1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

 298

 299

 300

 301

 302

 303

 304

 305

 306

 307

 308

261

πράγματι, ὅτι ὑψηλὸς ἐπάνω ὑψηλοῦ φυλάξει.» «Βοσκηθήσονται πτωχοὶ διὰ Κυρίου, πένητες δὲ ἄνθρωποι ἐν εἰρήνῃ ἀναπαύσονται. Κύριος ἐθεμελίωσε τὴν Σιὼν, καὶ δι' αὐτοῦ σωθήσονται οἱ ταπεινοὶ τοῦ λαοῦ.» «Ταπεινὸς ἐσφάλη, καὶ προσεπιτίμησαν αὐτόν. Ἐφθέγξατο σύνεσιν, καὶ οὐκ ἐδόθη αὐτῷ τόπος. Πτωχὸς ἐλάλησε, καὶ εἶπαν· Τίς οὗτος;» «Προσευχὴ ταπεινοῦ νεφέλας διῆλθεν, καὶ οὐ μὴ παραβληθῇ ἕως ἐπισκέψεται ὁ Ὕψιστος.» «Κρείσσων βίος πτωχοῦ ὑπὸ σκέπην δοκῶν, ἢ ἐδέσματα λαμπρὰ ἐν ἀλλοτρίοις.» «Οὐ δίκαιον ἀτιμῆσαι πτωχὸν συνετόν.» «Σοφία ταπεινοῦ ἀνυψώσει κεφαλὴν αὐτοῦ, καὶ ἐν μέσῳ μεγιστάνων καθίσει αὐτόν.» Οὐ τὸ πένεσθαι ἐπονείδιστον, ἀλλὰ τὸ μὴ φέρειν εὐγνωμόνως τὴν πενίαν. 96.288 Πτωχεύων εὐφραίνου, ἄνθρωπε, ὅτι Λαζάρου σε τὰ ἀγαθὰ διαδέξεται. -Μὴ ἀπογνῷς σεαυτοῦ. Μὴ ἀπογνῷς σεαυτοῦ τὴν πτωχείαν, μηδὲ ὅτι οὐδὲν ζηλωτὸν ἐν τῷ παρόντι σοι πρόσεστιν, πᾶσαν ἀγαθὴν ἀποῤῥίψῃς ἐλπίδα, ἀλλ' ἀνάγαγε σεαυτοῦ τὴν ψυχὴν πρὸς τὰ ἤδη ὑπηργμένα σοι παρὰ Θεοῦ ἀγαθὰ, καὶ πρὸς τὰ δι' ἐπαγγελίας εἰς ὕστερον ἀποκείμενα. Οὐδεμίαν αἰσχύνην τὸ πένεσθαι προξενεῖ. -Ἀφαιρεῖται τὴν παῤῥησίαν τὸ πένεσθαι. Ἑνὶ τούτῳ διαφέρομεν τῶν πλουτούντων οἱ πένητες, τῇ ἀμεριμνίᾳ, καὶ καταγελῶμεν αὐτῶν ἀγρυπνούντων αὐτοὶ καθεύδοντες, καὶ τῶν συνεσθιόντων ἑαυτοὺς, καὶ φροντιζόντων, αὐτοὶ ἀφροντιστοῦντες καὶ ἀνιέμενοι. Πένης εἶ; μὴ ἀθυμήσῃς. Ἡ γὰρ εἰς ἄγαν κατήφεια γίνεται τῆς ἁμαρτίας αἰτία, τῆς λύπης βαπτιζούσης τὸν νοῦν, καὶ ἀμηχανίας ποιούσης ἴλιγγον, τῆς δὲ ἀπορίας τῶν λογισμῶν τὴν ἀχαριστίαν ἀπογεννώσης. Μὴ γὰρ οὐκ ἀποβλέπει τὴν στένωσιν ὁ Θεός; ἔχει τὴν τροφὴν ὁ Θεὸς ἐν χερσὶν, καὶ παρέλκει τὴν δόσιν, ἵνα σου δοκιμάσῃ τὸ βέβαιον. Πενία μετὰ ἀληθείας, πάσης ἀπολαύσεως τοῖς σωφρονοῦσιν τιμιωτέρα. Τί μικροψυχήσεις, ἄνθρωπε, ὅτι ἵππος σοι οὐκ ἔστιν ἀργυροχάλινος, ἀλλ' ἥλιον ἔχεις ὀξυτάτῳ δρόμῳ διὰ πάσης ἡμέρας δᾳδουχοῦντα σοι τὴν λαμπάδα; Οὐκ ἔχεις ἀργυρίου καὶ χρυσίου λαμπηδόνας; ἀλλὰ σελήνην ἔχεις μυρίῳ σε τῷ παρ' ἑαυτῆς φωτὶ καταλάμπουσαν. Οὐκ ἐπιβέβηκας ἁρμάτων χρυσοκολλήτων; ἀλλὰ πόδας ἔχεις, οἰκεῖον ὄχημα, καὶ συμφυὲς σεαυτοῦ. Τί οὖν μακαρίζεις τοὺς τῶν ἀνδρῶν βαλάντιον κεκτημένους, καὶ ἀλλοτρίων ποδῶν εἰς τὴν μετάβασιν ἐπιδεομένους; οὐ καθεύδεις ἐπὶ κλίνης ἐλεφαντίνης· ἀλλ' ἔχεις τὴν πολλῶν ἐλεφαντίνων τιμιωτέραν, καὶ γλυκεῖαν ἐπ' αὐτῆς τὴν ἀνάπαυσιν, καὶ ταχὺν ὕπνον, καὶ μερίμνης ἀπηλλαγμένον. Οὐ κατάκεισαι ὑπὸ χρυσοῦν ὄροφον· ἀλλ' οὐρανὸν ἔχεις τοῖς ἀῤῥήτοις τῶν ἀστέρων κάλλεσι περιστίλβοντα. Οὐδὲν τῷ Θεῷ μέγα, ὃ μὴ καὶ πένης δίδωσιν. Ἐάν τις πένηται, πλουτήσοι Θεὸν, καὶ καταγελάτω τῶν ἐχόντων, ὡς ἀεὶ μὲν κτωμένων, ἀεὶ δὲ πενομένων τοῦ δεῖσθαι τοῦ πλείονος, καὶ τῶν πεινώντων, ἵνα πλείονα διψήσωσιν. Κρείσσων πενία μετὰ δικαίας κτήσεως, Καὶ γὰρ νόσος τῆς κακῆς εὐεξίας. Πένητος ἀνδρὸς οὐδὲν ἀσφαλέστερον. Πρὸς Θεὸν νένευκεν, καὶ μόνον βλέπει. ∆εινὸν πένεσθαι, χεῖρον εὐπορεῖν κακῶς. 96.289 Ὁ πένης οὐ δέδοικε μεταβολήν· κἂν συμβῇ δέ τινα γενέσθαι περίστασιν, ῥᾳδίως οἴσει, μεμελετηκὼς ἅπαξ φιλοσοφεῖν διὰ τῆς ἐνδείας. Ὁ δὲ πλούσιος οὐ μόνον οὐχ ὑπομεῖναι δύναταί τινα μεταβολὴν, ἀλλὰ κἂν προσδοκήσῃ μόνον, καταγέλαστος γίνεται, ἀλύων, δυσανασχετῶν, παντὸς θανάτου ζωὴν χαλεπωτέραν ζῶν. Καὶ καθάπερ οἱ μὲν διηνεκῶς ἐν μεσογείῳ τραφέντες, ἐὰν εἰς λιμένα κατέλθωσι μόνον, καὶ τὸ σκάφος ἐπιβῶσι, καὶ πρὶν ἐξελθεῖν τὸ στόμα τοῦ λιμένος ναυτιῶσιν, ἀλύουσι, δυσανασχετοῦσι, περιστρέφεσθαι πάντα δοκοῦσιν, σκότῳ δεινῷ κατεχόμενοι. Οἱ δὲ πολλὰ διατρίβοντες πελάγη, οὔτε ναυαγίας προσδοκωμένης θορυβοῦνται, εὐκόλως νήξασθαι δυνάμενοι, καὶ διαφυγεῖν τὸν ἐπικείμενον κίνδυνον· οὕτω καὶ ἐπὶ τῶν πλουσίων, καὶ ἐπὶ τῶν πενήτων συμβαίνει. Οἱ μὲν εὔποροι, οὐδὲ τὴν τυχοῦσαν δέχονται μεταβολὴν γενναίως, ἀλλὰ ἀκαρτέρητοι ὑπάρχουσιν, ἅτε διηνεκῶς ἐν τρυφῇ ζῶντες. Οἱ πένητες δὲ πολλὰ κύματα διαπλεύσαντες, καὶ πολλῶν ναυαγίων