νόσον, καὶ ἡ χαρὰ τοῦ κυρίου 64.1.7 οὐκ ἔστιν ἐν αὐταῖς διὰ τὸν τῆς οἰήσεως ὄγκον. ἡ γὰρ τοῦ ἔνδον ἀνθρώπου ἐπιμέλειά ἐστιν ἡ τῶν προειρημένων παθῶν ἀναίρεσις καὶ ἡ τῶν ἀρετῶν διὰ τῆς τοῦ Χριστοῦ χάριτος ἐντελὴς ἐνέργεια ἐν πραΰτητι, ἐν ἐπιεικείᾳ, ἐν ταπεινοφροσύνῃ πολλῇ, ἐν τῷ πᾶσιν ἑαυτὸν ὑποτάσσειν καὶ «μηδενὶ κακὸν ἀντὶ κακοῦ» ἀποδιδόναι, ἀλλ' εὔχεσθαι ἔσχατον εἶναι καὶ ταπεινότερον πάντων· 64.1.8 «ὁ γὰρ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται». ὥσπερ γὰρ τὴν σωματικὴν ἄσκησιν καὶ ἐργασίαν ἐπιδεικνυμένη ἡ ψυχὴ πόνῳ καὶ ἀγῶνι κατορθοῖ, οὕτω καὶ τῆς πνευματικῆς ἐργασίας, λέγω δὴ τῆς κατὰ τὸν ἔσω ἄνθρωπον καθαρότητος πάσῃ σπουδῇ ἐπιμελήσασθαι ὀφείλει, ἵνα καὶ ἔσωθεν καὶ ἔξωθεν κατὰ τὸ τοῦ κυρίου παράγγελμα τὸ ποτήριον ᾖ καθαρόν, ὅπως μὴ τῇ τῶν Φαρισαίων νενοθευμένῃ δικαιοσύνῃ ὅμοιοι γενώμεθα τὸ ἔξωθεν μόνον πλύνοντες, τὸ δὲ ἔσωθεν πλῆρες ῥύπου ἔχοντες. καὶ ταῦτα μὲν πρὸς ἐκείνους ὅσοι ἀγνοίας αἰτίᾳ τὸν λογισμὸν τυφλώττουσι καὶ δοκοῦσι μὲν ζῆλον θεοῦ ἔχειν, ἀλλ' οὐ κατ' ἐπίγνωσιν αὐτὸν ἔχουσιν. 64.1.9 Ὑμεῖς δὲ Χριστοῦ χάριτι τὸν εὐαγγελικὸν καὶ ἀκριβῆ τῆς ἀληθείας λόγον ἐπακούοντες καὶ σύνεσιν Χριστοῦ κεκτημένοι, οἱ τῆς χάριτος τὴν γεῦσιν αὐτῇ πείρᾳ πληροφορίας ἐν καρδίᾳ λαβόντες, οὐκέτι μικραῖς ἀρεταῖς ἐναπομένειν, οὐδ' ἐπὶ τῇ γεγονυίᾳ ὑμῖν βραχείᾳ παρακλήσει θεοῦ ἵστασθαι ὀφείλετε, ἀλλὰ πόθῳ πόθον καὶ τόνῳ τόνον καὶ σπουδῇ σπουδὴν καὶ προθυμίᾳ προθυμίαν καὶ νηστείᾳ νηστείαν καὶ εὐχῇ εὐχὴν καὶ ἀγρυπνίᾳ ἀγρυπνίαν καὶ ἁπαξαπλῶς ἀρεταῖς ἀρετὰς ἐπισυνάπτειν ὀφείλετε, ἵνα ἡμέραν ἐξ ἡμέρας προκοπῆς αἴσθησιν λαβόντες ἐν πληροφορίᾳ «εἰς τέλειον ἄνδρα, εἰς μέτρον τῆς πνευματικῆς ἡλικίας» φθάσωμεν, εἰς καθαρότητα καρδίας καταντήσωμεν, εἰς ἁγιασμὸν τέλειον ψυχῆς καὶ σώματος ἐν πληρώματι χάριτος ἐλθεῖν καταξιωθῶμεν, καὶ οὕτως 64.1.10 ἀληθῶς Χριστοῦ ἄξιοι γενόμενοι τὴν αἰώνιον ζωὴν κληρονομήσωμεν. δειξάτω οὖν ἕκαστος ὑμῶν τὴν ἐν Χριστῷ προκοπὴν διὰ πολλῆς ταπεινοφροσύνης καὶ πραότητος καὶ ἐπιεικείας πάντων δοῦλοι καὶ καταπάτημα γενώμεθα, ἵνα ὑψωθῶμεν παρὰ Χριστοῦ. ὀνειδιζόμενοι, καὶ ἐξουθενούμενοι μυκτηριζόμενοι τὲ καὶ λοιδορούμενοι μετὰ χαρᾶς ὑπομείνωμεν, ἵνα τέλειον τὸν ἐπουράνιον μισθὸν κομισώμεθα καὶ ὁλόκληρον «τὸν ἀμαράντινον στέφανον τῆς δόξης» ἀποληψόμεθα, μὴ διὰ μικρᾶς αἰτίας θυμούμενοι καὶ ζηλοῦντες καὶ μηνίοντες καὶ 64.1.11 ὑπερηφάνῳ φρονήματι ἐπαιρόμενοι ἐκπέσωμεν τῆς προκειμένης ζωῆς. ἀπολέσθω γὰρ ὅλος ὁ κόσμος καὶ τὰ τοῦ κόσμου, καὶ μόνον ἀτάραχοι διαμείνωμεν εἰς εὐαρέστησιν θεοῦ ὁλοτελῶς ἀπασχολούμενοι καὶ τὰς ἐντολὰς αὐτοῦ ποιεῖν ἐπιθυμοῦντες, ὅπως εἰς τέλος τὸ θέλημα τοῦ κυρίου τελείως κατεργασάμενοι 64.1.12 τελείως καὶ τῆς αἰωνίου ζωῆς τυχεῖν δυνηθῶμεν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ πατρὶ δόξα, τιμή, κράτος σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.