261
θειμέλια, ουτως καὶ παρὰ τὸν κείσω μέλλοντα γίνεται κειμήλιον. η παρὰ τὸ ἐκεῖ κεῖσθαι τὰ μῆλα, δι' ων τινὰ ἐκμειλισσόμεθα. Κελύφη. τὰ καλύμματα. ἀπὸ τοῦ καλύπτω. καὶ ἡ κάλυξ ἡ καλύπτουσα τὸ ῥόδον. Κέρασ. ἡ θρίξ. διὰ τὸ τοῖς κέρασιν ὁμοίως ἐκφύεσθαι. οἱ δὲ φασὶ, οτι ἡ ἐκ βάθους ἰκμὰς ἀπὸ τῆς θερμασίας ἀναφερομένη, κᾳπειτα τῇ τοῦ δέρματος τάσει σφιχθεῖσα, κερατοῦται. η ἡ συνεχῶς κειρομένη. kappa.1193 Κέρασ. καὶ ονομα ποταμοῦ. καὶ τὸ κέρατον καὶ τὸ κερατάριον καὶ αλλα πολλὰ σημαίνει. Κέδματα. τὰ χρόνια ἀλγήματα λέγει ὁ ̔Ιπποκράτης. γράφει δὲ καὶ ὁ Ψελλός· χρόνια δὲ ἀλγήματα τὰ κέδματα τυγχάνει. *Κέντο. τὰ ἑκατὸν παρὰ ̔Ρωμαίοις.* ( ̔Ρῆμα.) Κέαται. κεῖνται. οτι οὐ μόνον ἐπὶ παρακειμένου καὶ ἐπὶ πάθους ποιοῦσιν οἱ Ιωνες τρίτον παθητικὸν, ἀλλὰ καὶ ἐπὶ ἐνεστῶτος. οιον· κεῖμαι, κεῖσαι, κεῖται, κέαται. Κεδάζω. σκορπίζω. Κεκομψευμένοσ. κεκαλλωπισμένος, σεμνός· ἀστεῖος, η κομπηρὸς, η τεχνικὸς, η φαντασιώδης. Κέκραθι. κράξον. Κέκτημαι καὶ εκτημαι. ἀμφότερα ̔Ελληνικά. Θουκυδίδης ἑκατέρως· καὶ οὐδὲν τὸ πρότερον kappa.1194 κεκτημένων· καὶ τὰ προεκτημένα φιλεῖ ἐλασσοῦσθαι. ∆ημοσθένης δ' ἀεὶ σὺν τῷ κ. Κεκωδωνισμένοσ. ἐξητασμένος. ἀπὸ τῶν τοὺς φύλακας διὰ τοῦ κώδωνος ἐξεταζόντων. καὶ διακωδωνίσαι τὸ ἐξετάσαι. ̓Αριστοφάνης· ὡς αἰσχρὸν ἀκωδώνιστον ἐᾷν. Κεκαυτηριασμένος τὴν συνείδησιν. τουτέστι μὴ εχων ὑγιᾶ. Κεκοσυρῶσθαι. πεποικίλθαι. Κέκλυτέ μου. ἐπακούσατέ μου. Κεκόπακεν. ἐπαύσατο. Κεκόλαπται. γέγλυπται. Κεκραιπαληκώσ. μεθύσας· εὐφρανθείς. Κέκμηκα. κεκοπίακα. Κεκλοφέναι. κλέψαι. Κεκολουμένοσ. ἐκτετηγμένος· ἀδυνάτως εχων· ἀμηχανῶν. Κεκονιαμένοσ. σπουδάζων πάnu. ετι τὴν κόνιν τοῖ ποσὶ περιφέρων. kappa.1195 Κεκονιαμένοισ. ἀσβέστῳ κεχρισμένοις. Κεκριγότεσ. μηδὲν διασαφοῦντες. κριγμὸς γὰρ ὁ τῶν ἀποθνησκόντων τρισμὸς τοῖς ὀδοῦσι γινόμενος. Κεκασμένον. κεκοσμημένον. κάζω γὰρ τὸ καλλωπίζω. Κεκαφηότα. ἐκπνεύσαντα. κάπος γὰρ τὸ πνεῦμα. Κεκληγότεσ. κράζοντες. Κεκλόμενοσ. παρακελευόμενος. Κεκινέαται. κεκίνηνται. Κεκαδησόμεθα. φροντίσομεν. Κεκάδοντο. ἀντὶ τοῦ ἐκεχάδοντο, ὡς τό· - ὑπὸ δὲ Τρῶες κεκάδοντο. Κεκαδήσει. ἀπὸ τοῦ χάζω, τὸ ὑποχωρῶ, ὁ δεύτερος ἀόριστος εχαδον, ὁ μέσος ἐχαδόμην, ἐχάδοντο, καὶ κατὰ τροπὴν ἐκάδοντο. ἀπὸ δὲ τοῦ χάζω γίνεται χαδῶ, χαδήσω, τὸ τρίτον χαδήσει, καὶ τροπῇ καδήσει, καὶ κατὰ ἀναδιπλαkappa.1196 σιασμὸν κεκαδήσει. καὶ ποιητικῷ ἀναδιπλασιασμῷ κεκάδοντο. Κελαρύζει. μετὰ ηχου ῥέει. Κελαδοῦσιν. ἠχοῦσιν η θόρυβον ἐμποιοῦσι. Κέλλεται. προστάττει. Κελευτιόων. παρακελευόμενος. Κεπφωθείσ. ἐπαρθείς. κέπφος γὰρ ειδος ὀρνέου κούφου. Κενῶσαι. ἀντλῆσαι. εστι δὲ καὶ ἀντὶ τοῦ τῆξαι. Κεραννύσ. κιρνῶν. Κεραΐζων. διακόπτων, ἀναιρῶν, διαρπάζων. Κερατιοῦμεν. καταγωνισώμεθα. ἐκ μεταφορᾶς τῶν ζώων, α τοῖς κέρασι καταπαλαίει τὸν ἀντίπαλον. Κενεμβατεῖ. εἰς κενὰ ἐμβαίνει. Κεύθω. τὸ κρύπτω. Κεχαριτωμένη. πεφιλημένη, εὐλογημένη. Κείρειν. κόπτειν. ἀπὸ τοῦ αιρειν καὶ ἀποκόπτειν τὰς τρίχας. kappa.1197 Κείω. τὸ κέω. ἀνεφάνη γὰρ τὸ ε, ὡς ἐν τῷ· κέδρου τ' εὐκεάτοιο. Κείων. κοιμησόμενος. ἀπὸ τοῦ κέων. ωρσο κέων. πλεονασμῷ τοῦ ˉι, κείων. κίω δὲ τὸ πορεύομαι διὰ τοῦ ˉι, ἀπὸ τοῦ ιω. Κέραιρε. κίρνα. ἀπὸ τοῦ καιρῶ κεραίρω, ὡς μενῶ μεναίνω. Κερδαίνειν. παρὰ τὸ κέρδος. η παρὰ τὸ κέαρ ἰαίνειν, ο ἐστιν εὐφραίνειν. †Κεκρηγέναι. ἀντὶ τοῦ κεκραγέναι.† Κεκαδησόμεθα. λυπηθησόμεθα, φροντιοῦμεν. οιμαι ἀπὸ τοῦ αχος, ἀχῶ, ἀχάζω, ἀχαδῶ, καὶ κατὰ ἀποβολὴν χαδῶ, χαδήσω, χαδήσομαι, καὶ καδήσομαι, καὶ κατὰ ἀναδιπλασιασμὸν κεκαδήσομαι, κεκαδησόμεθα. Κεκαδών. στερήσας, χωρίσας. παρὰ τὸ χάζω εχαδον, ἡ μετοχὴ χαδὼν καὶ καδών. θυμοῦ καὶ ψυχῆς κεκαδών-. †Κεκασμένοσ. κεκαλλωπισμένος· κεκοσμημένος. ἀπὸ τοῦ κάζω, τὸ κοσμῶ.† Κεκινέαται. ἀπὸ τοῦ κινῶ, κινήσω, κεκίνηκα, κεκίνημαι, κεκίνηται καὶ ̓Ιακῶς κεκινέαται. οἱ δέ μευ ὀδόντες ἐν τοῖσι γνάθοισι πάντες κεκινέαται. kappa.1198 Κεκαφηότα. ἐκπεπνευκότα. κάπφος γὰρ τὸ πνεῦμα, ἀπὸ τοῦ κάφω, καφῶ, καφήσω.