὸς ἀνάπαυσιν κῆπον λέγομεν. παρὰ τὸ κάπω, τὸ πνέω. ἀπὸ δὲ ψυχῆς ἐκάπυσεν. ο ἐστιν ἀνέπνευσεν. kappa.1191 †Κερωσσόσ. πόλις ̓Απολλωνιάδος.† Κεφαλληνία. ἀπὸ Κεφάλου τινὸς, ος ἑκουσίως ἀνελὼν τὴν ̓Ερεχθέως θυγατέρα εξεισι τῆς ̓Αττικῆς καὶ σὺν ̓Αμφιτρύωνι στρατεύεται κατὰ τῶν Τηλεβόων. Κέωσ. ἡ νῆσος. ἀπὸ Κέω τοῦ ̓Απόλλωνος καὶ ̔Ροδοέσσης νύμφης. Κενοφωνίασ. τὸ νέα τινὰ ἐφευρίσκειν, ὡς ̓Αρειανοὶ καὶ Νεστοριανοί. καὶ ὁ ̓Απόστολος· ἐκτρεπόμενος τὰς βεβήλους κενοφωνίας καὶ ἀντιθέσεις. (Οὐδέτερον.) Κέαρ. ἡ ψυχή. παρὰ τὸ κεκρᾶσθαι ἐκ ψυχροῦ καὶ θερμοῦ ἐπίσης εχον. κέαρ τὴν καρδίαν φησὶν ̓Αριστοφάνης· ἐφ' ῳ γε τὸ κέαρ εὐφράνθη. †Κέρμα. σωρεία λεπτῶν τε καὶ ὀβολῶν.† Κεκρύφαλον. σουδάριον, κεφαλοδέσμιον. Κεκράγμασιν. ̓Αριστοφάνης· δικροῖς ἐώθουν τὸν θεὸν κεκράγμασιν. εδει δὲ εἰπεῖν ξύλοις, καὶ ειπε κεκράγμασι. τὸ δὲ δικροῖς ἀντὶ τοῦ διφυέσι ξύλοις. Κελήτιον. μικρὸν πλοιάριον. ἀπὸ μεταφορᾶς τοῦ κέλητος ιππου, ῳ εις ἀνὴρ ἐπικάθηται. kappa.1192 Κελαινόν. μέλαν. κελὸν γὰρ τὸ μέλαν κατὰ διάλεκτον. αιψά τοι αιμα κελαινὸν ἐρωήσει περὶ δουρί. Κέμεννα. ονομα ορους. καὶ Κέμμενα ειδον ἐγώ. Κερασβόλα. ακαρπα, η τὰ τοῖς κέρασι βάλλοντα. Κενήριον. τὸ κενὸν μνημεῖον. Κεφάλαιον. ἡ ἀρχὴ, η τὸ ζήτημα. Κέρδιον. βέλτιον, κρεῖσσον. ἀπὸ τοῦ κέρδους. Κερτόμιον. παραλογιστικόν. παρὰ τὸ κέαρ τέμνειν, ο ἐστι τὴν ψυχὴν χλευάζειν διὰ λόγων. Κειμήλια. τὰ ἀπόθετα χρήματα. ὡς παρὰ τὸν θείσω μέλλοντα γίνεται