τοῦ τότε δήμου τῶν Ἀθηναίων, κνωμένου τὸ οὖς ταῖς τῶν εἰσηγήσεων χρησίμοις καὶ ἠρέμα ὑπενδιδόντος ταῖς τῶν ἀρίστων ἀνδρῶν παραιφάσεσι. καὶ ἄλλως δὲ τῷ πρὸς ὄνειδος ᾄδειν τιθασσοῖς λόγων μέροψιν ἔνεστί τι καὶ ηαλοσις,πτ1.585 γλυκάζον σὺν τῷ στύφοντι ἐμφαινόμενον· καὶ ἡ μνήμη, ὅσα δὴ καὶ ῥιπὶς τὸ παραμένον ἐν ψυχῇ καὶ ἐνθαπτόμενον ἐμπύρευμα τοῦ καλοῦ κατὰ ζῶσαν ἔτι φλόγα πυρὸς ἀναθάλπουσα, τὴν ἐφ' ὁμοίοις ἐσέπειτα διαμαρτίαν φυλάττεσθαι διανίστησι. τοῖς δ' ἐς ἡμᾶς τῆς Κωνσταντίνου οἰκήτορσιν, εἰπεῖν δὲ καὶ τοῖς ἐκ τῶν ἄλλων ὁρμωμένοις χωρῶν, οἱ ἔλεγχοι μώλωπες ἀκριβῶς. τοῖς δὲ πολλοῖς οὐδ' ὦτα πεφύτευται τετρημένα εἰς νοῦν, οὐδ' ἡ Παφία τῆς ἐλευθερίας ὁποία τίς ἐστιν, ἐς δεῦρο κατείληπται, ὡς οὐδὲ γλυκύτης μέλιτος τοῖς μηδέπω γευσαμένοις μέλιτος. Ἐπεὶ τοίνυν ἀσύμφωνα τοῖς Σόλωνος τὰ ἡμέτερα, ἄγε τὰ μὲν τῶν ἐλέγχων παρήσομεν βούκεντρα, ἐς οὐδὲν ἕτερον προσληφθησόμενα ὅτι μὴ τῶν πλείστων ἑτεροζύγησιν (εἰσὶ γάρ, εἰσὶν οἳ χόρτον ἐν τοῖς κέρασιν ἔχουσι), τῆς δ' ἱστορίας καθ' εἱρμὸν ἑξόμεθα. εἰ γὰρ καὶ τὰ τῶν βαρβάρων ᾄδειν ἀπειπάμεθα, ἀλλ' οὖν τοῦ δρασσομένου σοφοὺς ἐν τῇ σοφίᾳ αὐτῶν ἐν πολλοῖς τοὺς ὑψαύχενας σφήλαντος καὶ τὰ πρόσωπα αὐτῶν ἀτιμίας πλήσαντος καὶ παραδόντος εἰς ὄλεθρον βαρβαρωτέροις ἑαυτῶν ἔθνεσι, χρεὼν μηδ' ἡμᾶς τὴν σιωπὴν ἐς τέλος ἑλέσθαι, χρήσασθαι δὲ τῷ λόγῳ πρὸς ἀνθομολόγησιν τῶν τεραστίων θεοῦ, τοῦ "ζῶ ἐγὼ" λέγοντος "εἰς τὸν αἰῶνα, καὶ ἀνταποδώσω δίκην τοῖς ἐχθροῖς μου καὶ τοῖς μισοῦσί με ἐξολόθρευσιν," καὶ αὖ πάλιν πρὸς Ἀβραὰμ "τὸ δὲ ἔθνος, ᾧ δουλεύσουσι, κρινῶ ἐγώ." Εἶχε μὲν δὴ οὕτω ταῦτα, καὶ ἡ Κωνσταντίνου καλλίπολις, τὸ κοινὸν ἁπάντων ἐθνῶν ἐντρύφημά τε καὶ περιλάλημα, ᾐθάλωται πυρὶ καὶ ἠμαύρωται, ἑάλω τε καὶ τοῦ πλούτου παντὸς κεκένωται, ὅσος τε δημόσιος ἦν καὶ τοῖς λεῷς ἐπῳκείωτο καὶ ὅσος θεῷ ἀφωσίωτο, παρὰ γενῶν ἑσπερίων σποραδικῶν, ἀφαυρῶν τὰ πλεῖστα καὶ ἀνωνύμων, εἰς λῃ ηαλοσις,πτ1.586 στρικὸν μὲν ἔκπλουν συγκροτηθέντων, ὀργάνῳ δὲ χρησαμένων καὶ προσωπείῳ εὐτυπώτῳ τῆς καθ' ἡμῶν κινήσεως τῷ κρούσασθαι πρύμναν εἰς ἄμυναν Ἰσαακίου τοῦ ἐξ Ἀγγέλων καὶ ὃν ἐκεῖνος ἐφύτευσεν, ὡς μὴ ὤφελεν, ἐπ' ἀπωλείᾳ τῆς πατρίδος, ὃν καὶ καλῶν κάλλιστον καὶ σφίσιν ἐπέραστον ἀγώγιμον ἐπεφέροντο· ἡ γὰρ ὑπτιότης καὶ οἰκουρότης τῶν τὰ Ῥωμαίων χειριζόντων πράγματα δικαστὰς ἡμῶν καὶ κολαστὰς τοὺς λῃστὰς ἐπεισήνεγκεν. Ἐπὶ δὲ τοῖς συμβᾶσι πᾶσι τῇ βασιλίδι οὐδὲν σημεῖον ὑψόθεν ἢ καὶ γῆθεν ἐκφανθὲν ἔγνωσται, ὁποῖα ἄττα πολλὰ τοῖς πρότερον ξυνηνέχθησαν συμφορὰς ἀνδρῶν καὶ κακῶν ἐπαγωγὰς κηρεσιφόρους ὑποσημαίνοντα. οὔτε γὰρ ψιάδες οὐρανόθεν ὕσθησαν αἱματόεσσαι, οὔτε θέρος ἔναιμον παρεξήλλακται, οὔτε λίθοι πυρόεντες ἐξ αἰθέρος ἠνέχθησαν, οὔτε τι ἕτερον ὡράθη καινουργηθὲν ὁπωσοῦν, ἀλλ' ἐμβάδι ἀψόφῳ καὶ χερσὶν ἀκροτήτοις πολύπους καὶ πολύχειρ τῇ πόλει καὶ ἡμῖν ἡ δίκη ἐπεισπεσοῦσα δυσπότμους ἐν ἀνθρώποις εἰργάσατο, τιμωρὸς ὀφθεῖσα φιλότιμος. Καὶ τὴν μὲν ἡμέραν ἐκείνην, καθ' ἣν ἡ πόλις ἑάλωκεν, οἱ σκυλευταὶ ταῖς ὁπῃοῦν οἰκίαις ἐναυλισάμενοι τά τε ἔνδον διήρπαζον καὶ περὶ τῶν ἀφανῶν τοὺς δεσπότας ἀνέκρινον, πληγὰς ἐντείνοντες ἐνίοις, πολλοῖς δὲ καὶ προσηνῶς συγγινόμενοι, ταῖς δ' ἀπειλαῖς ἐπὶ πᾶσι χρώμενοι· ὡς δὲ τὰ μὲν εἶχον, τὰ δ' ἐξέφαινον, τὰ μὲν ὀφθαλμοῖς προκείμενα καὶ πρὸς τῶν ἐχόντων προσαγόμενα, τὰ δ' ὑπὸ σφῶν αὐτῶν ἀναδιφώμενα, ηαλοσις,πτ1.587 καὶ φειδώ τις οὐκ ἦν παρὰ σφίσιν οὐδὲ τῶν ἐνόντων μετάδοσις πρὸς τοὺς ἔχοντας, οὔτε μὴν συμμέθεξις ἑστίας ἢ ἑστιάσεως, ἀλλ' ὑπεροψία καὶ ἀμιξία καὶ μεθ' ὕβρεων ἀπαγωγὴ καὶ ἀπόπεμψις, ἔδοξε διὰ ταῦτα τοῖς στρατηγοῦσιν ἀνεικέναι τοῖς βουλομένοις τὴν ἐκ τῆς πόλεως ἄπαρσιν. κατὰ συμμορίας τοίνυν ἀγειρόμενοι ἐξῄεσαν, ῥακίοις ἐσπειραμένοι, ἀπαστίᾳ ἐκτετηγμένοι, τὸν χρῶτα τραπέντες, νεκρώδεις τὰς ὄψεις καὶ ὕφαιμοι τοὺς ὀφθαλμούς, ὡς πλέον αἵμασιν ἤπερ δάκρυσι κλαίοντες. οἱ μὲν γὰρ θρήνων τὰς οὐσίας εἶχον ὑπόθεσιν, οἱ δὲ τὴν