261
ινα δὲ τὰ τῆς ὁμολογίας καὶ παρὰ τῆς γερουσίας βεβαιωθῶσι, τῶν ἱππέων ἑξακοσίους εἰς ὁμηρείαν κατέσχον. Οἱ δ' υπατοι Σπούριός τε Ποστούμιος καὶ Τιβέριος Καλουῗνος μετὰ τῆς στρατιᾶς εὐθὺς ἀνεχώρησαν, καὶ νυκτὸς αὐτοί τε καὶ τῶν αλλων οἱ ἀξιολογώτατοι 2.168 εἰς τὴν ̔Ρώμην εἰσήλθοσαν, οἱ δὲ λοιποὶ στρατιῶται κατὰ τοὺς ἀγροὺς ἐσκεδάσθησαν. οἱ δ' ἐν τῇ πόλει τὰ πεπραγμένα μαθόντες ουτε ἡσθῆναι τῇ τῶν στρατιωτῶν σωτηρίᾳ ουτ' ἀχθεσθῆναι ἠδύναντο. πρὸς μὲν γὰρ τὸ δεινὸν ὑπερήλγουν, καὶ οτι παρὰ τῶν Σαυνιτῶν τοιαῦτα πεπόνθασι, μεῖζον σφίσι τὸ αλγος ἐγίνετο· λογιζόμενοι δὲ ὡς εἰ πάντας ἀπολέσθαι συνέβη, καὶ περὶ πάντα αν ἐκινδύνευσαν, ἐπὶ τῇ σφῶν ηδοντο σωτηρίᾳ. ἐπικρύπτοντες δὲ τέως τὸ ηδεσθαι, πένθος ἐπεποιήκεσαν, καὶ οὐδὲν ἐν τῷ καθεστηκότι τρόπῳ επραξαν, ουτ' αὐτίκα ουθ' υστερον, εως ἀντεπεκράτησαν· τοὺς δ' ὑπάτους μὲν παραχρῆμα επαυσαν, ἑτέρους δ' ἀνθελόμενοι βουλὴν ἐποιήσαντο. καὶ ἐδόκει μὲν σφίσι μὴ δέξασθαι τὴν σύμβασιν, ἐπεὶ δὲ ἀδύνατον ην τοῦτο δρᾶσαι μὴ οὐχὶ πρὸς τοὺς πράξαντας αὐτὴν τρέψαντας τὴν αἰτίαν, ωκνουν μὲν τῶν ὑπάτων καταψηφίσασθαι καὶ τῶν αλλων, οι μετ' αὐτῶν ὡς ἀρχάς τινας αρχοντες τὰς σπονδὰς ἐποιήσαντο, ωκνουν δὲ καὶ ἀφεῖναι, ινα μὴ ἐφ' ἑαυτοὺς τὸ παρασπόνδημα περιστήσωσιν. αὐτοῖς ουν ἐκείνοις τοῖς ὑπάτοις ἐπεκοινώσαντο, καὶ πρώτῳ γε τῷ Ποστουμίῳ τὴν ψῆφον ἐπήγαγον, οπως αὐτὸς καθ' ἑαυτοῦ γνώμην ἀποφήνηται, αἰσχύνῃ τοῦ μὴ πάντας ἀδοξίας ἀναπλῆσαι. ὁ δὲ παρελθὼν εἰς τὸ μέσον εφη μὴ δεῖν κυρωθῆναι τὰ ὑπ' αὐτῶν πεπραγμένα παρὰ τῆς γερουσίας καὶ τοῦ δήμου· μηδὲ γὰρ αὐτοὺς ἑκουσίως πρᾶξαι αὐτά, ἀλλ' ἀνάγκῃ συνεχομένους, ην αὐτοῖς ἐπήγαγον οἱ πολέμιοι οὐκ ἐξ ἀρετῆς, ἀλλ' ἐκ δόλου καὶ ἐξ ἐνέδρας. οἱ γοῦν ἀπατήσαντες, εἰ ἀντηπατήθησαν, οὐκ αν δύναιντο δικαίως ἐπεγκαλεῖν τοῖς ἀνταπατήσασι. ταῦτα τοίνυν εἰπόντος καὶ τοιαῦτα πολλά, ἐν ἀμηχανίᾳ ἡ γερουσία ἐγένετο· τοῦ δὲ Πο2.169 στουμίου καὶ τοῦ Καλουίνου εἰς ἑαυτοὺς τὴν αἰτίαν ἀναδεχομένων, ἐψηφίσθη μήτε κυρωθῆναι τὰ ὡμολογημένα ἐκείνους τε ἐκδοθῆναι. ̓Απήχθησαν ουν καὶ αμφω οἱ υπατοι καὶ οἱ λοιποὶ αρχοντες οἱ ἐπὶ τοῖς ορκοις παρουσιάσαντες εἰς τὸ Σαύνιον. οὐ μέντοι αὐτοὺς οἱ Σαυνῖται ἐδέξαντο, ἀλλὰ τοὺς ἁλόντας ἀπῄτουν απαντας, καὶ τοὺς θεοὺς ἐπεβοῶντο καὶ ἐπεθείαζον, καὶ τέλος τοὺς ἐκδοθέντας ἀντέπεμψαν. οἱ δὲ ̔Ρωμαῖοι ἐκείνους μὲν ἀσμένως ἀπέλαβον, τοῖς δὲ Σαυνίταις ὀργῇ τὴν μάχην ἐπήγαγον. καὶ κρατήσαντες τὰ ομοια σφίσιν ἐποίησαν, καὶ ὑπὸ τὸν ζυγὸν αὐτοὺς ἀνθυπήγαγον, καὶ ἀφῆκαν, μηδὲν αλλο κακὸν δράσαντες. καὶ τοὺς σφετέρους ἱππεῖς, ους ὡς ὁμήρους κατεῖχον οἱ Σαυνῖται, ἀπαθεῖς ἐκομίσαντο. Μετὰ δὲ χρόνους πλείονας αυθις· τοῖς Σαυνίταις πολεμοῦντες οἱ ̔Ρωμαῖοι, Γαΐου ̓Ιουνίου ἡγουμένου αὐτῶν, συμφορᾷ περιέπεσον. πορθοῦντος γὰρ τοῦ ̓Ιουνίου τὴν χώραν αὐτῶν, εἰς τὰς υλας τὰς ̓Αόρνους τὰ προσόντα οἱ Σαυνῖται ἀνεκομίσαντο, ουτω καλουμένας ἀπὸ τοῦ μηδ' ορνις εἰσπέτεσθαι εἰς αὐτὰς τῇ τῶν δένδρων πυκνότητι. ἐκεῖ δὲ οντες, ποίμνιά τινα ποιμένων η φρουρῶν ανευ προκαθιστάντες καὶ ψευδαυτομόλους ὑποπέμποντες, ὡς ἐφ' ἑτοίμην λείαν αὐτοὺς ὑπηγάγοντο. εισω δὲ γενομένους τῆς υλης περιέσχον τε σφᾶς καὶ οὐ πρότερον ἐπαύσαντο κτείνοντες πρὶν τέλεον ἐκκαμεῖν. καὶ αλλοτε δὲ πολλάκις τοῖς ̔Ρωμαίοις πολεμήσαντες οἱ Σαυνῖται καὶ ἡττηθέντες οὐκ ἐφησύχασαν, ἀλλὰ καὶ συμμάχους αλλους τε προσλαβόμενοι καὶ Γαλάτας, ὡς καὶ πρὸς τὴν 2.170 ̔Ρώμην αὐτὴν ἐλάσοντες ἡτοιμάζοντο. ο οἱ ̔Ρωμαῖοι μαθόντες ἐς δέος κατέστησαν, καὶ σημείων πολλῶν ἐς τοῦτο αὐτοὺς ἐναγόντων. ἐν γὰρ τῷ Καπιτωλίῳ ἐκ τοῦ βωμοῦ τοῦ ∆ιὸς αιμα τρισὶν ἡμέραις, μιᾷ δὲ μέλι καὶ ἐν ἑτέρᾳ γάλα θρυλεῖται ἀναδοθῆναι, ει τῳ ταῦτα πιστά· καὶ ἐν τῇ ἀγορᾷ Νίκης τι αγαλμα χάλκεον ἱδρυμένον ἐπὶ βάθρου λιθίνου αὐτομάτως εὑρέθη κάτω ἑστὸς ἐπὶ γῆς· ἐτύγχανε δὲ ἐκεῖ ἀποβλέπον οθεν οἱ Γαλάται ηδη ἐπῄεσαν. ταῦτ' ουν καὶ αλλως ἐξεφόβει τὸν δῆμον, πλέον δ' ὑπὸ τῶν μάντεων κεκριμένα ἀπαίσια. Μάνιος