261
ταπεινὸς ὢν ὑψώθη, ἀλλ' ὕψιστος ὢν ἐταπείνωσεν ἑαυτόν· ὡς δὲ ἄνθρωπος, ὃ μὴ εἶχεν ἔλαβεν.
ΕΡΜΗΝ. ΤΟΥ ΡΙʹ ΨΑΛΜΟΥ. Ἀλληλούϊα. Ἀμμανῖται, καὶ Μωαβῖται, καὶ Ἰδουμαῖοι, πλῆθος ὅτι μάλιστα
πλεῖστον συναγαγόν τες, ἐπεστράτευσαν πάλαι ποτὲ τῇ Ἰούδα φυλῇ. Ἐβασίλευσε δὲ τηνικαῦτα ταύτης Ἰωσαφὰτ, ἀνὴρ ἐπ' εὐσεβείᾳ μαρτυρούμενος, τῶν ἐκ ∆αβίδ. Οὕτως τῶν πολεμίων τὸ πλῆθος μαθὼν, μετὰ παντὸς τοῦ λαοῦ προσελήλυθε τῷ Θεῷ, τὴν ἄμαχον ἐπικουρίαν αἰτῶν· καὶ δὴ καὶ τὴν αἴτησιν ἔλαβε. Παρηγγύησε γὰρ αὐτοῖς ὁ τῶν ὅλων Θεὸς καταθαῤῥῆσαι τῶν πο λεμίων, ὡς αὐτοῦ στρατηγοῦντος. Ἡμέρας τοίνυν ἀρχομένης, ἐκινήθησαν κατ' ἀλλήλων οἱ πολέμιοι, καὶ σφᾶς αὐτοὺς ὡς ἐναντίους διέφθειραν, ὥστε μη δένα τὸν ὄλεθρον ἐκεῖνον διαφυγεῖν. Τοῦτο ἔκ τινος σκοπιᾶς θεασαμένη τῶν Ἰουδαίων ἡ στρατεία, ἔδρα μεν ὡς ἐφ' ἕτοιμον θήραν, ἐσκύλευσε δὲ τοὺς πο λεμίους, καὶ μετὰ πολλῆς ἐπανῆλθε τῆς περιου σίας. Καὶ ὡς διδάσκει τῶν Παραλειπομένων ἡ ἱστο ρία, μετὰ μουσικῶν ὀργάνων εἰσῆλθον εἰς τὸν θεῖον νεὼν, τὸν τῆς νίκης χορηγὸν ἀνυμνοῦντες. Ταῦτα προορῶν ὁ προφήτης τόνδε συνέγραψε τὸν ψαλμὸν, οἷόν τινα ὕμνον ὑπὸ τοῦ εὐσεβοῦς Ἰωσαφὰτ προσ φερόμενον· ὕμνου δὲ καὶ ἡ ἐπιγραφή· τὸ γὰρ Ἀλ ληλούϊα, ὡς καὶ ἤδη ἡρμηνεύκαμεν, Αἰνεῖτε τὸν Κύριον, ἐπὶ τῇ Ἑλλάδι φωνῇ. Σημαίνει γὰρ τὸ Ἀλληλοὺ, αἰνεῖτε, τὸ δὲ ἴα, Κύριον, ἢ τὸν ὄντα. αʹ. "Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου." Ἀπὸ πάσης σοι διανοίας, ∆έσποτα, προσφέρω τὸν χαριστήριον ὕμνον. "Ἐν βουλῇ εὐθέων καὶ συν αγωγῇ." Οὐκ ἐγὼ δὲ μόνος, ἀλλὰ καὶ σὺν ἐμοὶ τῶν εὐ σεβῶν ὁ σύλλογος. Κατ' ἐκεῖνον γὰρ τὸν καιρὸν τῆς τῶν εἰδώλων πλάνης ὁ λαὸς ἠλευθέρωτο, τοῦ βασιλέως ἅπαντας ἐκπαιδεύοντος τὴν εὐσέβειαν. Βουλὴν τοίνυν εὐθέων τὸ σύστημα προσαγορεύει τῶν εὐσεβῶν. βʹ. "Μεγάλα τὰ ἔργα Κυρίου." Τῷ ὄντι γὰρ θαυμαστὰ, καὶ ἀξιάγαστα, τὰ ὑπὸ τῆς αὐτοῦ δυ νάμεως ἐνεργούμενα. "Ἐξεζητημένα εἰς πάντα τὰ 80.1777 θελήματα αὐτοῦ." Ποιεῖ μὲν ὅσα βούλεται, ἕκα στον δὲ τῶν γινομένων σοφίας ὑπάρχει μεστὸν, καὶ παρὰ πάντων τὴν εὐφημίαν ἐφέλκεται. γʹ. "Ἐξομολόγησις καὶ μεγαλοπρέπεια τὸ ἔργον αὐτοῦ." Ἅπαντα τὰ ὑπ' αὐτοῦ γινόμενα, καὶ ἡ δη μιουργία, καὶ ἡ οἰκονομία, καὶ μεγαλοφυῆ, καὶ ὑπερ φυῆ, καὶ τῆς παρὰ πάντων ἀνθρώπων ὑμνῳδίας ἄξια. Ἐξομολόγησιν ἐνταῦθα τὴν εὐχαριστίαν καλεῖ. "Καὶ ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος." Οὐδὲν ἄδικον τῶν γινομένων, ἀλλὰ πάντα τῷ δικαίῳ κοσμεῖται· δι' αἰῶνος γὰρ ταύτῃ χρώμενος πρυτανεύει τὰ σύμπαντα. δʹ. "Μνείαν ἐποιήσατο τῶν θαυμασίων αὑτοῦ." Ἐπειδὴ προφανῶς εἰργάσατο τῶν πολεμίων τὸν ὄλε θρον. Ταυτὸ δὲ τοῦτο καὶ ἐπὶ τῶν προγόνων πε ποίηκε, ποτὲ μὲν τοὺς Αἰγυπτίους συγκαλύψας, ἄλ λοτε δὲ τοὺς Ἀμαληκίτας τῇ ἐκτάσει Μωσέως χειρῶν κατακοντίσας· καὶ Χαναναίους, καὶ Χετ ταίους, καὶ τὰ ἄλλα ἔθνη, δι' Ἰησοῦ τοῦ Ναυῆ κατα λύσας. Ἀνάμνησιν τῶν θαυμασίων ἐκάλεσε τῶν πο λεμίων τὴν τιμωρίαν· ἀντὶ τοῦ· Τὰς πολυθρυλλή τους σου θαυματουργίας, τὰς ψευδεῖς παρὰ τοῖς ἀπίστοις νομιζομένας, ἔδειξας ἀληθεῖς τῇ νέᾳ θαυ ματουργίᾳ, καὶ ἀνέμνησας ἡμᾶς ὧν ἐπὶ τῶν ἡμε τέρων εἰργάσω προγόνων. "Ἐλεήμων καὶ οἰκτίρμων ὁ Κύριος. [εʹ] Τροφὴν ἔδωκε τοῖς φοβουμένοις αὐτόν." Τὴν τροφὴν, θή ραν οἱ ἄλλοι εἶπον ἑρμηνευταί. Ἀληθῆ δὲ ἀμφό τερα. Καὶ γὰρ ὡς ἐπὶ θήραν ἕτοιμον ἔδραμον ἐπὶ τῶν πολεμίων τὸν πλοῦτον, καὶ τροφὴν ἐκεῖθεν ἱκα νὴν ἐπορίσαντο. "Μνησθήσεται εἰς τὸν αἰῶνα δια θήκης αὑτοῦ." Ὁ δὲ Σύμμαχος οὕτως· Θήραν ἔδωκε τοῖς φοβουμένοις αὐτὸν, μνημονεύων αἰω νίου συνθήκης αὑτοῦ. Τῶν γὰρ πρὸς τοὺς πατέ ρας γεγενημένων ὑποσχέσεων ἄληστον ἔχει τὴν μνήμην, καὶ δι' ἐκείνην ἡμῖν μεταδίδωσι τῶν ἀγαθῶν. ʹ, ζʹ. "Ἰσχὺν ἔργων αὑτοῦ ἀνήγγειλε τῷ λαῷ αὑτοῦ· τοῦ δοῦναι αὐτοῖς κληρονομίαν ἐθνῶν." Μᾶλλον ἡμῖν ἐναργῶς τὴν οἰκείαν