261
τοιαῦτα, ἀνδράσι δὲ τὸ μάχεσθαι. λαʹ. Πρὸς μέντοι τὸν ἔπαρχον τὸν Μονομάχον ἐπιτρο 2.191 πεύοντα Θεσσαλίας καὶ Συναδηνὸν τὸν πρωτοστράτορα Θεσσαλονίκης τότε ἄρχοντα καὶ Συργὴν Ντελενουζίαν τὸν βασιλέως Ἀνδρονίκου ἀνεψιὸν, τὸν Κύπρου ῥηγὸς υἱὸν, Φερῶν καὶ αὐτὸν ἄρχοντα, οὗ καὶ τὴν θυγατέρα, τοῦ βασιλέως Ἀνδρονίκου περιόντος ἔτι, τῷ υἱῷ Μανουὴλ ὁ τότε μέγας δομέστικος κατηγγύησε, πρεσβείαν πέπομφεν ὁ βασιλεὺς, αἰτίας ἑαυτὸν ἐπὶ τοῖς γεγενημένοις ἀπολύων, ὡς οὐκ ἀπὸ γνώμης ἐπιβούλου καὶ πονηρᾶς, οὐδ' ἐπιθυμίᾳ τιμῆς βασιλικῆς τὰ τοιαῦτα νεωτερισθείη, ἀλλ' ὑπὸ τῶν ἐν Βυζαντίῳ πόλεμον ἀκήρυκτον ἐξενεγκόντων κατ' αὐτοῦ, καὶ ἄκων εἰς ταῦτα ἐξενηνεγμένος· ὅθεν καὶ τῶν πραγμάτων ἐπειγόντων, καὶ πρὶν αὐτοῖς κοινώσασθαι τὴν γνώμην, ἃ αὐτῷ τε καὶ πᾶσι τοῖς συνοῦσι λυσιτελεῖν ἐδόκει καταπεπράχθαι. ἠξίου τε μὴ διὰ τὰ τοιαῦτα δυσχεραίνειν ὡς περιοφθέντας, ἀλλ' εἴ τι καὶ τῶν μὴ δεόντων γένοιτο, ἀνάγκῃ τῶν πραγμάτων προσλογίζεσθαι. ἔπαρχος μὲν οὖν οὔτε τὴν πρεσβείαν προσεδέξατο, οὔτ' εὐθὺς πρὸς πόλεμον ἐκινήθη, ἀλλὰ τὴν κοινωνίαν μόνον ἀπηγόρευεν. ὁμοίως δὲ καὶ πρωτοστράτωρ πολλὴν τοῦ βασιλέως ἀμνημοσύνην τῶν φίλων κατηγόρει, ὅτι δὴ αὐτὸν πολλὴν τῆς εἰς ἐκεῖνον εὐνοίας ἐκ πολλῶν ἐτῶν ἀπόδειξιν ἐπιδεδειγμένον, ὥς τινα τῶν πολλῶν ὀλίγον διαφέροντα περιεῖδε, καὶ ταῦτα τοιούτοις μέλλων ἐγχειρεῖν. οὐδὲν μέντοι δεινὸν εἴργαστο τὸν πρεσβευτὴν, ἀλλ' ἐκέλευεν αὖθις ἀναστρέφειν πρὸς τὸν πέμψαντα. Συργὴς δὲ εἴτε καὶ ἐκ προφάσεώς τινος 2.192 ἀρχαιοτέρας μηνίων, εἴτε καὶ τότε πρῶτον ἐκ τοῦ παρεωρᾶσθαι ὑπωπτευκέναι πρὸς ὀργὴν ἐξήγετο, τούς τε λόγους τῆς πρεσβείας ὡς ἔχοντας οὐδὲν ὑγιὲς, ἀλλ' ἀπάτῃ συνεσκευασμένους, ἀπεπέμπετο, φάσκων ὡς, εἰ καὶ παρ' ἐκείνῳ τῶν μηδενὸς ἀξίων ἐνομίσθη, ἀλλ' αὐτὸς αὐτοῖς ἔργοις ποιήσειν καταφανὲς, ὡς τούς τε φίλους ὠφελεῖν καὶ τοὺς πολεμίους βλάπτειν δύναιτο τὰ μέγιστα· καὶ τοὺς πρέσβεις εἰς τὸ δεσμωτήριον εἰσῆγεν. οἳ ∆ημήτριός τε ἦσαν ὁ Κασανδρηνὸς καὶ Λάσκαρις, ὃς ἦν μέγας χαρτουλάριος τὴν ἀξίαν. ὄντος δὲ ἐν Φεραῖς οὐ βοσκημάτων μόνον πλήθους Καντακουζηνῷ τῷ βασιλεῖ, ἀλλὰ καὶ πυῤῥῶν καὶ καρπῶν τῶν ἄλλων, διὰ τὸ μεγάλας καὶ πλείστας κτήσεις μᾶλλον, ἢ κατὰ τὰς ἄλλας πόλεις ἐνταυθοῖ κεκτῆσθαι, πάντα ἐποιεῖτο ἴδια εὐθύς· δι' ἃ καὶ μᾶλλον ὑπωπτεύθη τὸν πρὸς ἐκεῖνον πόλεμον ᾑρῆσθαι, συνιδὼν, ὡς ἔοικεν, ὡς ἐκ τῆς διαφορᾶς τῆς πρὸς ἐκεῖνον μείζω δύναιτο καρποῦσθαι, ἢ τῆς ὁμονοίας, εἴγε καὶ τῶν πρώτων καὶ μεγίστων ἀπολαύοι παρ' αὐτῷ τιμῶν. οὐ μόνον γὰρ ἐκείνων τοσούτων ὄντων κύριος ἦν εὐθὺς, ἀλλὰ καὶ τοὺς φίλους διηρεύνα, οἳ ἦσαν ἐν Φεραῖς πολλοί. καὶ πάντων τὰς οὐσίας ἀφαιρούμενος, ἐκόλαζεν ἀπανθρώπως. ἦν γὰρ δὴ πρὸς τοῦτο πρότερόν τε ἔχων μάλιστα ἐπιῤῥεπῶς καὶ τότε μάλιστα ἐφιλονείκησε μηδεμίαν ὠμότητος ὑπερβολὴν ἀπολιπεῖν. πολλῷ γὰρ τῷ μέτρῳ τοὺς ἐν Βυζαντίῳ παρήλασεν ἐν 2.193 πᾶσι, πλὴν τῆς ὕβρεως· ἐν τούτῳ γὰρ μόνῳ σωφρονοῦντα ἑαυτὸν παρέσχετο. τήν τε μνηστείαν τῆς θυγατρὸς, ἣν πρότερον πρὸς τὸν βασιλέως υἱὸν πεποίητο, διέλυσε. τότε μὲν οὖν χειμῶνος ἐξαισίου ἐπιγενομένου, ἥ τε ἐκ Βυζαντίου καὶ ἡ ἐκ ∆ιδυμοτείχου στρατιὰ ἡσύχαζον, μὴ δυνάμενοι ἀλλήλοις ἀντεπεξιέναι διὰ τὸν χειμῶνα. ἐν τούτῳ δὲ καὶ ὁ πρωτοστράτωρ ἐκ Θεσσαλονίκης, ὅτι τὴν βασιλέως ἀπείπατο πρεσβείαν, μεταμεληθεὶς, τῶν οἰκειοτάτων πέμψας τινὰ, κρύφα διελέγετο ὡς Θεσσαλονίκην παραδώσων. εἶναι γὰρ αὐτῷ τοὺς συμπράττοντας ἐκεῖ πολλούς. συνεβούλευέ τε μὴ μέλλειν, ἀλλ' ἅμα ἦρι ἥκειν πρὸς αὐτὸν, ὡς πολλῆς αὐτῷ ὠφελείας ἐσομένης ἐξ ἐκείνου. ὁμοίως δὲ καὶ Χρέλης, ὃς ἦν πρότερον πρὸς Ἀνδρόνικον τὸν βασιλέα ηὐτομοληκὼς ἐκ Τριβαλῶν, στρατιώτας τε ἔχων χιλίους καὶ πόλεις τρεῖς παραδεδωκὼς, ἃς Ῥωμαίων οὔσας ὑπηκόους κατὰ τὸν πρὸς ἀλλήλους τῶν Ἀνδρονίκων βασιλέων πόλεμον κατέσχον οἱ Τριβαλοὶ, τῶν κατεχόντων Ῥωμαίων παραδόντων· οὗτος δὴ οὖν ὁ Χρέλης χρήμασί τε ἐῤῥωμένος καὶ στρατιὰν ἔχων