260
ἣν τὸ πάθος ὑπ έμεινεν· ἡνίκα λαβὼν ἄρτον, καὶ εὐχαριστήσας ἔκλασε καὶ εἶπε· "Λάβετε, φάγετε ἐξ αὐτοῦ· τοῦτό ἐστι τὸ σῶμά μου." Ὡσαύτως καὶ τὸ ποτήριον κεράσας, ἔδωκε τοῖς μαθηταῖς αὑτοῦ λέγων· "Πίετε ἐξ αὐτοῦ πάντες· τοῦτο γάρ ἐστι τὸ αἷμά μου, τὸ τῆς και νῆς διαθήκης, τὸ περὶ πολλῶν ἐκχυνόμενον εἰς ἄφε σιν ἁμαρτιῶν." Εὑρίσκομεν δὲ τὸν Μελχισεδὲκ, καὶ ἱερέα ὄντα, καὶ βασιλέα· τύπος γὰρ ἦν τοῦ ἀληθινοῦ ἱερέως καὶ βασιλέως· καὶ προσφέροντα τῷ Θεῷ οὐκ ἄλογα θύματα, ἀλλὰ ἄρτους καὶ οἶνον. Ταῦτα γὰρ καὶ τῷ Ἀβραὰμ προσενήνοχε, τὸ τῆς οἰκείας ἀρχιερωσύνης ἀρχέτυπον ἐν τῇ τοῦ πατριάρ χου ὀσφύϊ πνευματικῶς προορῶν. Εἰ τοίνυν ἐκ ∆αβὶδ ὁ Χριστὸς κατὰ σάρκα, ὁ δὲ ∆αβὶδ ἐξ Ἰούδα, τὴν δὲ κατὰ τὴν τάξιν Μελχισεδὲκ ἀρχιερωσύνην ἔλαβεν ὁ Χριστός· πέπαυται μὲν ἡ Λευϊτικὴ ἱερω σύνη εἰς δὲ τὴν Ἰούδα φυλὴν ἡ τῆς μείζονος ἱερω 80.1773 σύνης εὐλογία μετέβη. Ἱερατεύει δὲ νῦν ὁ ἐξ Ἰούδα κατὰ σάρκα βλαστήσας Χριστὸς, οὐκ αὐτός τι προσ φέρων, ἀλλὰ τῶν προσφερόντων κεφαλὴ χρημα τίζων. Σῶμα γὰρ αὑτοῦ τὴν Ἐκκλησίαν καλεῖ, καὶ διὰ ταύτης ἱερατεύει ὡς ἄνθρωπος, δέχεται δὲ τὰ προσφερόμενα ὡς Θεός. Προσφέρει δὲ ἡ Ἐκκλησία τὰ τοῦ σώματος αὐτοῦ καὶ τοῦ αἵματος σύμβολα, πᾶν τὸ φύραμα διὰ τῆς ἀπαρχῆς ἁγιά ζουσα. εʹ. "Κύριος ἐκ δεξιῶν σου συνέθλασεν ἐν ἡμέρᾳ ὀργῆς αὑτοῦ βασιλεῖς." Τοὺς δὲ νῦν ἀντιτείνοντας, καὶ θρασυνομένους ἄρχοντάς τε καὶ βασιλέας ἐν τῇ τῆς κρίσεως ἡμέρᾳ παραδώσει κολάσει. Τὸ δὲ, "Κύριος ἐκ δεξιῶν σου," ἔοικε τῷ ἐν τῷ πέμπτῳ καὶ δεκάτῳ ψαλμῷ, "Προωρώμην γὰρ τὸν Κύριον ἐνώπιόν μου διὰ παντὸς, ὅτι ἐκ δεξιῶν μού ἐστιν, ἵνα μὴ σαλευθῶ." Καὶ γὰρ ἐκεῖ ἀνθρωπίνως τοῦτο εἴρηκε, καὶ δεδήλωκε τῆς ἑνωθείσης φύσεως τὸ ἀχώριστον· καὶ ἐνταῦθα κατὰ ταυτὸν καὶ τὰ θεῖα λέ γει, καὶ τὰ ἀνθρώπινα. Τὸ μὲν γὰρ, "Κάθου ἐκ δεξιῶν μου," τῇ ἀνθρωπείᾳ φύσει πρόσφορον· τὸ δὲ, "Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε," δηλωτικὸν τῆς θεότητος· τὸ δὲ, "Σὺ εἶ ἱερεὺς εἰς αἰῶνα," πά λιν ὡς πρὸς ἄνθρωπον εἴρηται. Ὡσαύτως δὲ καὶ τὸ, "Κύριος ἐκ δεξιῶν σου," ἀντὶ τοῦ, ἀχώριστον ἔχεις τὴν ἑνωθεῖσαν θεότητα. ʹ. "Κρινεῖ ἐν τοῖς ἔθνεσι, πληρώσει πτώματα· συνθλάσει κεφαλὰς ἐπὶ γῆς πολλῶν." Σαφέστερον ἐνταῦθα τὴν κρίσιν ἐδήλωσε καὶ ὅτι κατ' ἐκείνην τὴν ἡμέραν παντοδαπαῖς παραδώσει τιμωρίαις τοὺς δυσσεβείᾳ συνεζηκότας· καὶ κατὰ τὸν παρόντα μέν τοι βίον, πολλαῖς αὐτοὺς πολλάκις παιδείαις ὑπέβαλε, τὴν οἰκείαν δύναμιν τοὺς ἀγνοοῦντας δι δάσκων. ζʹ. "Ἐκ χειμάῤῥου ἐν ὁδῷ πίεται, διὰ τοῦτο ὑψώσει κεφαλήν." Πολλῇ, φησὶν, ἐνανθρωπήσας εὐ τελείᾳ χρήσεται, ὥστε καὶ τοῖς κατὰ τὴν ὁδὸν εὑρι σκομένοις ὕδασι θεραπεύειν τὸ δίψος. ∆οκεῖ δέ μοι καὶ ἑτέραν βαθυτέραν ἔχειν ἡ προφητεία διάνοιαν. Ποτήριον ἔθος αὐτῷ τὸ πάθος καλεῖν· "Πάτερ γὰρ, ἔφη, εἰ δυνατὸν, παρέλθῃ τὸ ποτήριον τοῦτο ἀπ' ἐμοῦ·" χειμάῤῥουν δὲ τοὺς Ἰουδαίους καλεῖ, θείας μὲν χάριτος τετυχηκότας, οὐκ ἀεὶ δὲ ταύτης ἀπο λαύσαντας. Καθάπερ γὰρ ὁ χειμάῤῥους οὐκ ἀένναον ἔχει τὴν τῶν ὑδάτων φορὰν, ἀλλὰ ἐκ τῶν τικτομένων ἐκ τῶν νεφῶν συνίσταται ὑετῶν· οὕτως Ἰουδαῖοι πρόσκαιρον ἔσχον τοῦ νόμου τὴν χάριν, οἷον ἀπό τινων νεφῶν τῶν προφητῶν χορηγουμένην. Μετὰ δὲ ταῦτα τοῦ θέρους φανέντος, κατὰ τὴν τοῦ Κυρίου φωνήν· "Ἐπάρατε γὰρ, φησὶ, τοὺς ὀφθαλμοὺς ὑμῶν, καὶ βλέπετε εἰς τὰς χώρας, ὅτι λευκαί εἰσι πρὸς θερισμόν·" ἀναγκαίως ὁ χειμάῤῥους τῆς 80.1776 προτέρας εὐπορίας ἔρημος μεμένηκε, καὶ ξηρὸς ὁρᾶται πάσης ἰκμάδος ἐστερημένος. Ἐπειδὴ τοίνυν Ἰουδαῖοι τὸν σταυρὸν ἐτεκτήναντο, ποτήριον δὲ καλεῖ τὸ πάθος ὁ Κύριος, εἰκότως ὁ προφήτης ταῦτα προ θεωρῶν εἴρηκεν· "Ἐκ χειμάῤῥου ἐν ὁδῷ πίεται." Ὁδὸν δὲ τὸν βίον καλεῖ. Μαρτυρεῖ δὲ τῇ διανοίᾳ καὶ τὰ ἐπαγόμενα, "∆ιὰ τοῦτο ὑψώσει κεφαλήν." Τούτῳ δὲ ὅμοιον καὶ ὁ ἀπόστολος εἴρηκε Παῦλος· "Ἐταπείνωσεν ἑαυτὸν μέχρι θανάτου, θανάτου δὲ σταυροῦ· διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε." ∆ῆλον δὲ ὡς ἀνθρωπίνως καὶ τοῦτο τέθεικεν. Ὡς γὰρ Θεὸς, οὐ