Commentarius in Isaiam prophetam ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
{1ΛΟΓΟΣ Γʹ}1 9Λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς, καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν.9
θεσπί- σμασιν ὑπενεγκεῖν ἕλοιντο τὸν τῆς ἑαυτῶν διανοίας αὐχένα. Ὦ τοίνυν γυναῖκες, φησὶν, ὦ θυγατέρες, ἀκούσατε τοὺς λόγους μου ἐν ἐλπίδι, τοῦτ' ἔστιν, οὐκ ἀμισθὶ μᾶλλον, ἀλλ' ἐπ' ἐλπίδι λαμπρᾷ. Τί δὴ οὖν ἄρα τὸ προσταττόμενον; Μνείαν ποιήσασθε, φησὶν, ἡμερῶν ἐνιαυτοῦ καθ' ὃν ἐπέφανεν ὁ Χριστὸς, καὶ ἐνεκήρυξεν ἐναργῶς ταῖς ἀνὰ πᾶσαν τὴν Ἰου- δαίαν πόλεσί τε καὶ κώμαις. Ἔφη γὰρ αὐτὸς διὰ φωνῆς Ἡσαΐου· "6Πνεῦμα Κυρίου ἐπ' ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, κηρῦξαι αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν, ἀποστεῖλαι τεθραυσμένους ἐν ἀφέσει, ἰάσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν, καλέσαι ἐνιαυτὸν Κυρίου δεκτόν."6 Ἀνάστητε τοίνυν, φησὶν, τοῦτ' ἔστι, διαγρηγορήσατε, καὶ ἐλπίδα καλὴν προσοικι- σάμεναι κατὰ νοῦν μνημονεύσατε τῶν ἡμερῶν τοῦ ἐνιαυτοῦ καθ' ὃν, ὡς ἔφην, τὸ παρὰ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ γέγονε κήρυγμα. Ἐπιτάττει δὲ μὴ παρειμένως μήτε μὴν ἀμελῶς τοῦτο δρᾷν, ἀλλ' ὡς ἐν σπουδῇ καὶ μετὰ φροντίδος· κατορθοῦται γὰρ οὕτω τὰ ἀγαθά. 9Ἀνήλωται ὁ τρυγητὸς, πέπαυται ὁ σπόρος, οὐκέτι μὴ ἔλθῃ· ἔκστητε, λυπήθητε, αἱ πεποι- θυῖαι, ἐκδύσασθε, γυμναὶ γένεσθε, περιζώσασθε τὰς ὀσφύας, καὶ ἐπὶ τῶν μαστῶν κόπτεσθε. Ἐπὶ ἄγρου ἐπιθυμήματος, καὶ ἀμπέλου γενήματος, ἡ γῆ τοῦ λαοῦ μου ἄκανθα καὶ χόρτος ἀναβήσε- ται, καὶ ἐκ πάσης οἰκίας εὐφροσύνη ἀρθήσεται. Πόλις πλουσία, οἶκοι ἐγκαταλελειμμένοι, πλοῦτον πόλεως καὶ οἴκους ἐπιθυμητοὺς ἀφήσουσι. Καὶ ἔσονται αἱ κῶμαι σπήλαια ἕως τοῦ αἰῶνος, εὐφρο- σύνη ὄνων ἀγρίων, καὶ βοσκήματα ποιμένων.9 Ὅτι τοῖς ἐξ Ἰσραὴλ οὐκ ἀζήμιον, μᾶλλον δὲ ἁπάσης αἰκίας καὶ συμφορᾶς ἔσται πρόξενον τὸ μὴ βούλεσθαι παρὰ Χριστοῦ προσέσθαι λόγον, δια- δείκνυσιν ἐν τούτοις. Ἔμελλον γὰρ αἱ κατὰ πᾶσαν τὴν Ἰουδαίαν καταδῃωθήσεσθαι πόλεις, καταπιμ- πράσης ἁπάσας τῆς Ῥωμαίων χειρὸς, ὡς ὁρᾶσθαι μὲν κενάνδρους αὐτὰς, καταχερσωθῆναί τε καὶ τὰ ἐξαίρετα τῶν χωρίων, οἴχεσθαί τε πρὸς φυγὴν τοὺς διαδράναι μόλις ἰσχύσαντας, οἴκου τε καὶ πλούτου διαπεσεῖν, καὶ θηρίων ἐνδιαίτημα τὴν πολυάνθρωπον ποτὲ γενέσθαι πόλιν ἢ κώμην. Εἰ δὲ δή τις βούλοιτο καὶ πνευματικὴν ἐπὶ τοῖς προκειμένοις δέχεσθαι θεωρίαν, ἐκεῖνο συνήσει· Τρυγητὸν, ὥς γε οἶμαι, καὶ σπόρον ἀποκαλεῖ τῆς νοητῆς εὐκαρπίας τὴν δύναμιν, καθ' ἣν ἐσμὲν εὐάρεστοι τῷ Θεῷ, οὐχ οἷον ἄκανθαν τὴν πολυειδῆ τίκτοντες ἁμαρτίαν, ἀλλ' ὡς πίων τε καὶ εὔκαρπος γῆ παρὰ Θεῷ τιμώμενοι. Ἀποπεπτώ- κασι τοίνυν τῆς νοητῆς εὐκαρπίας οἱ τάλανες Ἰου- δαῖοι· καὶ ὁ νοητὸς ἀμπελὼν ἀκανθοτόκος γέγονε γῆ. "6Ἐπέμεινε γάρ, φησὶ, τοῦ ποιῆσαι σταφυλὴν, ἐποίησε δ' ἀκάνθας."6 Εἴρηται δὲ καὶ διὰ φωνῆς τοῦ προ- φήτου περὶ τοῦ Ἰσραὴλ, ὅτι ἀνεμοφθόρα ἔσπειραν, καὶ ἡ καταστροφὴ αὐτῶν ἐκδέξεται αὐτά. "6∆ράγμα 70.712 οὐκ ἔχον ἰσχὺν τοῦ ποιῆσαι ἄλευρον"6 Ἀνάλωται τοίνυν, φησὶν, ὁ τρυγητὸς, τοῦτ' ἔστιν, Οὐκέτι χρη- ματιεῖς ἀμπελών. Οὐδὲν γάρ σοι τῶν ὡρίμων. Πέ- παυται ὁ σπόρος, οὐκ ἔσῃ καλλιτόκος γῆ καὶ καρπῶν ἡμέρων τροφή. Ταύτῃτοι καὶ λίαν εἰκότως ἔκστητε, τοῦτ' ἔστι, καταπλάγητε, καὶ θαυμάσατε. Λυπήθητε, αἱ πεποιθυῖαι. Αἱ γὰρ πάλαι μέγα φρονοῦσαι, φησὶν, ἐπὶ Θεῷ, ὅταν ἐρήμην τὴν ἑαυτῶν καρδίαν παντὸς ἀγαθοῦ καταθρήσητε, τότε δὴ τότε λυπήθητε. Ἐκ- δύσασθε, γυμναὶ γένεσθε, περιζώσασθε τὰς ὀσφύας, καὶ ἐπὶ τῶν μαστῶν κόπτεσθε. Ἀπὸ ἀγροῦ ἐπιθυμή- ματος καὶ ἀμπέλου γενήματος. Πρόφασίς ἐστι τοῦ θρήνου, φησὶ, τὸ ἀπολέσθαι, καὶ ἠφανίσθαι παντε- λῶς ἀγρὸν ἐπιθυμητὸν, καὶ ἀμπελῶνα τεθαυμασμέ- νον. Σημαίνει δὲ διὰ τούτου τὸν Ἰσραήλ. Καταλευ- καίνει δὲ καὶ ἑτέρως αὐτὸ, καί φησιν, ὅτι Ἡ γῆ τοῦ λαοῦ μου ἄκανθα καὶ χόρτος ἀναβήσεται. Κατεχερ- σώθη γὰρ, ὡς ἔφην, ὁ Ἰσραήλ. Ἀνῆκε γὰρ τὸν ἀμπε-λῶνα αὐτοῦ, καὶ ταῖς νεφέλαις ἐνετείλατο τοῦ μὴ βρέξαι εἰς αὐτὸν ὑετόν. Καὶ γέγονεν εὐφροσύνη ὄνων ἀγρίων, καὶ πονηρῶν ποιμένων βοσκήματα, τοῦτ' ἔστι, τῶν ἀκαθάρτων πνευμάτων. Οὕτω καὶ ὁ μακά- ριος ∆αβὶδ ὡς περὶ ἀμπελῶνος τοῦ Ἰσραὴλ τοὺς λόγους περιποιούμενος